Humanitext Reader

プルタルコス · 冷の原理について §15-16

水の凍結現象と冷の根源としての水の本性

7 / 10 箇所 · ギリシア語

要旨

大きな川の深部が凍らない理由や、冷たさの本源が空気ではなく水であることを、物理的現象やポセイドニオス、ホメロスの言葉を引いて論じる。さらに、テオフラストスの説を批判し、水が根源的に冷たい性質を持つことを、エンペドクレスの詩を交えながら主張する。

§15τὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον.
大きな川の下の方は理に適って凍らない。
τὰ γὰρ ἄνω παγέντα τὴν ἀναθυμίασιν οὐ διίησιν, ἀλλʼ ἐγκαθειργνυμένη καὶ ἀποστρεφομένη θερμότητα παρέχει τοῖς διὰ βάθους ὑγροῖς·
というのも、上部が凍ると蒸気を通さなくなり、閉じ込められて押し戻された熱が、深部の液体に熱を与えるからである。
ἀπόδειξις δὲ τούτου τὸ λυομένου τοῦ πάγου πάλιν ἀτμὸν πολὺν ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι;
このことの証明は、氷が溶けるときに、再び多くの蒸気が水から立ち上ることである。
διὸ καὶ τὰ τῶν ζῴων σώματα χειμῶνός ἐστι θερμότερα τῷ συνέχειν τὸ θερμὸν ἐν ἑαυτοῖς ὑπὸ τῆς ἔξωθεν ψυχρότητος εἴσω συνελαυνόμενον.
それゆえ、動物の体も冬にはより温かい。 外部の冷たさによって内部へと押し込められた熱を自らの内に保持するからである。
αἱ δʼ ἀναρύσεις καὶ μετεωρίσεις οὐ μόνον τὸ θερμὸν ἐξαιροῦσι τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ψυχρόν·
これに対して、(水を)汲み上げることや空中へと高く上げることは、水から熱を取り去るだけでなく、冷たさをも取り去る。
ὅθεν ἥκιστα τὰς χιόνας καὶ τὸ συνθλιβόμενον ὑγρὸν ἀπʼ αὐτῶν οἱ σφόδρα ψυχροῦ δεόμενοι κινοῦσιν·
それゆえ、非常に冷たいものを必要とする人々は、雪やそれから搾り出される液体をほとんど動かさない。
ἐκστατικὸν γὰρ ἀμφοῖν ἡ κίνησις.
なぜなら、動かすことは両者を損なうものだからである。
ὅτι δʼ οὐκ ἀέρος ἐστὶν ἀλλʼ ὕδατος ἡ τοιαύτη δύναμις, οὕτως ἄν τις ἐξ ὑπαρχῆς ἐπέλθοι.
しかし、そのような力は空気のものではなく、水のものであるということは、このように根源から検討を進めることができるだろう。
πρῶτον μὲν οὐκ εἰκός ἐστιν ἀέρα, τῷ αἰθέρι γειτνιῶντα καὶ ψαύοντα τῆς περιφορᾶς καὶ ψαυόμενον οὐσίας πυρώδους, τὴν ἐναντίαν ἔχειν δύναμιν οὔτε γὰρ ἄλλως δυνατὸν ἁπτόμενα καὶ συνεχῆ τοῖς πέρασιν ὄντα δύο σώματα μὴ πάσχειν ὑπʼ ἀλλήλων, εἰ δὲ πάσχειν, μὴ ἀναπίμπλασθαι τῆς τοῦ κρείττονος δυνάμεως τὸ ἧττον οὔτε τὴν φύσιν ἔχει λόγον ἐφεξῆς τῷ φθείροντι τάξαι τὸ φθειρόμενον, ὥσπερ οὐ κοινωνίας οὖσαν οὐδʼ ἁρμονίας ἀλλὰ πολέμου καὶ μάχης δημιουργόν.
第一に、空気は、アイテールに隣接し、その天球の回転に触れ、また火のような実体によって触れられているのであるから、それと反対の力を持つということはありそうにない。 なぜなら、端のところで互いに接触し連続している二つの物体が、互いに影響を受けないということは他の点でも不可能であり、また影響を受けるとすれば、劣る方がより勝る方の力に満たされないということは不可能だからである。 また、自然が消滅させるもののすぐ隣に消滅させられるものを配置するというのも道理に合わない。 まるで自然が、交わりや調和の作り手ではなく、戦争や戦いの作り手であるかのようになってしまう。
χρῆται μὲν γὰρ ἐναντίοις εἰς τὰ ὅλα πράγμασι χρῆται δʼ οὐκ ἀκράτοις οὐδʼ ἀντιτύποις, ἀλλʼ ἐναλλάξ τινα θέσιν καὶ τάξιν οὐκ ἀναιρετικὴν ἀλλὰ κοινωνικὴν διʼ ἑτέρων καὶ συνεργὸν ἐν μέσῳ παρεμπλεκομένην ἔχουσι καὶ ταύτην εἴληφεν ὁ ἀήρ, ὑποκεχυμένος τῷ πυρὶ πρὸ τοῦ ὕδατος καὶ διαδιδοὺς;
なぜなら、自然は万物を構成するために、対立するものを用いるが、それは混じりけのないものや反発し合うものとしてではなく、むしろ中間に割り込んで介在する他のものを媒介として、破壊的ではなく、共存的で、協力的なある種の交互の配置と秩序を持たせるからである。 そしてこの配置を空気は得ており、水の前に火の下に広がって、両方へと(影響を)伝えまた結びつけている。
ἐπʼ ἀμφότερα καὶ συνάγων, οὔτε θερμὸς ὢν αὐτὸς οὔτε ψυχρὸς ἀλλὰ ψυχροῦ καὶ θερμοῦ μετακέρασμα καὶ κοινώνημα; μιγνυμένων ἐν αὐτῷ μῖξιν ἀβλαβῆ καὶ μαλακῶς ἀνιεῖσαν καὶ δεχομένην τὰς ἐναντίας ἀκρότητας.
空気自体は熱くも冷たくもなく、冷たさと熱さの適度な混合であり、共有物であって、それらの対立する極端なものが、自らの中で無害に混ざり合い、穏やかに緩和され、受け入れられるのである。
§16ἔπειτα πανταχοῦ μέν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος.
次に、空気はどこでも一様であるが、冬や冷たさはどこでも同じではない。
ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος εἶναι.
むしろ、居住世界のこれらの地方は冷たくて極めて湿っており、あちらの地方は乾燥して熱い。 これは偶然によるのではなく、冷たさと湿り気が一つの実体であるからである。
Λιβύης μὲν γὰρ ἔνθερμος πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς. ὑγροῖς τὴν γένεσιν εἶχε.
実際、リビアの大部分は極めて熱く水がないが、スキティアやトラキアやポントスは、旅した人々が伝えるところによれば、大きな湖があり、深くて多くの川が流れている。 そして、それらの中間にある土地自体のうちでも、湖の周辺や湿地帯は、水分からの蒸気のために最も冷たい。 ポセイドニオスは、湿地帯の湿った新しい空気が冷たさの原因であると言ったが、これは説得力を損なったのではなく、むしろより説得力あるものにした。 というのも、もし冷たさが湿ったものの中にその発生源を持たないとすれば、空気のうちで新しいものが常に、より冷たいものとして現れることはないだろうからである。
βέλτιον οὖν Ὅμηρος εἰπὼν " αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό, " τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν.
それゆえ、ホメロスは、『川からは、夜明け前に冷たいそよ風が吹く』と言って、冷たさの源を示したのだから、より優れている。
ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις σύνεγγυς εἶναι καὶ οἰκείας.
さらにまた、感覚はしばしば私たちを欺く。 私たちが冷たい衣服や羊毛に触れるとき、それらが湿っていると勘違いする。 なぜなら、両者に共通の実体が存在し、その本性がきわめて近く、親和的であるからである。
ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ·
また、厳しい冬の気候のもとでは、冷たさは銅製や陶製の多くの容器を破裂させる。
κενὸν δʼ οὐδὲν ἀλλὰ πάντα πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος.
中身は空っぽではなく、すべて満たされているが、それは水がその冷たさによって(外へ)押し出すからである。
καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύειν τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ χρώμενον·
もっとも、テオフラストスは、空気が湿気を釘のように用いて容器を破裂させるのだと言っている。
ὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν·
しかし、これが真実というよりは、むしろ巧みな言い回しにすぎないのではないか、と考えてみなさい。
ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος. .
なぜなら、もしそうなら、ピッチや牛乳で満たされた容器のほうが、空気によってより破裂させられるはずだからである。
ἀλλʼ ἔοικε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως·
むしろ、水はそれ自体において、かつ根源的に冷たいものであると思われる。
ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πυρός, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα.
なぜなら、水の冷たさは火の熱さに対立し、その湿り気は乾燥に対立し、その重さは軽さに対立しているからである。
καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι· καὶ διαιρετικόν, τὸ δʼ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον·
そして総じて、火は拡散させ分離させるものであるのに対し、水は膠着させ保持するものであり、湿り気によって維持し、固まらせる。
ᾗ καὶ παρέσχεν Ἐμπεδοκλῆς ὑπόνοιαν, ὡς τὸ μὲν πῦρ νεῖκος οὐλόμενον σχεδύνην δὲ φιλότητα τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων ἐπεὶ, τροφὴ μὲν·
それゆえエンペドクレスも、火を『滅ぼすべき争い』、湿ったものを『密着させる愛』と折々に呼ぶことで、そのような推測を抱かせたのである。
πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς;
なぜなら、火の養分とは火へと変化するものであり、変化するのは同族で親和的なものである一方、対立するものは変化しがたいからである。
καὶ οἰκεῖον, τὸ δʼ ἐναντίον δυσμετάβλητον, ὡς τὸ ὕδωρ καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον.
例えば、水はそれ自体としては言うなれば不燃性であり、湿った薪や濡れた木材を燃えにくくし、また、その冷たさによって、本来の敵である熱と戦いながら、水分のために暗くて鈍い炎を立ち上らせるからである。

語釈・文法注

  1. 951bτὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον — κατὰ λόγον(理に適って、比例して)は、川の下層が凍らない現象が自然の理に適っていることを示す副詞句。γάρ 節でそのメカニズムが説明される。
  2. 951dοὔτε γὰρ ἄλλως δυνατὸν... μὴ πάσχειν... μὴ ἀναπίμπλασθαι... οὔτε τὴν φύσιν ἔχει λόγον — οὔτε γὰρ ... οὔτε ... の二重否定構造。一つ目の οὔτε は δυνατόν に対し、二つ目の οὔτε は ἔχει λόγον に対応する。それぞれに不定詞 πάσχειν, ἀναπίμπλασθαι, および τάξαι が従う。
  3. 952aὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν — ὅρα μὴ ... ἐστίν は、懸念や疑念を表す μὴ 節(直説法を伴う)を導き、『〜ではないかと警戒せよ/考えてみよ』というニュアンスを持つ。ここではテオフラストスの説に対する著者の懐疑的な姿勢を示す。

この箇所を引用する

プルタルコス, 冷の原理について §15-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:15-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。