Humanitext Reader

プルタルコス · 十大弁論家列伝 §8.1#3

デモステネスの死因と名誉および逸話

13 / 19 箇所 · ギリシア語

要旨

デモステネスの死(その方法や享年)と、彼および甥デモカレスの彫像に関するアテナイでの顕彰について語られ、さらに彼の個人的な逸話(アネクドート、即興演説の才能、放蕩の噂など)が紹介される。

§8.1#3" " κεῖται δʼ ἡ εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη.
"" 彼の彫像は、ポリュウクトスによって制作されたもので、柵と十二神の祭壇の近くに立っている。
ὡς δʼ ἔνιοί φασι, τοῦτο εὑρέθη γεγραμμένον Δημοσθένης Ἀντιπάτρῳ χαίρειν ἀποθανεῖν δʼ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα Σάτυρος δʼ ὁ συγγραφεὺς τὸν κάλαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν·
別の者たちが言うには、次のように書かれたものが発見された。 「デモステネスからアンティパトロスへ、挨拶を送る」フィロホロスは彼が毒を飲んで死んだと言っているが、文筆家のサテュロスは、彼が手紙を書き始めたペンに毒が塗られており、それを口にして死んだと言っている。
Ἐρατοσθένης δʼ ἐκ πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῷ βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγμένον.
エラトステネスは、彼が以前からマケドニア人をおそれていたため、腕に毒を仕込んだ輪をはめていたと言っている。
εἰσὶ δʼ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν· οἱ δʼ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον.
また、彼が息を止めて死んだと言う者たちもおり、他の者たちは、印章に仕込まれた毒を口にして死んだと言った。
ἐβίω δʼ ὡς μὲν οἱ τὰ πλείω λέγουσιν ἔτη ἑβδομήκοντα, ὡς δʼ οἱ τὰ ἐλάττω, ἑπτὰ καὶ ἑξήκοντα.
彼は、多くを見積もる者たちによれば七十歳、少なく見積もる者たちによれば六十七歳まで生きた。
ἐπολιτεύσατο δὲ δύο καὶ εἴκοσιν.
彼は二十二年間、政治活動を行った。
ἡνίκα δὲ Φίλιππος ἐτεθνήκει, λαμπρὰν ἐσθῆτα προῆλθεν ἔχων, καίτοι τῆς θυγατρὸς αὐτοῦ νεωστὶ τετελευτηκυίας, ἐφηδόμενος τῷ τοῦ Μακεδόνος θανάτῳ.
フィリッポスが死んだとき、彼の娘が最近亡くなったばかりであったにもかかわらず、彼は華やかな衣服を身にまとって現れ、マケドニア人の死を喜んだ。
συνήργησε δὲ καὶ Θηβαίοις πρὸς Ἀλέξανδρον πολεμοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας ἐπέρρωσεν ἀεί·
また彼はテーバイ人がアレクサンドロスと戦うのを援助し、他のギリシア人たちを常に鼓舞した。
διόπερ Θήβας κατασκάψας ἐξῄτει παρʼ Ἀθηναίων Ἀλέξανδρος αὐτόν, ἀπειλῶν, εἰ μὴ δοίησαν.
それゆえアレクサンドロスは、テーバイを破壊した後、もし引き渡さなければと脅し、アテナイ人に彼の引き渡しを求めた。
στρατευομένῳ δʼ αὐτῷ ἐπὶ Πέρσας καὶ αἰτοῦντι ναυτικὸν παρʼ Ἀθηναίων ἀντεῖπεν, ἄδηλον εἰπών, εἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται.
アレクサンドロスがペルシア遠征を行い、アテナイ人に艦隊を求めたとき、デモステネスは、提供した者たちに対してそれが使用されないかは不明であると言って反対した。
κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν εὐδοκίμων, Ἡλιοδώρου τινὸς θυγατρός·
彼は、高名な人物であるヘリオドロスという者の娘である一人の妻との間に、二人の息子を残した。
θυγατέρα δὲ μίαν ἔσχεν, ἣ παῖς ἔτι οὖσα πρὸ γάμου ἐτελεύτησεν εἶχε δὲ καὶ ἀδελφήν, ἐξ ἧς καὶ Λάχου Λευκονοέως ἀδελφιδοῦς αὐτῷ Δημοχάρης ἐγένετο, ἀνὴρ καὶ κατὰ πόλεμον ἀγαθὸς καὶ κατὰ τοὺς πολιτικοὺς λόγους οὐδενὸς χείρων.
また一人の娘がいたが、その子はまだ幼くして結婚前に亡くなった。 彼には姉妹もおり、彼女とレウコノエ区のラケスとの間に、彼の甥であるデモカレスが生まれた。 彼は戦争においても優れた男であり、政治的な演説においても誰にも劣らなかった。
ἔστι δʼ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ εἰσιόντων πρὸς τὴν ἑστίαν ἐν δεξιᾷ ὁ πρῶτος περιεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος·
プリュタネイオンには彼の像があり、祭壇に向かって入っていく者の右側の最初の像で、外套とともに剣を帯びている。
οὕτω γὰρ· δημηγορῆσαι λέγεται, ἡνίκα Ἀντίπατρος ἐξῄτει τοὺς ῥήτορας.
というのも、アンティパトロスが弁論家たちの引き渡しを求めたとき、彼はこのように民衆に演説したと言われているからである。
χρόνῳ δʼ ὕστερον Ἀθηναῖοι σίτησὶν τʼ ἐν πρυτανείῳ τοῖς συγγενέσι τοῦ Δημοσθένους ἔδοσαν καὶ αὐτῷ τετελευτηκότι τὴν εἰκόνα ἀνέθεσαν ἐν ἀγορᾷ ἐπὶ Γοργίου ἄρχοντος, αἰτησαμένου αὐτῷ τὰς δωρεὰς τοῦ ἀδελφιδοῦ Δημοχάρους·
時が経った後、アテナイ人はデモステネスの親族にプリュタネイオンでの食事を与え、彼自身に対しては、死後にゴルギアスがアルコンのときにアゴラに像を建てた。 これは彼の甥デモカレスが彼のためにこれらの恩恵を求めたからである。
ᾧ καὶ αὐτῷ πάλιν ὁ υἱὸς Λάχης· . Δημοχάρους Λευκονοεὺς ᾐτήσατο δωρεὰς ἐπὶ Πυθαράτου ἄρχοντος, δεκάτῳ ὕστερον ἔτει, εἰς τὴν τῆς εἰκόνος στάσιν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ αὐτῷ τε καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ καὶ προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι.
これに対し、さらにその息子であるレウコノエ区のデモカレスの子ラケスが、ピュタラトスがアルコンのとき、その十年後に、デモカレスのアゴラへの像の建立と、彼自身および子孫の常に最年長者へのプリュタネイオンでの食事、そしてすべての競技会での特等席の恩恵を求めた。
καὶ ἔστι τὰ ψηφίσματα ὑπὲρ ἀμφοτέρων ἀναγεγραμμένα, ἡ δʼ εἰκὼν τοῦ Δημοχάρους εἰς τὸ πρυτανεῖον μετεκομίσθη, περὶ ἧς προείρηται.
そして、両者のための決議が碑文に刻まれており、デモカレスの像は、先に述べられたようにプリュタネイオンに移された。
φέρονται δʼ αὐτοῦ λόγοι γνήσιοι ἑξήκοντα πέντε.
彼(デモステネス)の真作の演説は六十五篇が伝わっている。
φασὶ δέ τινες καὶ ἀσώτως αὐτὸν βιῶναι, γυναικείαις τʼ ἐσθῆσι χρώμενον καὶ κωμάζοντα ἑκάστοτε, ὅθεν Βάταλον ἐπικληθῆναι·
ある人々は、彼が放蕩な生活を送り、女物の衣服を身につけ、たびたび宴会で騒いでいたため、バタロスとあだ名されたと言っている。
οἱ δʼ ὑποκοριστικῶς ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσιν αὐτὸν οὕτω λελοιδορῆσθαι.
他の人々は、愛称として、彼の乳母の名にちなんでそのように罵られたのだと言っている。
Διογένης δʼ ὁ κύων θεασάμενος αὐτὸν ποτʼ ἐν καπηλείῳ αἰσχυνόμενον καὶ ὑποχωροῦντα, εἶπεν ὅσῳ μᾶλλον ὑποχωρεῖς, τοσούτῳ μᾶλλον ἐν τῷ καπηλείῳ ἔσῃ. ἔλεγε δʼ αὐτὸν παρασκώπτων ἐν μὲν τοῖς λόγοις Σκύθην εἶναι, ἐν δὲ ταῖς μάχαις ἀστικόν.
犬のディオゲネスは、かつて彼が居酒屋で恥ずかしがって身を引いているのを見て、こう言った。 「お前が身を引けば引くほど、それだけ余計に居酒屋の中にいることになるのだぞ」また彼はデモステネスをからかって、言葉においてはスキティア人であるが、戦いにおいては市民的であると言っていた。
ἔλαβε δὲ καὶ παρʼ Ἐφιάλτου χρυσίον ἑνὸς τῶν δημαγωγῶν, ὃς πρεσβεύσας πρὸς βασιλέα χρήματα φέρων ἧκε λάθρα, ὅπως διανείμας τοῖς δημαγωγοῖς τὸν πρὸς Φίλιππον ἐξάψῃ πόλεμον·
彼はまた、指導者の一人であるエフィアルテスから金を受け取った。 エフィアルテスは、王(ペルシア王)への使節となって資金を携えて密かに帰国し、それを指導者たちに分配してフィリッポスとの戦争を引き起こそうとしていたのである。
καὶ ἰδίᾳ αὐτὸν δωροδοκῆσαι παρὰ βασιλέως φασὶ δαρεικοὺς τρισχιλίους.
また、彼自身が個人的に王から三千ダレイコス金貨の賄賂を受け取ったとも言われている。
Ἀναξίλαν δέ τινα Ὠρείτην, ξένον αὐτοῦ γεγονότα, συλλαβὼν ἐβασάνιζεν ὡς κατάσκοπον, οὐδὲν δʼ ἐξειπόντα ἐψηφίσατο τοῖς ἕνδεκα παραδοῦναι.
彼は、かつて彼の客客であったオレオスのアナキシラスという男を逮捕し、スパイとして拷問にかけ、彼が何も白状しなかったにもかかわらず、十一人の刑吏に引き渡すことを決議した。
λέγειν δέ ποτε κωλυόμενος ὑπʼ Ἀθηναίων ἐν ἐκκλησίᾳ βραχὺ ἔφη βούλεσθαι πρὸς αὐτοὺς εἰπεῖν, τῶν δὲ σιωπησάντων νεανίας εἶπε θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος, ὄνον Μέγαράδε·
かつてアテナイ人によって民会での発言を遮られたとき、彼はアテナイ人に対し、少しだけ話したいと言った。 彼らが静まり返ると、「ある若者が」と彼は言った。 「夏の季節に、市内からメガラまでロバを借りました。
μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιὰν εἶργον δʼ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν· καὶ ταῦτʼ εἰπὼν ἀπῄει.
昼下がりになり、太陽が激しく照りつけると、彼ら二人のそれぞれがその影の下に入り込もうしました。 彼らはお互いを阻みました。 一方は、ロバを貸したのであって影を貸したのではないと言い、もう一方は、借りたのだからすべての権限があると言いました」これだけ言うと、彼は立ち去ろうとした。
τῶν δʼ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῷ λόγῳ, εἶθʼ ὑπὲρ μὲν ὄνου σκιᾶς ἔφη βούλεσθε ἀκούειν, λέγοντος, δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε; Πώλου δέ ποτε τοῦ ὑποκριτοῦ πρὸς αὐτὸν εἰπόντος, ὅτι δυσὶν ἡμέραις ἀγωνισάμενος τάλαντον λάβοι μισθὸν ἐγὼ δʼ εἶπε πέντε τάλαντα, μίαν ἡμέραν σιωπήσας. παραφθαρεὶς δὲ τὴν φωνὴν ἐν ἐκκλησίᾳ καὶ θορυβηθεὶς τοὺς ὑποκριτὰς ἔφη δεῖν κρίνειν ἐκ τῆς φωνῆς τοὺς δὲ ῥήτορας ἐκ τῆς γνώμης.
アテナイ人が彼を引き留め、話の結末を話してくれるよう求めると、「では、ロバの影については」と彼は言った。 「話を聞きたいと思いながら、重大な事柄について話しているときには聞こうとしないのですか」また、かつて俳優のポロスが、二日間演じて一タラントの報酬を得たと言ったとき、「私は」と彼は言った。 「一日沈黙しただけで、五タラントを得たぞ」民会で声が出なくなり、騒がれたとき、彼は、俳優は声によって判断されるべきだが、弁論家は知慮によって判断されるべきだと言った。
ὀνειδίσαντος δʼ αὐτὸν Ἐπικλέους ὅτι ἀεὶ σκέπτοιτο, αἰσχυνοίμην γὰρ ἄν εἶπεν εἰ τηλικούτῳ δήμῳ συμβουλεύων αὐτοσχεδιάζοιμι ἱστοροῦσι δʼ ὡς οὐδὲ λύχνον ἔσβεσεν, ἄχρι πεντήκοντα ἐτῶν ἐγένετο, διακριβῶν τοὺς λόγους.
エピクレスが、彼が常に準備をしていることを非難したとき、「私は恥じるだろう」と彼は言った。 「これほど大きな民衆に助言するのに、即興で話すとしたら」人々は、彼が五十歳になるまで、演説を推敲するために灯火を消すことさえしなかったと伝えている。
αὐτὸς δέ φησιν ὑδροποσίᾳ χρήσασθαι.
彼自身は、水を飲む習慣があったと言っている。
ἔγνω δʼ αὐτὸν καὶ Λυσίας ὁ ῥήτωρ καὶ Ἰσοκράτης εἶδε πολιτευόμενον ἄχρι τῆς ἐν Χαιρωνείᾳ μάχης, καί τινες τῶν Σωκρατικῶν φιλοσόφων.
弁論家のリュシアスも彼を知っており、イソクラテスもカイロネイアの戦いまで彼が政治活動を行っているのを見たし、ソクラテス派の哲学者たちの何人かも同様であった。
τοὺς δὲ πλείστους λόγους εἶπεν αὐτοσχεδιάσας, εὖ πρὸς αὐτὸ πεφυκώς.
彼は、それ(即興)に対する優れた天性を持っていたため、ほとんどの演説を即興で行った。
πρῶτος δʼ ἔγραψε στεφανωθῆναι αὐτὸν χρυσῷ στεφάνῳ Ἀριστόνικος; Νικοφάνους Ἀναγυράσιος, ὑπωμόσατο δὲ Διώνδας.
アナギュラス区のニコファネスの子アリストニコスが、彼に黄金の冠を授けるべきだと最初に提案したが、ディオンダスが(違法宣告の)起訴誓約を行った。

語釈・文法注

  1. 847cεἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται — 接続詞 εἰ に導かれる間接疑問節で、否定辞に μή ではなく οὐ が使われている。これは οὐ が動詞 χρήσεται と強く結びついて「使用しない(=敵対的に向ける)」という一つの否定的な意味を形成しているため、あるいは客観的事実の否定を強調しているためである。
  2. 847dπεριεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος — ξίφος(中性単数対格)は、完了中受動態分詞 περιεζωσμένος(「帯びている」)の直接目的語(保持された対格)として機能している。ここでは、像が外套(ἱμάτιον)とともに剣(ξίφος)を身にまとっている様子を表している。
  3. 848dὑπωμόσατο — 動詞 ὑποόμνυμι(ここではアオリスト中間態 ὑπωμόσατο)は、アテナイの法制度における専門用語。提案された決議案が違法である(γραφή παρανόμων)と告発する意志を、起訴誓約(ὑπωμοσία)によって正式に表明することを意味する。

この箇所を引用する

プルタルコス, 十大弁論家列伝 §8.1#3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:8.1%233

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。