§7ΓΡ. καὶ ταύτας γε πρῶτον διέλθωμεν.
グリュロス:そして、まずはこれらについて検討してみよう。
ἡ μὲν οὖν πρὸς τὰ εὐώδη καὶ κινοῦντα ταῖς ἀποφοραῖς τὴν ὄσφρησιν οἰκείως ἡδονὴ πρὸς τῷ τὸ ὄφελος καὶ προῖκα καὶ ἁπλοῦν ἔχειν ἅμα χρείαν τινὰ συμβάλλεται τῇ διαγνώσει τῆς τροφῆς.
さて、芳しいもの、またその放つ香りによって嗅覚を自然に刺激するものへ向かう快楽は、有益で、費用がかからず、単純であることに加えて、同時に食物を識別するための何らかの役割を果たしている。
ἡ μὲν γὰρ γλῶττα τοῦ γλυκέος;
なぜなら、舌は甘みや辛みや渋みの判定者であるし、またそう言われているが、それは汁が味覚器官と交じり合ってある種の混和が生じたときのことである。
καὶ δριμέος καὶ αὐστηροῦ γνώμων ἐστί τε καὶ λέγεται, ὅταν τῷ γευστικῷ προσμιγέντες οἱ χυμοὶ σύγχυσίν τινα λάβωσιν ἡ δʼ ὄσφρησις ἡμῶν πρὸ τῶν χυμῶν γνώμων οὖσα τῆς δυνάμεως ἑκάστου πολὺ τῶν βασιλικῶν προγευστῶν σκεπτικώτερον διαισθανομένη, τὸ μὲν οἰκεῖον εἴσω παρίησι τὸ δʼ ἀλλότριον ἀπελαύνει καὶ οὐκ ἐᾷ θιγεῖν οὐδὲ λυπῆσαι τὴν γεῦσιν ἀλλὰ διαβάλλει καὶ κατηγορεῖ τὴν φαυλότητα πρὶν ἢ βλαβῆναι τἄλλα δʼ οὐκ ἐνοχλεῖ, καθάπερ ὑμῖν, τὰ θυμιάματα καὶ κινάμωμα καὶ νάρδους καὶ φύλλα καὶ καλάμους Ἀραβικοὺς, μετὰ δεινῆς τινος καὶ δευσοποιοῦ φαρμακίδος τέχνης, μυρεψικῆς ὄνομα, συνάγειν εἰς ταὐτὸ καὶ συμφαγεῖν ἀναγκάζουσα, χρημάτων πολλῶν ἡδυπάθειαν ἄνανδρον καὶ κορασιώδη καὶ πρὸς οὐδὲν οὐδαμῶς χρήσιμον ὠνουμένους.
しかし私たちの嗅覚は、汁が味わわれる前にそれぞれの性質の判定者となり、王の毒味役たちよりもはるかに注意深く察知して、適合するものは内部へと受け入れ、適合しないものは追い払い、それが味覚に触れることも、また痛めることも許さず、害が及ぶ前にその質の悪さを告発して非難する。 そしてそれ以外の点では、お前たちのように、香料やシナモン、ナルド、木の葉、アラビアの葦を、調香術と呼ばれる、ある恐ろしく染みつきやすい魔術的な技術によって一箇所に集めて一緒に食べることを強制し、多額の費用を払って、男らしからぬ、女子供のようで、何ら何の役にも立たない奢侈を購わせるようなことで、私たちを煩わせることはない。
ἀλλὰ καίπερ οὖσα τοιαύτη διέφθαρκεν οὐ μόνον πάσας γυναῖκας ἀλλὰ καὶ τῶν ἀνδρῶν ἤδη τοὺς πλείστους, ὡς μηδὲ ταῖς αὑτῶν ἐθέλειν συγγίγνεσθαι γυναιξίν, εἰ μὴ μύρων ὑμῖν ὀδωδυῖαι καὶ διαπασμάτων εἰς ταὐτὸ φοιτῷεν.
しかし、この快楽はこのようなものであるにもかかわらず、すべての女たちだけでなく、今や男たちの大部分をも台無しにしてしまい、女たちが香油や化粧粉の匂いを漂わせてやって来ない限り、お前たちのために自分の妻と交わることさえ望まないほどにしている。
ἀλλὰ κάπρους τε σύες καὶ τράγους αἶγες καὶ τἄλλα θήλεα τοὺς συννόμους αὐτῶν ταῖς ἰδίαις ὀσμαῖς; ἐπάγεται, δρόσου τε καθαρᾶς καὶ λειμώνων ὀδωδότα καὶ χλόης συμφέρεται πρὸς τοὺς γάμους ὑπὸ κοινῆς φιλοφροσύνης, οὐχὶ θρυπτόμεναι μὲν αἱ θήλειαι καὶ προϊσχόμεναι τῆς ἐπιθυμίας ἀπάτας καὶ γοητείας καὶ ἀρνήσεις, οἱ δʼ ἄρρενες ὑπʼ οἴστρου καὶ μαργότητος ὠνούμενοι μισθῶν καὶ πόνου καὶ λατρείας τὸ τῆς γενέσεως ἔργον, ἄδολον δὲ σὺν καιρῷ καὶ ἄμισθον Ἀφροδίτην μετιόντες, ἣ καθʼ ὥραν ἔτους ὥσπερ φυτῶν βλάστην ἐγείρουσα τῶν ζῴων τὴν ἐπιθυμίαν εὐθὺς ἔσβεσεν, οὔτε τοῦ θήλεος προσιεμένου μετὰ τὴν κύησιν οὔτε πειρῶντος ἔτι τοῦ ἄρρενος.
これに対して、雌豚は雄豚を、雌山羊は雄山羊を、そして他の雌たちもそれぞれ固有の匂いによってその伴侶を引き寄せ、清らかな露や牧草地や青草の匂いを漂わせながら、共通の愛情に導かれて交わりのために集うのである。 そこでは、雌たちが気取って、その欲望を拒むために欺きや媚態や拒絶を差し出すこともなければ、雄たちが狂気と好色に駆られて、報酬や労苦や隷属と引き換えに、生殖という仕事を購うこともない。 そうではなく、彼らは季節に適い、偽りも報酬もない愛を追い求める。 この愛は、一年の決まった時期に植物の芽吹きのように動物たちの欲望を呼び覚ますが、受胎の後には雌が受け入れることもなく、雄が試みることもなくなるため、すぐにその欲望を消し去る。
οὕτω μικρὰν ἔχει καὶ ἀσθενῆ τιμὴν ἡ ἡδονὴ παρʼ ἡμῖν τὸ δʼ ὅλον ἡ φύσις.
このように、私たちの間では快楽が持つ価値は小さく弱く、自然がすべてを支配している。
ὅθεν οὔτʼ ἄρρενος πρὸς ἄρρεν οὔτε θήλεος πρὸς θῆλυ μῖξιν αἱ τῶν θηρίων ἐπιθυμίαι μέχρι γε νῦν ἐνηνόχασιν.
それゆえ、今日に至るまで、野獣たちの欲望が雄と雄、あるいは雌と雌の交わりをもたらしたことは一度もない。
ὑμῶν δὲ πολλὰ τοιαῦτα τῶν σεμνῶν καὶ ἀγαθῶν ἐῶ γὰρ τοὺς οὐδενὸς ἀξίους·
しかしお前たちの間では、そのような例が、あの厳格で善良とされる者たちにおいてすら数多く存在する。 価値のない者たちについては差し控えるとしてもだ。
ὁ δʼ Ἀγαμέμνων τὴν Βοιωτίαν ἐπῆλθε κυνηγετῶν τὸν Ἄργυννον ὑποφεύγοντα καὶ καταψευδόμενος τῆς θαλάσσης καὶ τῶν πνευμάτων, εἶτα καλὸν καλῶς ἑαυτὸν βαπτίζων εἰς τὴν Κωπαΐδα λίμνην, ὡς αὐτόθι κατασβέσων τὸν ἔρωτα καὶ τῆς ἐπιθυμίας ἀπαλλαξόμενος.
アガメムノーンは、自分から逃げ去るアルギュンノスを追いかけてボイオティアを巡り歩き、海や風のせいだと言い訳をしていたが、最後には、そこで愛を消し去り欲望から解放されようとするかのように、美しくも自らをコパイス湖へと身を投げた。
ὁ δʼ Ἡρακλῆς ὁμοίως ἑταῖρον ἀγένειον ἐπιδιώκων ἀπελείφθη τῶν ἀριστέων καὶ προύδωκε τὸν στόλον·
ヘラクレスも同様に、髭のない連れを追いかけて英雄たちの隊列から取り残され、遠征を放棄した。
ἐν δὲ τῇ θόλῳ τοῦ Πτῴου Ἀπόλλωνος λαθών τις ὑμῶν ἐνέγραψεν
Ἀχιλλεὺς καλός
ἤδη τοῦ Ἀχιλλέως;
また、プトゥーオスのアポローン神殿の円堂では、お前たちのうちの誰かが人目を盗んで「アキレウスは美しい」と書き残した。
υἱὸν ἔχοντος·
それはアキレウスにすでに息子がいた時のことである。
καὶ τὰ γράμματα πυνθάνομαι διαμένειν.
そしてその落書きが今も残っていると聞いている。
ἀλεκτρυὼν δʼ ἀλεκτρυόνος ἐπιβαίνων, θηλείας μὴ παρούσης, καταπίμπραται ζωός, μάντεώς τινος ἢ τερατοσκόπου μέγα καὶ δεινὸν ἀποφαίνοντος εἶναι τὸ γιγνόμενον.
一方、雄鶏が、雌鶏のいないところで別の雄鶏に乗っかると、占い師や奇兆の解釈者がその出来事を重大で不吉なことだと宣言するため、生きたまま焼き殺される。
οὕτω καὶ παρʼ αὐτῶν ἀνωμολόγηται τῶν ἀνθρώπων, ὅτι μᾶλλον τοῖς θηρίοις σωφρονεῖν προσήκει καὶ μὴ παραβιάζεσθαι ταῖς ἡδοναῖς τὴν φύσιν.
このように、快楽によって自然を歪めないこと、また野獣たちの方にこそ節制がよりふさわしいことは、人間たち自身によっても認められている。
τὰ δʼ ἐν ὑμῖν ἀκόλαστα οὐδὲ τὸν νόμον ἔχουσα σύμμαχον ἡ φύσις ἐντὸς ὅρων καθείργνυσιν ἀλλʼ ὥσπερ ὑπὸ ῥεύματος ἐκφερόμενα πολλαχοῦ ταῖς ἐπιθυμίαις δεινὴν ὕβριν καὶ ταραχὴν καὶ σύγχυσιν ἐν τοῖς ἀφροδισίοις ἀπεργάζεται τῆς φύσεως.
しかし、お前たちの中にある不節制なものは、自然が法律を味方につけてさえも、その境界の内側に閉じ込めることができない。 むしろ、奔流に流されるかのように、様々な場所でその欲望によって、性的な交わりにおいて、自然に対する恐るべき蹂躙と混乱と無秩序をもたらしている。
καὶ γὰρ αἰγῶν ἐπειράθησαν ἄνδρες καὶ ὑῶν καὶ ἵππων μιγνύμενοι καὶ γυναῖκες ἄρρεσι θηρίοις ἐπεμάνησαν ἐκ γὰρ τῶν τοιούτων γάμων ὑμῖν Μινώταυροι καὶ Αἰγίπανες, ὡς δʼ ἐγᾦμαι καὶ Σφίγγες ἀναβλαστάνουσι καὶ Κένταυροι.
実際、男たちは山羊や豚や馬を犯して交わりを結び、女たちは雄の野獣に対して狂おしい情欲を抱いた。 そのような婚姻から、お前たちのためにミノタウロスやアイギパン、さらに私の思うにスピンクスやケンタウロスが生まれたのだ。
καίτοι διὰ λιμὸν ποτʼ ἀνθρώπου καὶ κύων ἔφαγεν ὑπʼ ἀνάγκης καὶ ὄρνις ἀπεγεύσατο πρὸς δὲ συνουσίαν οὐδέποτε θηρίον ἐπεχείρησεν ἀνθρώπῳ χρήσασθαι.
ところで、飢えのために、かつて犬がしかたなく人間の肉を食べたり、鳥がそれを口にしたりしたことはあった。 しかし、交わりのために野獣が人間を利用しようとしたことなど、一度もない。
θηρία δʼ ἄνθρωποι καὶ πρὸς ταῦτα καὶ πρὸς ἄλλα πολλὰ καθʼ ἡδονὰς βιάζονται καὶ παρανομοῦσιν.
反対に、人間は、野獣に対してこれらのためにも、また他の多くのことのためにも、快楽に駆られて暴力的に振る舞い、法を犯しているのである。