§9ΓΡ. εἶεν·
グリュロス:なるほど。
ἀλλʼ ὄψοις χρῆσθε τούτοις ἐφηδύνοντες τὴν τροφήν·
しかし、お前たちは食べ物に味を添えるために、これらのものを「おかず」として用いている。
τί οὖν ἐπʼ αὐτὰ ταῦτα φῶντας;
では、なぜお前たちはまさにこれら自体へと[向かい、息を荒くしている]のか。
ἀλλʼ ἡ τῶν θηρίων φρόνησις τῶν μὲν ἀχρήστων καὶ ματαίων τεχνῶν οὐδεμιᾷ χώραν δίδωσι τὰς δʼ ἀναγκαίας οὐκ ἐπεισάκτους παρʼ ἑτέρων οὐδὲ μισθοῦ διδακτὰς οὐδὲ κολλῶσα μελέτῃ καὶ συμπηγνύουσα γλίσχρως τῶν θεωρημάτων ἕκαστον πρὸς ἕκαστον ἀλλʼ αὐτόθεν ἐξ αὑτῆς οἷον ἰθαγενεῖς καὶ συμφύτους ἀναδίδωσι.
しかし、野獣たちの知恵は、無用で無駄な技術にはいかなる余地も与えないが、必要な技術については、他者から導入されたものでも、謝礼を払って学び取られたものでもなく、また訓練によって貼り合わせたり、定理の一つ一つを他の一つへと苦労して接合したりするものでもなく、その場から、自らの内から、いわば生まれつき備わった、天性のものとして生み出すのである。
τοὺς μὲν γὰρ Αἰγυπτίους πάντας ἰατροὺς ἀκούομεν εἶναι, τῶν δὲ ζῴων ἕκαστον οὐ μόνον πρὸς ἴασιν αὐτότεχνόν ἐστιν ἀλλὰ καὶ πρὸς διατροφὴν καὶ πρὸς ἀλκὴν θήραν τε καὶ φυλακὴν καὶ μουσικῆς ὅσον ἑκάστῳ προσήκει κατὰ φύσιν.
なぜなら、エジプト人は全員が医者であると私たちは聞いているが、動物の個体はそれぞれ、治療に関して自ずから技術を持っているだけでなく、生存のためにも、強さのためにも、狩猟や警戒のためにも、またそれぞれに自然に従ってふさわしいだけの音楽のためにも[自ずから技術を持っている]からである。
παρὰ τίνος γὰρ ἡμεῖς ἐμάθομεν νοσοῦντες ἐπὶ τοὺς ποταμοὺς χάριν τῶν καρκίνων βαδίζειν;
なぜなら、私たちは病気になったとき、蟹を求めて川へと歩いて行くことを、誰から学んだというのか。
τίς δὲ τὰς χελώνας 1 ἐδίδαξε τῆς ἔχεως φαγούσας τὴν ὀρίγανον ἐπεσθίειν τὰς δὲ Κρητικὰς αἶγας, ὅταν περιπέσωσι τοῖς τοξεύμασι, τὸ δίκταμνον διώκειν, οὗ βρωθέντος ἐκβάλλουσι τὰς ἀκίδας;
また、亀が毒蛇を食べたときに、オレガノをその上に食べ足すことを、誰が教えたというのか。 あるいは、クレタの山羊たちが、矢に当たったとき、ディクタムノンを追い求め、それを食べると矢尻を吐き出すということを[誰が教えたというのか]。
ἂν γὰρ εἴπῃς, ὅπερ ἀληθές ἐστι, τούτων διδάσκαλον εἶναι τὴν φύσιν, εἰς τὴν κυριωτάτην καὶ σοφωτάτην ἀρχὴν ἀναφέρεις τὴν τῶν θηρίων φρόνησιν·
なぜなら、もしお前が、まさに真実である通り、これらの師は自然であると言うならば、お前は野獣の知恵を最も根源的で最も賢明な原理へと帰属させていることになるからである。
ʼ ἣν εἰ μὴ λόγον οἴεσθε δεῖν μηδὲ φρόνησιν καλεῖν, ὥρα σκοπεῖν ὄνομα κάλλιον αὐτῇ καὶ τιμιώτερον, ὥσπερ ἀμέλει καὶ διʼ ἔργων ἀμείνονα καὶ θαυμασιωτέραν παρέχεται τὴν δύναμιν·
もしお前たちがそれを「理性」とも「知恵」とも呼ぶべきではないと考えるなら、それに対していっそう美しくいっそう尊い名前を探すべき時である。 実際、それは行為を通じてもいっそう優れ、いっそう驚くべき能力を発揮しているのだから。
οὐκ ἀμαθὴς οὐδʼ ἀπαίδευτος, αὐτομαθὴς δέ τις μᾶλλον οὖσα καὶ ἀπροσδεής, οὐ διʼ ἀσθένειαν ἀλλὰ ῥώμῃ καὶ τελειότητι τῆς κατὰ φύσιν ἀρετῆς, χαίρειν ἐῶσα τὸν παρʼ ἑτέρων διὰ μαθήσεως τοῦ φρονεῖν συνερανισμόν.
それは無学でも無教育でもなく、むしろ自ずから学び、他を必要としないものであり、それは弱さによるのではなく、自然に従った徳の強さと完成によるのであって、他者から学習を通じて知恵を寄せ集めることなど、お払い箱にしているのである。
ὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος; καὶ περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις.
ともかく、人間が贅沢や戯れから学んだり訓練させたりすることにおいて、彼らの知性は、身体にとって自然に反することであっても、理解力の豊かさゆえに、それらの学習を身につけるのである。
ἐῶ γὰρ ἰχνεύειν σκύλακας καὶ βαδίζειν ἐν ῥυθμῷ πώλους μελετῶντας, ἀλλὰ κόρακας διαλέγεσθαι καὶ κύνας ἅλλεσθαι διὰ τροχῶν περιφερομένων.
猟犬が獲物の足跡を追うことや、子馬たちが訓練されてリズムに合わせて歩くことは言わずにおこう。 だが、大ガラスが言葉を話し、犬たちが回転する輪をくぐり抜けて跳ぶことはどうだろうか。
ἵπποι δὲ καὶ βόες ἐν θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδʼ ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες εὐμαθείας ἐπίδειξιν εἰς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν.
また、馬や牛は、劇場において、横たわることや、ダンス、危険な姿勢や動きなど、人間にとっても全く容易ではないことを、教え込まれて正確に行い、記憶しており、物覚えの良さのデモンストレーションを、それ以外には何ら全く役に立たないことのために行っている。
εἰ δʼ ἀπιστεῖς ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν.
しかし、もし私たちが技術を学ぶということをお前が信じないなら、私たちが教えることさえあるというのを聞くがよい。
αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον ἀνθʼ ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας·
イワシャコは、逃げる際に、雛たちに身を隠すことや、仰向けにひっくり返って自分の足で土塊を身代わりに差し出すことを習慣づける。
καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμένοις ὑφηγοῦνται τὴν πτῆσιν.
また、コウノトリの雛たちに対して、親鳥たちが屋根の上で付き添い、飛行の試練に挑む雛たちを先導するのを、お前は見ている。
αἱ δʼ ἀηδόνες τοὺς νεοσσοὺς προδιδάσκουσιν ᾄδειν·
そして、サヨナキドリは雛たちに前もって歌うことを教える。
οἱ δὲ ληφθέντες· ἔτι νήπιοι καὶ τραφέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον ᾄδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες καταδὺς δʼ εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς λόγους ἐκείνους, οἷς ἀνεπειθόμην ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώπου νομίζειν.
まだ幼いうちに捕らえられ、人間の手で育てられた雛たちは、下手に歌う。 まるで、あまりに早く先生のもとから引き離されたかのように。 しかし、この身体入り込んでみて、私は、かつてソフィストたちによって、人間以外のすべてのものは理性もなく知性もないと信じ込まされていた、あの議論の数々に驚くばかりだ。
§10ΟΔ. νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σύ, καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον;
オデュッセウス:それでは今や、グリュロスよ、お前はすっかり考えを変えて、羊やロバまでも理性的であると主張するのか。
ΓΡ.. αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μάλιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος.
グリュロス:まさにこれら自体によってこそ、最善なるオデュッセウスよ、野獣の性質は理性と理解力を欠いてはいないと、最も強く推論されねばならない。
ὡς γὰρ οὐκ ἔστι δένδρον ἕτερον ἑτέρου μᾶλλον οὐδʼ ἧττον ἄψυχον, ἀλλʼ ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν·
なぜなら、ある木が別の木よりもいっそう、あるいはより少なく生命を欠いているということはなく、すべてが同様に感覚を持たない状態にあるからである。
οὐδενὶ γὰρ αὐτῶν ψυχῆς μέτεστιν οὕτως οὐκ ἐδόκει ζῷον ἕτερον ἑτέρου τῷ φρονεῖν ἀργότερον εἶναι καὶ δυσμαθέστερον, εἰ μὴ πάντα λόγου καὶ συνέσεως, ἄλλα δὲ μᾶλλον καὶ ἧττον ἄλλων πως μετεῖχεν.
それらのどれも魂を分かち持ってはいないのだから。 同様に、ある動物が別の動物よりも思慮において鈍く、物覚えが悪いと思われることはないはずである。 もし、すべての動物が何らかの形で理性と理解力を分かち持っており、あるものは他のものよりも多く、あるものは少なく持っているのでなければ。
ἐννόησον δʼ ὅτι τὰς ἐνίων ἀβελτερίας καὶ βλακείας ἐλέγχουσιν ἑτέρων πανουργίαι καὶ δριμύτητες, ὅταν ἀλώπεκι καὶ λύκῳ καὶ μελίττῃ παραβάλῃς ὄνον καὶ πρόβατον ὥσπερ εἰ σαυτῷ τὸν Πολύφημον ἢ τῷ πάππῳ σου τῷ Αὐτολύκῳ τὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον.
考えてもみよ、あるものの愚鈍さや愚かさは、他者の狡猾さや鋭さによって証明されるのだということを。 お前がロバや羊を、狐や狼や蜜蜂と比較するとき、それは、お前自身にポリュペモスを、あるいは、お前の祖父アウトリュコスに、あのコリントスのホメロスを[比較するようなものである]。
οὐ γὰρ οἶμαι θηρίου πρὸς θηρίον ἀπόστασιν εἶναι τοσαύτην, ὅσον ἄνθρωπος ἀνθρώπου τῷ φρονεῖν καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀφέστηκεν.
なぜなら、ある野獣から別の野獣への隔たりは、人間が思慮や思考や記憶において、ある人間から別の人間へと隔たっているほどには、大きくないと思うからである。
ΟΔ. ἀλλʼ ὅρα, Γρύλλε, μὴ δεινὸν ᾖ καὶ βίαιον ἀπολιπεῖν λόγον, οἷς οὐκ ἐγγίγνεται θεοῦ νόησις.
オデュッセウス:しかし、グリュロスよ、神の認識が生じないものたちに、理性を認めることは、恐るべきことであり、不条理なことではないか、気をつけるがよい。
ΓΡ. Εἶτά σε μὴ φῶμεν, ὦ Ὀδυσσεῦ, σοφὸν οὕτως ὄντα καὶ περιττὸν Σισύφου γεγονέναι;
グリュロス:それでは、オデュッセウスよ、これほどまでに賢く、傑出しているお前が、シシュポスの子であるなどと、私たちは言うべきではないのだろうか。