Humanitext Reader

普鲁塔克 · 论野兽具有理性 §8

饮食欲望中野兽的适度与人类的过度和杂食

第 7 段,共 8 段 · 希腊语

内容简介

格里洛斯指出,在饮食这些必不可少的欲望中,人类追求享乐甚于食物的自然目的,因过度饱食而饱受各种疾病之苦。他指出野兽只吃其天生的单一食物,而人类在毫无匮乏的情况下却为了口腹之欲而大肆屠杀并食用各种动物。

§8ΓΡ. οὕτω δὲ φαῦλοι καὶ ἀκρατεῖς περὶ τὰς εἰρημένας ἐπιθυμίας ὄντες ἔτι μᾶλλον ἐν ταῖς ἀναγκαίαις ἐλέγχονται πολὺ τῷ σωφρονεῖν ἀπολειπόμενοι τῶν θηρίων, αὗται δʼ εἰσὶν αἱ περὶ βρῶσιν καὶ πόσιν ὧν ἡμεῖς μὲν τὸ ἡδὺ μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι.
格里洛斯:如此,你们在上述欲望上既卑劣又无节制,而在那些必不可少的欲望中,更被证明在节制方面远远落后于野兽。 而这些必不可少的欲望就是关于饮食的欲望,我们在其中总是伴随着某种需要而获得快乐,而你们则追求享乐甚于食物的自然目的,因而受到许多且长期的疾病惩罚。 这些疾病从“过度饱食”这一单一源泉中汲取,使你们的身体充斥着各种气体和难以清除的体液。
πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός· ὅσα δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδʼ ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν· ἀλλʼ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον πέφυκεν.
因为首先,对每种动物来说,都有一种天生的单一食物:对一些是草,对另一些是某种根或果实;而那些肉食动物,绝不转向任何其他种类的食物,也不夺取弱者的食物;相反,捕食者容许它们吃草,且狮子天然捕食鹿,狼天然捕食绵羊。
ὁ δʼ ἄνθρωπος ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγόμενος καὶ πειρώμενος πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον.
但人类因贪食而在享乐中被引向一切事物,尝试并品尝一切,仿佛还未认识到什么是合适和专属的一样,成了所有生物中唯一的杂食动物。
καὶ σαρξὶ χρῆται πρῶτον ὑπʼ οὐδεμιᾶς ἀπορίας οὐδʼ ἀμηχανίας, ᾧ πάρεστιν ἀεὶ καθʼ ὥραν ἄλλα ἐπʼ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι καὶ λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος· ἀλλʼ ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνεπιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον.
而且他吃肉,首先并不是因为任何匮乏或无奈,因为他随时可以根据季节从植物和种子中依次收获、获取和采集各种食物,并且不会因其丰饶而感到疲惫;然而,由于奢侈以及对必需食物的厌腻,他通过屠杀动物来追求不合适且不洁净的食物,其残忍程度远甚于最凶猛的野兽。
αἷμα μὲν γὰρ καὶ φόνος καὶ σάρκες ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον οἰκεῖον, ἀνθρώπῳ δʼ ὄψον ἐστίν.
因为鲜血、杀戮和肉,对鸢、狼和蛇来说是专属的食物,但对人类来说却只是配菜。
ἔπειτα παντὶ γένει χρώμενος οὐχ ὡς,· τὰ θηρία τῶν πλείστων ἀπέχεται, ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην ἀλλʼ οὔτε τι πτηνὸν οὔτε νηκτόν, ὡς ἔπος εἰπεῖν, οὔτε χερσαῖον ἐκπέφευγε τὰς ἡμέρους δὴ λεγομένας; ὑμῶν καὶ φιλοξένους τραπέζας.
其次,人类利用每一种动物,并不像野兽那样——野兽避开大多数动物,仅因食物的需要才与少数动物为敌——相反,可以说,无论是飞禽、游鱼还是陆畜,都没有逃脱你们那所谓的文明且好客的餐桌。

词汇与语法注释

  1. 991bἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι — 关系代词 `ἅπερ`(中性复数、主格)指代先行词 `νοσημάτων`,并作为单数动词 `ἐμπίπλησι` 的主语(中性复数主语与单数动词的一致)。分词 `ἐπαντλούμενα` 也是主格中性复数,与 `ἅπερ` 一致。`ὑμᾶς` 是 `ἐμπίπλησι` 的直接宾语,而 `πνευμάτων καὶ δυσκαθάρτων` 是表示充满内容的属格,`τοῖς σώμασι` 是关系与格。
  2. 991cἀλλʼ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον πέφυκεν — `ἐᾷ νέμεσθαι`(容许吃草)的主语是前句提到的肉食兽(`ὅσα δὲ σαρκοφαγεῖ`),指捕食者允许(非猎物的)其他草食兽吃草。而单数动词 `πέφυκεν`(天生如此)在语法上与较近的主语 `λύκος` 一致,但在逻辑上同时作用于 `λέων` 和 `λύκος`,简洁地表达了天然的对应关系:“狮子天然捕食鹿,狼天然捕食绵羊”。
  3. 991cᾧ πάρεστιν ἀεὶ καθʼ ὥραν ἄλλα ἐπʼ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι... μὴ κάμνειν διὰ πλῆθος — 关系代词与格 `ᾧ` 指代 `ἄνθρωπος`,并作为无人称动词 `πάρεστιν`(对某人而言是可能的/可得到的)的逻辑主语(与格)发挥作用。随后的分词 `τρυγῶντι`, `λαμβάνοντι`, `δρεπομένῳ` 均为与格,与 `ᾧ` 一致。不定式 `μὴ κάμνειν`(此处为 `μὴ κάμνειν`)则作为 `πάρεστιν` 的主语。

引用这一段

普鲁塔克, 论野兽具有理性 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg130.humanitext-grc2:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。