Humanitext Reader

普鲁塔克 · 十演说家传 §9.1#1

尤佩里德斯的出身、政治生涯与结局

第 14 段,共 19 段 · 希腊语

内容简介

本章记述了雅典雄辩家尤佩里德斯的出身、他的政治活动、他对德摩斯梯尼的指控,以及他被捕后在拷问中不屈死去的悲惨经历。

§9.1#1Ὑπερείδης Γλαυκίππου μὲν ἦν πατρὸς τοῦ Διονυσίου, τῶν δὲ δήμων Κολλυτεύς.
尤佩里德斯是迪奥尼西奥斯之子格劳基波斯的儿子,属于科利托斯区。
ἔσχε δʼ υἱὸν ὁμώνυμον τῷ πατρὶ Γλαύκιππον, ῥήτορα καὶ λόγους συγγράψαντα· οὗ πάλιν Ἀλφίνους ἐγένετο.
他有一个与父亲同名的儿子格劳基波斯,是一位雄辩家且撰写演说辞;由此人又生下了阿尔皮努斯。
ἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργῳ καὶ Ἰσοκράτους τοῦ ῥήτορος ἐπολιτεύσατο Ἀθήνησι, καθʼ ὃν χρόνον Ἀλέξανδρος; τῶν Ἑλληνικῶν ἥπτετο πραγμάτων· ·
他曾与吕库古一同成为哲学家柏拉图的听众,并师从雄辩家伊索克拉底,此后在亚历山大插手希腊事务的时期于雅典参与政治。
καὶ περὶ τῶν στρατηγῶν ὧν ᾔτει παρʼ Ἀθηναίων ἀντεῖπε, καὶ περὶ τῶν τριήρων· συνεβούλευσε δὲ καὶ τὸ ἐπὶ Ταινάρῳ ξενικὸν μὴ διαλῦσαι, οὗ Χάρης ἡγεῖτο, εὐνόως πρὸς τὸν στρατηγὸν διακείμενος.
对于亚历山大向雅典人索要的将军以及三段战船,他都表示反对;他还建议不要解散位于泰纳隆角的雇佣军(该军队由哈雷斯率领),因为他对这位将军怀有善意。
τὸ δὲ πρῶτον μισθοῦ δίκας ἔλεγε.
起初,他为了获取报酬而替人打官司。
δόξας δὲ κεκοινωνηκέναι τῶν Περσικῶν χρημάτων Ἐφιάλτῃ τριήραρχός τε αἱρεθείς, ὅτε Βυζάντιον ἐπολιόρκει Φίλιππος, βοηθὸς Βυζαντίοις ἐκπεμφθείς, κατὰ τὸν. ἐνιαυτὸν τοῦτον ὑπέστη χορηγῆσαι, τῶν ἄλλων λειτουργίας πάσης ἀφειμένων.
尽管他被认为曾与埃菲亚尔特斯瓜分波斯的资金,但在菲利普包围拜占庭时,他被选为三段战船指挥官,并被派往救援拜占庭,在这一年中,当其他人被免除了一切公共服务时,他主动承担了合唱班赞助的费用。
ἔγραψε δὲ καὶ Δημοσθένει τιμάς, καὶ τοῦ ψηφίσματος ὑπὸ Διώνδα παρανόμων γραφέντος ἀπέφυγε.
他还为德摩斯梯尼提议了荣誉,当该决议被迪翁达指控为违宪时,他被宣告无罪。
φίλος δʼ ὢν τοῖς περὶ Δημοσθένη καὶ Λυσικλέα καὶ Λυκοῦργον, οὐκ ἐνέμεινε μέχρι τέλους· ἀλλʼ ἐπεὶ Λυσικλῆς μὲν καὶ Λυκοῦργος ἐτεθνήκεσαν, Δημοσθένης δʼ ὡς παρʼ Ἁρπάλου δωροδοκήσας ἐκρίνετο, προχειρισθεὶς ἐξ ἁπάντων ʽ μόνος γὰρ ἔμεινεν ἀδωροδόκητοσʼ κατηγόρησεν αὐτοῦ.
尽管他是德摩斯梯尼、吕西克莱斯和吕库古一派的朋友,但他并没有坚持到最后;当吕西克莱斯和吕库古去世,而德摩斯梯尼因收受哈尔帕洛斯的贿赂而受审时,他从所有人中被选出来——因为只有他一个人保持廉洁未受贿——并指控了德摩斯梯尼。
κριθεὶς δʼ ὑπὸ τοῦ Ἀριστογείτονος παρανόμων ἐπὶ τῷ γράψαι μετὰ Χαιρώνειαν τοὺς μετοίκους πολίτας ποιήσασθαι τοὺς δὲ δούλους ἐλευθέρους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ ἀποθέσθαι, ἀπέφυγεν.
在喀罗尼亚战役后,他因提议将侨民接纳为公民、释放奴隶为自由人,并将圣物、儿童和妇女安置在比雷埃夫斯安全处,而被阿里托格伊通指控违宪,但他被宣告无罪。
αἰτιωμένων δέ τινων αὐτὸν ὡς παριδόντα πολλοὺς νόμους ἐν τῷ ψηφίσματι, ἐπεσκότει ἔφη μοι τὰ Μακεδόνων ὅπλα καί οὐκ ἐγὼ τὸ ψήφισμα ἔγραψα ἡ δʼ ἐν Χαιρωνείᾳ μάχη.
当一些人指责他在该决议中忽视了许多法律时,他说道:“马其顿人的武器遮蔽了我的双眼,”并且说道:“起草这份决议的不是我,而是喀罗尼亚战役。
μετὰ μέντοι τοῦτο νεκρῶν ἔδωκεν ἀναίρεσιν ὁ Φίλιππος φοβηθείς, πρότερον οὐ δοὺς τοῖς ἐλθοῦσιν ἐκ Λεβαδείας κήρυξιν.
”然而,在此之后,菲利普感到恐惧,允许了收回尸体,而此前他曾拒绝了从莱巴狄亚来的传令官。
ὕστερον δὲ μετὰ τὰ περὶ Κραννῶνα συμβάντα ἐξαιτηθεὶς ὑπʼ Ἀντιπάτρου καὶ μέλλων ἐκδίδοσθαι ὑπὸ τοῦ δήμου ἔφυγεν ἐκ τῆς πόλεως εἰς Αἴγιναν ἅμα τοῖς κατεψηφισμένοις·
后来,在克兰农战役的变故之后,他被安提帕特索要,且即将被民众交出,于是他与那些被判有罪的人一同从城中逃往埃伊纳岛;在与德摩斯梯尼会面并就他们的分歧进行解释后,他离开了那里,但他被绰号为“流亡者猎手”的阿尔基亚斯——此人出生于苏里伊,起初是演员,当时在协助安提帕特—— 强行逮捕,当时他正呆在波塞冬的神殿里紧抱着神像。
καὶ συμβαλὼν Δημοσθένει καὶ περὶ τῆς διαφορᾶς ἀπολογησάμενος, ἀπαλλαγεὶς ἐκεῖθεν, ὑπʼ Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικληθέντος, Θουρίου μὲν τὸ γένος ὑποκριτοῦ δὲ τὰ πρῶτα τότε, δὲ τῷ Ἀντιπάτρῳ βοηθοῦντος, ἐλήφθη πρὸς βίαν ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος ἐχόμενος τοῦ ἀγάλματος καὶ ἀχθεὶς πρὸς Ἀντίπατρον εἰς Κόρινθον, ἔπειτα βασανιζόμενος, διέφαγε τὴν γλῶτταν, ὥστε μηδὲν ἐξειπεῖν τῶν τῆς πόλεως ἀπορρήτων δυνηθῆναι· καὶ οὕτως ἐτελεύτησε, Πυανεψιῶνος ἐνάτῃ ἱσταμένου.
他被带到科林斯的安提帕特面前,随后受到拷问,他咬断了自己的舌头,以致无法吐露任何城邦的秘密;他就这样去世了,时值普亚内普西翁月初九。
Ἕρμιππος δέ φησιν αὐτὸν γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφίνουν δʼ ἀνεψιὸν ὄντα αὐτῷ ἤ, ὥς τινες, Γλαυκίππου τοῦ υἱοῦ τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων δόγματα οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδʼ ἐν τῇ οἰκείᾳ ταφῆναι.
然而赫尔米波斯说,他是在前往马其顿后被割掉舌头,并被抛尸荒野未予埋葬的;但他的外甥阿尔皮努斯,或者如某些人所说,是他儿子格劳基波斯之子,通过一位名叫菲洛佩特斯的医生获得了处置遗体权力,将其火化,并违背雅典人和马其顿人的法令,将遗骨带回雅典交给其亲属;因为他们不仅命令他们流亡,还禁止他们在祖国安葬。

词汇与语法注释

  1. 848eἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργῳ καὶ Ἰσοκράτους τοῦ ῥήτορος — 属格 `Πλάτωνος` 和 `Ἰσοκράτους` 均修饰名词 `ἀκροατής`(听众、弟子)。短语 `ἅμα Λυκούργῳ`(与吕库古一同)表明尤佩里德斯与吕库古一同听柏拉图讲学,但是否也同样一同听伊索克拉底讲学在结构上存在歧义。本译文将两者均作为并列的师事对象处理。
  2. 848fτοῦ ψηφίσματος ὑπὸ Διώνδα παρανόμων γραφέντος ἀπέφυγε — 动词 `ἀπέφυγε`(他被宣告无罪)支配属格结构 `τοῦ ψηφίσματος ... γραφέντος`,表示他被免于起诉的罪名或诉讼案件(即该决议被迪翁达指控为违宪的诉讼)。
  3. 849bἐχόμενος τοῦ ἀγάλματος — 中动分词 `ἐχόμενος` 意为“紧抱、抓住”,常规支配属格 `τοῦ ἀγάλματος`(神像)。
  4. 849cοὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδʼ ἐν τῇ οἰκείᾳ ταφῆναι — 不定词 `κελεῦσαι` 和 `ταφῆναι` 作为间接引语的一部分,承接前文(或依赖于 `φησίν` / 解释 `δόγματα` 的内容),用以详述雅典人和马其顿人法令的具体内容。

引用这一段

普鲁塔克, 十演说家传 §9.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:9.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。