§4#1ΓΡ. τίνος μὲν οὖν οὐχὶ μᾶλλον ἢ τῷ σοφωτάτῳ τῶν ἀνθρώπων;
格:究竟有什么美德是它们不比人类中最聪明的人更拥有的呢?
σκόπει δὲ πρῶτον, εἰ βούλει, τὴν ἀνδρείαν, ἐφʼ σὺ φρονεῖς μέγα καὶ οὐκ ἐγκαλύπτῃ
θρασὺς
καὶ
πτολίπορθος
ἀποκαλούμενος, ὅστις, ὦ σχετλιώτατε, δόλοις καὶ μηχαναῖς ἀνθρώπους ἁπλοῦν καὶ γενναῖον εἰδότας πολέμου τρόπον ἀπάτης δὲ καὶ ψευδῶν ἀπείρους παρακρουσάμενος, ὄνομα τῇ πανουργίᾳ προστίθης τῆς ἀρετῆς ἥκιστα πανουργίαν προσιεμένης.
如果你愿意,首先看看勇气吧,你对此深感自豪,当被称为大胆的和攻城略地者时,你甚至毫不遮面,你这最可恶的人,用阴谋和诡计欺骗了那些只知简单高贵战争方式、对欺诈和谎言毫无经验的人,却把美德之名冠于你的奸诈之上,而美德是最不容许奸诈的。
ἀλλὰ τῶν γε θηρίων τοὺς πρὸς ἄλληλα καὶ πρὸς ὑμᾶς ἀγῶνας ὁρᾷς ὡς ἄδολοι καὶ ἄτεχνοι καὶ μετʼ ἐμφανοῦς γυμνοῦ τε τοῦ θαρρεῖν πρὸς ἀληθινῆς ἀλκῆς ποιοῦνται τὰς ἀμύνας· καὶ οὔτε νόμου καλοῦντος οὔτʼ ἀστρατείας δεδοικότα γραφὴν ἀλλὰ φύσει φεύγοντα τὸ κρατεῖσθαι μέχρι τῶν ἐσχάτων ἐγκαρτερεῖ καὶ διαφυλάττει τὸ ἀήττητον οὐ γὰρ ἡττᾶται κρατούμενα τοῖς σώμασιν οὔδʼ ἀπαγορεύει ταῖς ψυχαῖς ἀλλὰ ταῖς μάχαις ἐναποθνήσκει.
但你至少可以看到,野兽们彼此之间以及对你们的抗争,是何等没有欺诈、不耍手段,并以显而易见且赤裸裸的勇敢,凭着真正的力量进行抵抗;它们既非因法律召集,亦非因害怕逃避兵役的控告,而是本能地逃避被征服,坚持到最后一刻,保持着不败;因为它们即便在身体上被压制,也并未战败,它们的灵魂决不屈服,而是在战斗中死去。
πολλῶν δὲ θνησκόντων ἡ ἀλκὴ μετὰ τοῦ θυμοειδοῦς ἀποχωρήσασά ποι καὶ συναθροισθεῖσα περὶ ἕν τι τοῦ σώματος μόριον ἀνθίσταται τῷ κτείνοντι καὶ πηδᾷ καὶ ἀγανακτεῖ, μέχρι ἂν ὥσπερ πῦρ ἐγκατασβεσθῇ παντάπασι καὶ ἀπόληται.
在许多死去的野兽身上,它们的力量随着血性退避到某处,聚集在身体的某一个部位,抗击着杀害者,跳动着,愤怒着,直到像火一样在体内完全熄灭而消逝。
δέησις δʼ οὐκ ἔστιν οὐδʼ οἴκτου παραίτησις οὐδʼ ἐξομολόγησις ἥττης, οὐδὲ δουλεύει λέων λέοντι καὶ ἵππος ἵππῳ διʼ ἀνανδρίαν, ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, τὴν τῆς δειλίας ἐπώνυμον εὐκόλως ἐνἀσπαζόμενος.
这里没有哀求,没有乞怜,也没有承认失败;狮子不因懦弱而服侍狮子,马也不因懦弱而服侍马,不像人服侍人那样,轻易地顺从那以懦弱为名的状态。
ὅσα δʼ ἄνθρωποι πάγαις ἢ δόλοις ἐχειρώσαντο, τὰ μὲν ἤδη τέλεια καὶ τροφὴν ἀπωσάμενα καὶ πρὸς δίψαν ἐγκαρτερήσαντα τὸν πρὸ δουλείας ἐπάγεται καὶ ἀγαπᾷ θάνατον· νεοσσοῖς δὲ καὶ σκύμνοις τούτων, διʼ ἡλικίαν εὐαγώγοις καὶ ἁπαλοῖς οὖσιν, πολλὰ καὶ ἀπατηλὰ μειλίγματα καὶ ὑποπεττεύματα προσφέροντες καὶ καταφαρμάττοντες, ἡδονῶν παρὰ φύσιν γευόμενα καὶ διαίτης ἀδρανῆ χρόνῳ κατειργάσαντο, ἕως προσεδέξαντο καὶ ὑπέμειναν τὴν καλουμένην ἐξημέρωσιν ὥσπερ ἀπογυναίκωσιν τοῦ θυμοειδοῦς· οἷς δὴ μάλιστα δῆλον ὅτι τὰ θηρία πρὸς τὸ θαρρεῖν εὖ πέφυκε.
至于人类用陷阱或诡计制服的那些野兽,凡是已经成年的,宁可拒绝食物、忍受干渴,招致并甘愿接受死亡,也不愿套上奴役;但对于它们那些因年幼而易于驯服且娇嫩的幼雏和幼兽,人们通过提供许多欺骗性的甜头和诱惑并加以迷惑,让它们品尝违反天性的享乐和生活方式,随着时间的推移使它们变得软弱,直到它们接受并忍受了所谓的驯化——这就像是对它们血性的阉割一样;由这些事实确实最清楚地表明,野兽天生极具勇敢的资质。
τοῖς δʼ ἀνθρώποις ἡ παρρησία καὶ παρὰ φύσιν ἐστίν· ἐκεῖθεν δʼ ἄν, ὦ βέλτιστʼ Ὀδυσσεῦ, μάλιστα καταμάθοις· ἐν γὰρ τοῖς θηρίοις ἰσορροπεῖ πρὸς ἀλκὴν ἡ φύσις καὶ τὸ θῆλυ τοῦ ἄρρενος οὐδὲν ἀποδεῖ, πονεῖν τε τοὺς ἐπὶ τοῖς ἀναγκαίοις πόνους ἀγωνίζεσθαί τε τοὺς ὑπὲρ τῶν τέκνων ἀγῶνας.
而对人类而言,坦率直言甚至违反了天性;最优秀的奥德修斯啊,从以下这方面你最能明白这一点:因为在野兽中,大自然在力量上是平等分配的,雌性绝不亚于雄性,无论是在承受必要的劳苦上,还是在为保护幼崽而进行的斗争中。
ἀλλὰ καὶ Κρομμυωνίαν τινὰ σῦν ἀκούεις, ἣ πράγματα πολλά, θῆλυ θηρίον οὖσα, τῷ Θησεῖ παρέσχε· καὶ τὴν Σφίγγα ἐκείνην οὐκ ἂν ὤνησεν ἡ σοφία περὶ τὸ Φίκιον ἄνω καθεζομένην, αἰνίγματα καὶ γρίφους πλέκουσαν, εἰ μὴ ῥώμῃ καὶ ἀνδρείᾳ πολὺ τῶν Καδμείων ἐπεκράτει.
你也听闻过那只克罗米翁牝猪,它虽是一只雌兽,却给忒修斯带来了许多麻烦;还有那著名的斯芬克斯,坐在菲基翁山顶,编织着谜语和难解之题,如果她不是在力量和勇气上远胜卡德摩斯人,她的智慧对她也毫无益处。
ἐπεῖ δέ που καὶ Τευμησίαν ἀλώπεκα
μέρμερον χρῆμα
καὶ πλησίον ὄφιν τῷ Ἀπόλλωνι περὶ τοῦ χρηστηρίου μονομαχοῦσαν ἐν Δελφοῖς γενέσθαι λέγουσι.
而且人们还说,曾有那只忒乌墨索斯狐狸(一个令人头疼的家伙),以及在德尔斐因神谕所而与阿波罗单挑的附近的巨蛇。