§9.1#1Ὑπερείδης Γλαυκίππου μὲν ἦν πατρὸς τοῦ Διονυσίου, τῶν δὲ δήμων Κολλυτεύς.
ヒュペレイデスは、ディオニュシオスの子グラウキッポスを父とし、コリュトス区の出身であった。
ἔσχε δʼ υἱὸν ὁμώνυμον τῷ πατρὶ Γλαύκιππον, ῥήτορα καὶ λόγους συγγράψαντα·
彼は、父と同名で、弁論家であり演説草稿を執筆したグラウキッポスという名の息子を得た。
οὗ πάλιν Ἀλφίνους ἐγένετο.
彼から、さらにアルピヌスが生まれた。
ἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργῳ καὶ Ἰσοκράτους τοῦ ῥήτορος ἐπολιτεύσατο Ἀθήνησι, καθʼ ὃν χρόνον Ἀλέξανδρος; τῶν Ἑλληνικῶν ἥπτετο πραγμάτων·
彼は、哲学者プラトンの聴講生にリュクルゴスとともに加わり、また弁論家イソクラテスのもとでも学んだ後、アレクサンドロスがギリシアの国政に関わり始めた時期にアテナイにおいて政治活動を行った。
· καὶ περὶ τῶν στρατηγῶν ὧν ᾔτει παρʼ Ἀθηναίων ἀντεῖπε, καὶ περὶ τῶν τριήρων·
そして、アレクサンドロスがアテナイ人に求めた将軍たちについても、また三段櫂船についても、彼は反対した。
συνεβούλευσε δὲ καὶ τὸ ἐπὶ Ταινάρῳ ξενικὸν μὴ διαλῦσαι, οὗ Χάρης ἡγεῖτο, εὐνόως πρὸς τὸν στρατηγὸν διακείμενος.
また彼は、タイナロン岬にいる傭兵軍(これをハレスが率いていた)を解散しないように勧告した。 彼はこの将軍に好意を抱いていたからである。
τὸ δὲ πρῶτον μισθοῦ δίκας ἔλεγε.
最初は報酬を得て裁判の弁論を行っていた。
δόξας δὲ κεκοινωνηκέναι τῶν Περσικῶν χρημάτων Ἐφιάλτῃ τριήραρχός τε αἱρεθείς, ὅτε Βυζάντιον ἐπολιόρκει Φίλιππος, βοηθὸς Βυζαντίοις ἐκπεμφθείς, κατὰ τὸν. ἐνιαυτὸν τοῦτον ὑπέστη χορηγῆσαι, τῶν ἄλλων λειτουργίας πάσης ἀφειμένων.
エフィアルテスとともにペルシアの資金を分け合ったと思われたが、フィリッポスがビュザンティオンを包囲した際、三段櫂船指揮官に選ばれてビュザンティオンへの救援に派遣され、この年には、他の者たちがすべての奉仕活動を免除されていたなかで、進んで合唱公演の費用負担を引き受けた。
ἔγραψε δὲ καὶ Δημοσθένει τιμάς, καὶ τοῦ ψηφίσματος ὑπὸ Διώνδα παρανόμων γραφέντος ἀπέφυγε.
また、彼はデモステネスに対する栄誉授与を提案し、その決議案がディオンダスによって違法提案として起訴されたものの、無罪となった。
φίλος δʼ ὢν τοῖς περὶ Δημοσθένη καὶ Λυσικλέα καὶ Λυκοῦργον, οὐκ ἐνέμεινε μέχρι τέλους·
デモステネスやリュシクレス、リュクルゴスらの一派の友人であったが、最後までとどまらなかった。
ἀλλʼ ἐπεὶ Λυσικλῆς μὲν καὶ Λυκοῦργος ἐτεθνήκεσαν, Δημοσθένης δʼ ὡς παρʼ Ἁρπάλου δωροδοκήσας ἐκρίνετο, προχειρισθεὶς ἐξ ἁπάντων ʽ μόνος γὰρ ἔμεινεν ἀδωροδόκητοσʼ κατηγόρησεν αὐτοῦ.
すなわち、リュシクレスとリュクルゴスが世を去り、デモステネスがハルパロスから賄賂を受け取ったとして裁判にかけられたとき、全員の中から選出されて ――彼だけが賄賂を受け取っていないままでいたからである――デモステネスを告発した。
κριθεὶς δʼ ὑπὸ τοῦ Ἀριστογείτονος παρανόμων ἐπὶ τῷ γράψαι μετὰ Χαιρώνειαν τοὺς μετοίκους πολίτας ποιήσασθαι τοὺς δὲ δούλους ἐλευθέρους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ ἀποθέσθαι, ἀπέφυγεν.
カイロネイアの戦いの後に在留外人を市民とし、奴隷たちを自由にし、聖なるものや子供、妻たちをペイライエウスに避難させるという提案を起草したことについて、アリストゲイトンによって違法提案として起訴されたが、無罪となった。
αἰτιωμένων δέ τινων αὐτὸν ὡς παριδόντα πολλοὺς νόμους ἐν τῷ ψηφίσματι,
ἐπεσκότει
ἔφη
μοι τὰ Μακεδόνων ὅπλα
καί
οὐκ ἐγὼ τὸ ψήφισμα ἔγραψα ἡ δʼ ἐν Χαιρωνείᾳ μάχη.
ある人々が、彼が決議案において多くの法律を無視したと非難すると、「マケドニア人の武力が私の目を曇らせていたのだ」と彼は言い、また「決議を起草したのは私ではなく、カイロネイアの戦いだ」とも言った。
μετὰ μέντοι τοῦτο νεκρῶν ἔδωκεν ἀναίρεσιν ὁ Φίλιππος φοβηθείς, πρότερον οὐ δοὺς τοῖς ἐλθοῦσιν ἐκ Λεβαδείας κήρυξιν.
しかしこの後、フィリッポスは恐れて、死体の回収を許可した。 それまではレバデイアからやって来た伝令たちに許可を与えていなかったのである。
ὕστερον δὲ μετὰ τὰ περὶ Κραννῶνα συμβάντα ἐξαιτηθεὶς ὑπʼ Ἀντιπάτρου καὶ μέλλων ἐκδίδοσθαι ὑπὸ τοῦ δήμου ἔφυγεν ἐκ τῆς πόλεως εἰς Αἴγιναν ἅμα τοῖς κατεψηφισμένοις·
その後、クランノンの戦いでの出来事の後、アンティパトロスから身柄引き渡しを要求され、民衆によって引き渡されそうになったため、有罪判決を受けた者たちとともに市からアイギナ島へと亡命した。
καὶ συμβαλὼν Δημοσθένει καὶ περὶ τῆς διαφορᾶς ἀπολογησάμενος, ἀπαλλαγεὶς ἐκεῖθεν, ὑπʼ Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικληθέντος, Θουρίου μὲν τὸ γένος ὑποκριτοῦ δὲ τὰ πρῶτα τότε, δὲ τῷ Ἀντιπάτρῳ βοηθοῦντος, ἐλήφθη πρὸς βίαν ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος ἐχόμενος τοῦ ἀγάλματος καὶ ἀχθεὶς πρὸς Ἀντίπατρον εἰς Κόρινθον, ἔπειτα βασανιζόμενος, διέφαγε τὴν γλῶτταν, ὥστε μηδὲν ἐξειπεῖν τῶν τῆς πόλεως ἀπορρήτων δυνηθῆναι·
そこでデモステネスと会って、かつての不和について釈明し合い、そこから去ったが、「亡命者狩り」とあだ名されたアルキアス(トゥリオイ出身で、かつては俳優、当時はアンティパトロスに仕えていた)によって、ポセイドンの神殿で神像にしがみついているところを暴力的に捕らえられた。 そしてコリントスにいたアンティパトロスのもとへ連行され、そこで拷問にかけられたが、国家の秘密を一切漏らすことができないように、自らの舌を噛み切った。
καὶ οὕτως ἐτελεύτησε, Πυανεψιῶνος ἐνάτῃ ἱσταμένου.
こうして彼はプヤネプシオン月の九日に亡くなった。
Ἕρμιππος δέ φησιν αὐτὸν γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφίνουν δʼ ἀνεψιὸν ὄντα αὐτῷ ἤ, ὥς τινες, Γλαυκίππου τοῦ υἱοῦ τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων δόγματα οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδʼ ἐν τῇ οἰκείᾳ ταφῆναι.
しかしヘルミッポスが言うには、彼はマケドニアに連行されて舌を切り取られ、埋葬されずに放置された。 そして彼の甥、あるいはある人々によれば息子のグラウキッポスの子であるアルピヌスが、医師フィロペイテスを通じて遺体を受け取る許可を得て、遺体を火葬し、アテナイ人とマケドニア人の決定に反して、その遺骨をアテナイの親族のもとに持ち帰った。 というのも、彼らは彼らを追放することを命じただけでなく、祖国に埋葬することさえ禁じていたからである。