Humanitext Reader

普鲁塔克 · 论冷的原初原理 §15-16

水的冻结现象与水作为寒冷根源的本性

第 7 段,共 10 段 · 希腊语

内容简介

作者解释了大河深处不结冰的原因,并结合自然现象以及波塞多尼乌斯和荷马的观点,论证寒冷的源头是水而非空气。随后,他反驳了泰奥弗拉斯托斯的观点,并结合恩培多克勒的诗句,主张水本身具有根本的寒冷属性。

§15τὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον.
大河的下层不结冰是合乎情理的。
τὰ γὰρ ἄνω παγέντα τὴν ἀναθυμίασιν οὐ διίησιν, ἀλλʼ ἐγκαθειργνυμένη καὶ ἀποστρεφομένη θερμότητα παρέχει τοῖς διὰ βάθους ὑγροῖς· ἀπόδειξις δὲ τούτου τὸ λυομένου τοῦ πάγου πάλιν ἀτμὸν πολὺν ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι;
因为上层结冰后不让蒸汽排出,而是将其禁锢并压回,从而向深层的液体提供热量;这一点的证明是,当冰消融时,大量蒸汽再次从液体中升腾起来。
διὸ καὶ τὰ τῶν ζῴων σώματα χειμῶνός ἐστι θερμότερα τῷ συνέχειν τὸ θερμὸν ἐν ἑαυτοῖς ὑπὸ τῆς ἔξωθεν ψυχρότητος εἴσω συνελαυνόμενον.
因此,动物的身体在冬天也更温暖,因为它们将热量保持在体内,而这热量是被外面的寒冷逼向内部的。
αἱ δʼ ἀναρύσεις καὶ μετεωρίσεις οὐ μόνον τὸ θερμὸν ἐξαιροῦσι τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ψυχρόν· ὅθεν ἥκιστα τὰς χιόνας καὶ τὸ συνθλιβόμενον ὑγρὸν ἀπʼ αὐτῶν οἱ σφόδρα ψυχροῦ δεόμενοι κινοῦσιν· ἐκστατικὸν γὰρ ἀμφοῖν ἡ κίνησις.
然而,汲水和将水提升到空中,不仅夺走了水中的热,也夺走了冷;因此,极需冷的人最不愿扰动雪以及从雪中榨出的液体,因为运动会破坏这两者的状态。
ὅτι δʼ οὐκ ἀέρος ἐστὶν ἀλλʼ ὕδατος ἡ τοιαύτη δύναμις, οὕτως ἄν τις ἐξ ὑπαρχῆς ἐπέλθοι.
然而,这种力量不属于空气而属于水,人们可以从根本上这样进行探讨。
πρῶτον μὲν οὐκ εἰκός ἐστιν ἀέρα, τῷ αἰθέρι γειτνιῶντα καὶ ψαύοντα τῆς περιφορᾶς καὶ ψαυόμενον οὐσίας πυρώδους, τὴν ἐναντίαν ἔχειν δύναμιν οὔτε γὰρ ἄλλως δυνατὸν ἁπτόμενα καὶ συνεχῆ τοῖς πέρασιν ὄντα δύο σώματα μὴ πάσχειν ὑπʼ ἀλλήλων, εἰ δὲ πάσχειν, μὴ ἀναπίμπλασθαι τῆς τοῦ κρείττονος δυνάμεως τὸ ἧττον οὔτε τὴν φύσιν ἔχει λόγον ἐφεξῆς τῷ φθείροντι τάξαι τὸ φθειρόμενον, ὥσπερ οὐ κοινωνίας οὖσαν οὐδʼ ἁρμονίας ἀλλὰ πολέμου καὶ μάχης δημιουργόν.
第一,空气邻近艾太尔,接触着天体运行并被火热的实体所接触,因此不太可能具有相反的力量;因为在其他情况下,两个在边缘接触并连续的物体不可能不互相影响,而如果互相影响,较弱者不可能不充满较强者力量;大自然也没有理由将消亡之物紧邻消灭之物安置,仿佛大自然不是结合与和谐的创造者,而是战争和战斗的制造者。
χρῆται μὲν γὰρ ἐναντίοις εἰς τὰ ὅλα πράγμασι χρῆται δʼ οὐκ ἀκράτοις οὐδʼ ἀντιτύποις, ἀλλʼ ἐναλλάξ τινα θέσιν καὶ τάξιν οὐκ ἀναιρετικὴν ἀλλὰ κοινωνικὴν διʼ ἑτέρων καὶ συνεργὸν ἐν μέσῳ παρεμπλεκομένην ἔχουσι καὶ ταύτην εἴληφεν ὁ ἀήρ, ὑποκεχυμένος τῷ πυρὶ πρὸ τοῦ ὕδατος καὶ διαδιδοὺς; ἐπʼ ἀμφότερα καὶ συνάγων, οὔτε θερμὸς ὢν αὐτὸς οὔτε ψυχρὸς ἀλλὰ ψυχροῦ καὶ θερμοῦ μετακέρασμα καὶ κοινώνημα; μιγνυμένων ἐν αὐτῷ μῖξιν ἀβλαβῆ καὶ μαλακῶς ἀνιεῖσαν καὶ δεχομένην τὰς ἐναντίας ἀκρότητας.
因为大自然固然在万物中运用对立面,但她运用的并非纯粹或排斥的对立面,而是通过在中间插入其他起协同作用的元素,使其具有某种非破坏性的、互通的、交替的排列和秩序;空气便获得了这种位置,它在水之前、在火之下铺展,并向两边传递且加以结合,它本身既非热也非冷,而是冷与热的适度调和与共有,对立的两个极端在其中无害地混合,温和地缓解并被接纳。
§16ἔπειτα πανταχοῦ μέν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος.
其次,空气在各地都是均等一致的,但各地的冬天和寒冷并不相同。
ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος εἶναι.
相反,居住世界的这些地方寒冷且极潮湿,而那些地方干燥且炎热,这并非偶然,而是因为寒冷与潮湿属于同一实体。
Λιβύης μὲν γὰρ ἔνθερμος πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς.
因为利比亚的大部分地区极热且无水,而据旅行者的记载,斯基泰、色雷斯和庞托斯拥有巨大的湖泊,并有许多深河川流其间;在这些中间地带,临湖和沼泽的地方寒冷最甚,这是因为来自液体的蒸汽。
ὑγροῖς τὴν γένεσιν εἶχε.
波塞多尼乌斯说,冷的原因在于沼泽和潮湿的空气是新生的,这并没有削弱其说服力,反而使之更具说服力;因为如果寒冷不是在液体中产生,那么新生的空气就不会显得总是比其他空气更冷。
βέλτιον οὖν Ὅμηρος εἰπὼν " αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό, " τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν.
因此,荷马说得更好,他通过说 ‘黎明前,从河面上吹来一阵冷风’,指出了寒冷的源头。
ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις σύνεγγυς εἶναι καὶ οἰκείας.
再者,当触碰寒冷的衣服或羊毛时,感觉常常欺骗我们,让我们以为触碰到了湿的东西,因为两者存在共同的实体,且本性极为接近和亲和。
ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ· κενὸν δʼ οὐδὲν ἀλλὰ πάντα πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος.
在寒冬气候下,寒冷会使许多铜制和陶制的容器破裂;其中并非空无一物,而是全部装满,因为水因其寒冷而强行扩张。
καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύειν τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ χρώμενον· ὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν· ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος. .
然而泰奥弗拉斯托斯说,是空气使容器破裂,它把湿气当作钉子一样使用;但请看这说法是否华丽有余而真实不足;因为如果是这样,装满沥青或牛奶的容器更应该被空气胀破。
ἀλλʼ ἔοικε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως· ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πυρός, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα.
但水似乎本身就是、且首先是寒冷的;因为水的寒冷与火的热相对立,正如其潮湿与干燥相对立、沉重与轻盈相对立一样。
καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι· καὶ διαιρετικόν, τὸ δʼ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον· ᾗ καὶ παρέσχεν Ἐμπεδοκλῆς ὑπόνοιαν, ὡς τὸ μὲν πῦρ νεῖκος οὐλόμενον σχεδύνην δὲ φιλότητα τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων ἐπεὶ, τροφὴ μὲν· πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς; καὶ οἰκεῖον, τὸ δʼ ἐναντίον δυσμετάβλητον, ὡς τὸ ὕδωρ καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον.
总的来说,火是耗散和分裂的,而水是凝聚和保持的,以其潮湿维持并使之冻结;因此恩培多克勒也让人产生这样的联想,他多次将火称为‘毁灭性的争斗’,而将湿润之物称为‘结合的爱’;因为火的养分是转化为火的东西,且只有同类和亲和之物才会转化,而对立面则难以转化,正如水本身而言可以说是不可燃的,它使得潮湿的燃料、绿草和浸湿的木材难以燃烧,且由于其湿润而发出黑暗暗淡的火焰,以其寒冷与热抗争,视之如天然的敌人。

词汇与语法注释

  1. 951bτὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον — 副词短语 κατὰ λόγον(意为“合理地”或“合乎理性地”)修饰 οὐ πήγνυται,表明河流下层不结冰的物理现象是符合自然理性的,其具体机制由接下来的 γάρ 从句进行了解释。
  2. 951dοὔτε γὰρ ἄλλως δυνατὸν... μὴ πάσχειν... μὴ ἀναπίμπλασθαι... οὔτε τὴν φύσιν ἔχει λόγον — 这是一个由 οὔτε... οὔτε...(“既不……也不……”)主导的复杂并列关联结构。第一个 οὔτε 引入了两个接触且连续的物体不可能不互相影响(μὴ πάσχειν),以及较弱者不可能不充满较强者力量(μὴ ἀναπίμπλασθαι)的论断;第二个 οὔτε 则指出了自然将消亡之物安置在消灭之物身旁是不合常理的(οὔτε... ἔχει λόγον... τάξαι)。
  3. 952aὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν — 直说法国开的 ὅρα μὴ... ἐστίν 句式引入了一种带有审慎怀疑或担忧的表达,意为“看这是否不……”或“考虑这是否只是……”。这表达了作者对泰奥弗拉斯托斯关于“空气是导致容器破裂的直接原因”这一解释的怀疑态度。

引用这一段

普鲁塔克, 论冷的原初原理 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:15-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。