§4#1ΓΡ. τίνος μὲν οὖν οὐχὶ μᾶλλον ἢ τῷ σοφωτάτῳ τῶν ἀνθρώπων;
グ:いやむしろ、人間のうちで最も知恵のある者よりも、彼らに備わっていない徳などあるだろうか。
σκόπει δὲ πρῶτον, εἰ βούλει, τὴν ἀνδρείαν, ἐφʼ σὺ φρονεῖς μέγα καὶ οὐκ ἐγκαλύπτῃ
θρασὺς
καὶ
πτολίπορθος
ἀποκαλούμενος, ὅστις, ὦ σχετλιώτατε, δόλοις καὶ μηχαναῖς ἀνθρώπους ἁπλοῦν καὶ γενναῖον εἰδότας πολέμου τρόπον ἀπάτης δὲ καὶ ψευδῶν ἀπείρους παρακρουσάμενος, ὄνομα τῇ πανουργίᾳ προστίθης τῆς ἀρετῆς ἥκιστα πανουργίαν προσιεμένης.
もし望むなら、まずは勇気について考えてみるがよい。 お前がそれを大いに自慢し、大胆不敵な者とか都市の破壊者と呼ばれても恥じて顔を覆いもしないその勇気についてだ。 お前ときたら、ああ、情け知らずの男よ、単純で高潔な戦争のやり方しか知らず、欺瞞や嘘など経験したこともない人々を策謀と計略によって騙しておきながら、その悪知恵に「徳」の名を与えているのだ。 徳とは、悪知恵など最も受け入れがたいものであるというのに。
ἀλλὰ τῶν γε θηρίων τοὺς πρὸς ἄλληλα καὶ πρὸς ὑμᾶς ἀγῶνας ὁρᾷς ὡς ἄδολοι καὶ ἄτεχνοι καὶ μετʼ ἐμφανοῦς γυμνοῦ τε τοῦ θαρρεῖν πρὸς ἀληθινῆς ἀλκῆς ποιοῦνται τὰς ἀμύνας·
しかし、野獣たちが互いに、またお前たちに対して戦う様子を見るがよい。 いかに彼らは欺瞞がなく、小細工もなく、明白かつ包み隠しのない勇敢さをもって、真の力による防御を行うことか。
καὶ οὔτε νόμου καλοῦντος οὔτʼ ἀστρατείας δεδοικότα γραφὴν ἀλλὰ φύσει φεύγοντα τὸ κρατεῖσθαι μέχρι τῶν ἐσχάτων ἐγκαρτερεῖ καὶ διαφυλάττει τὸ ἀήττητον οὐ γὰρ ἡττᾶται κρατούμενα τοῖς σώμασιν οὔδʼ ἀπαγορεύει ταῖς ψυχαῖς ἀλλὰ ταῖς μάχαις ἐναποθνήσκει.
しかも、法律が召集するのでもなく、兵役忌避の告訴を恐れるのでもなく、ただ支配されることを本能的に避けて、極限まで耐え抜き、無敗のままであり続ける。 なぜなら、彼らは肉体において圧倒されても屈服することはなく、魂において屈することもなく、ただ戦闘の中で死んでいくからだ。
πολλῶν δὲ θνησκόντων ἡ ἀλκὴ μετὰ τοῦ θυμοειδοῦς ἀποχωρήσασά ποι καὶ συναθροισθεῖσα περὶ ἕν τι τοῦ σώματος μόριον ἀνθίσταται τῷ κτείνοντι καὶ πηδᾷ καὶ ἀγανακτεῖ, μέχρι ἂν ὥσπερ πῦρ ἐγκατασβεσθῇ παντάπασι καὶ ἀπόληται.
そして多くの者が死にゆくときにも、彼らの力は気概とともに肉体のどこかへと退いて一箇所に集まり、殺害者に対抗して跳ね回り、激しく抵抗する。 それは、火が内部で完全に消え去り、絶え果てるまでのことだ。
δέησις δʼ οὐκ ἔστιν οὐδʼ οἴκτου παραίτησις οὐδʼ ἐξομολόγησις ἥττης, οὐδὲ δουλεύει λέων λέοντι καὶ ἵππος ἵππῳ διʼ ἀνανδρίαν, ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, τὴν τῆς δειλίας ἐπώνυμον εὐκόλως ἐνἀσπαζόμενος.
そこには哀願も、哀れみを乞う懇願も、敗北の告白もない。 また、人間が人間に仕えるように、ライオンがライオンに、あるいは馬が馬に、卑怯さゆえに服従することもない。 人間は、臆病という名にふさわしい状態を安々と受け入れるというのに。
ὅσα δʼ ἄνθρωποι πάγαις ἢ δόλοις ἐχειρώσαντο, τὰ μὲν ἤδη τέλεια καὶ τροφὴν ἀπωσάμενα καὶ πρὸς δίψαν ἐγκαρτερήσαντα τὸν πρὸ δουλείας ἐπάγεται καὶ ἀγαπᾷ θάνατον·
人間が罠や計略によって捕らえたもののうち、すでに成長しきったものは、食べ物を拒み、渇きに耐え、奴隷となるよりは死を招き入れ、それを喜んで受け入れる。
νεοσσοῖς δὲ καὶ σκύμνοις τούτων, διʼ ἡλικίαν εὐαγώγοις καὶ ἁπαλοῖς οὖσιν, πολλὰ καὶ ἀπατηλὰ μειλίγματα καὶ ὑποπεττεύματα προσφέροντες καὶ καταφαρμάττοντες, ἡδονῶν παρὰ φύσιν γευόμενα καὶ διαίτης ἀδρανῆ χρόνῳ κατειργάσαντο, ἕως προσεδέξαντο καὶ ὑπέμειναν τὴν καλουμένην ἐξημέρωσιν ὥσπερ ἀπογυναίκωσιν τοῦ θυμοειδοῦς·
しかし、それらの雛や幼獣に対しては、彼らが幼さゆえに扱いやすく柔軟であるため、多くの欺瞞に満ちた甘言や誘惑を与えて手なずけ、自然に反する快楽や食事を味合わせることによって、徐々に彼らを無気力にさせていく。 こうして彼らは、いわゆる家畜化を受け入れ、耐え忍ぶようになるのだ。 それは彼らの気概の去勢のようなものである。
οἷς δὴ μάλιστα δῆλον ὅτι τὰ θηρία πρὸς τὸ θαρρεῖν εὖ πέφυκε.
これらのことから、野獣たちが勇敢さに向けていかに生まれつき優れた性質を持っているかが、最も明白に示されている。
τοῖς δʼ ἀνθρώποις ἡ παρρησία καὶ παρὰ φύσιν ἐστίν·
一方、人間にとっては、率直さ(大胆な自己主張)は自然に反してさえいる。
ἐκεῖθεν δʼ ἄν, ὦ βέλτιστʼ Ὀδυσσεῦ, μάλιστα καταμάθοις·
最善のオデュッセウスよ、次のことからそのことが最もよく分かるだろう。
ἐν γὰρ τοῖς θηρίοις ἰσορροπεῖ πρὸς ἀλκὴν ἡ φύσις καὶ τὸ θῆλυ τοῦ ἄρρενος οὐδὲν ἀποδεῖ, πονεῖν τε τοὺς ἐπὶ τοῖς ἀναγκαίοις πόνους ἀγωνίζεσθαί τε τοὺς ὑπὲρ τῶν τέκνων ἀγῶνας.
なぜなら、野獣においては、強さに関して自然の配分が均等であり、雌は雄に対して何ら劣ることがなく、必要な労働に耐えることにおいても、子供たちのために闘争を繰り広げることにおいても同様だからだ。
ἀλλὰ καὶ Κρομμυωνίαν τινὰ σῦν ἀκούεις, ἣ πράγματα πολλά, θῆλυ θηρίον οὖσα, τῷ Θησεῖ παρέσχε·
お前もまた、あるクロミュオーンの猪(牝の野獣でありながら、テーセウスに多大なる困難をもたらしたもの)について聞いているだろう。
καὶ τὴν Σφίγγα ἐκείνην οὐκ ἂν ὤνησεν ἡ σοφία περὶ τὸ Φίκιον ἄνω καθεζομένην, αἰνίγματα καὶ γρίφους πλέκουσαν, εἰ μὴ ῥώμῃ καὶ ἀνδρείᾳ πολὺ τῶν Καδμείων ἐπεκράτει.
また、あの有名なスフィンクスにしても、フィキオン山の頂に陣取って、謎や難問を織りなしていた彼女の知恵は、もし彼女が体力と勇気においてカドモス人を遥かに圧倒していなかったなら、何の役にも立たなかっただろう。
ἐπεῖ δέ που καὶ Τευμησίαν ἀλώπεκα
μέρμερον χρῆμα
καὶ πλησίον ὄφιν τῷ Ἀπόλλωνι περὶ τοῦ χρηστηρίου μονομαχοῦσαν ἐν Δελφοῖς γενέσθαι λέγουσι.
さらに、テウメッソスの狐という厄介極まりない存在や、あるいはデルポイで神託所をめぐってアポローンと一対一で戦った、近隣の蛇なども存在したと言われている。