§9.1#1Ὑπερείδης Γλαυκίππου μὲν ἦν πατρὸς τοῦ Διονυσίου, τῶν δὲ δήμων Κολλυτεύς.
Hyperides was the son of Glaucippus, the son of Dionysius, and belonged to the deme of Collytus.
ἔσχε δʼ υἱὸν ὁμώνυμον τῷ πατρὶ Γλαύκιππον, ῥήτορα καὶ λόγους συγγράψαντα· οὗ πάλιν Ἀλφίνους ἐγένετο.
He had a son of the same name as his father, Glaucippus, an orator who also wrote speeches; from whom in turn Alphinus was born.
ἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργῳ καὶ Ἰσοκράτους τοῦ ῥήτορος ἐπολιτεύσατο Ἀθήνησι, καθʼ ὃν χρόνον Ἀλέξανδρος; τῶν Ἑλληνικῶν ἥπτετο πραγμάτων·
Having been a pupil of Plato the philosopher along with Lycurgus, and also of Isocrates the orator, he was active in politics at Athens at the time when Alexander was beginning to lay hands on Greek affairs.
· καὶ περὶ τῶν στρατηγῶν ὧν ᾔτει παρʼ Ἀθηναίων ἀντεῖπε, καὶ περὶ τῶν τριήρων· συνεβούλευσε δὲ καὶ τὸ ἐπὶ Ταινάρῳ ξενικὸν μὴ διαλῦσαι, οὗ Χάρης ἡγεῖτο, εὐνόως πρὸς τὸν στρατηγὸν διακείμενος.
And he spoke against the generals whom Alexander demanded from the Athenians, and also against the triremes; and he also advised not to disband the mercenary force at Taenarum, which Chares commanded, being well-disposed towards the general.
τὸ δὲ πρῶτον μισθοῦ δίκας ἔλεγε.
At first, he pleaded cases for pay.
δόξας δὲ κεκοινωνηκέναι τῶν Περσικῶν χρημάτων Ἐφιάλτῃ τριήραρχός τε αἱρεθείς, ὅτε Βυζάντιον ἐπολιόρκει Φίλιππος, βοηθὸς Βυζαντίοις ἐκπεμφθείς, κατὰ τὸν. ἐνιαυτὸν τοῦτον ὑπέστη χορηγῆσαι, τῶν ἄλλων λειτουργίας πάσης ἀφειμένων.
Although he was thought to have shared in the Persian money with Ephialtes, when Philip was besieging Byzantium and he was sent out as an assistant to the Byzantines, having been chosen trierarch, he undertook to serve as choregus during this year, while the others were exempted from all public services.
ἔγραψε δὲ καὶ Δημοσθένει τιμάς, καὶ τοῦ ψηφίσματος ὑπὸ Διώνδα παρανόμων γραφέντος ἀπέφυγε.
He also proposed honors for Demosthenes, and when the decree was prosecuted for illegality by Diondas, he was acquitted.
φίλος δʼ ὢν τοῖς περὶ Δημοσθένη καὶ Λυσικλέα καὶ Λυκοῦργον, οὐκ ἐνέμεινε μέχρι τέλους· ἀλλʼ ἐπεὶ Λυσικλῆς μὲν καὶ Λυκοῦργος ἐτεθνήκεσαν, Δημοσθένης δʼ ὡς παρʼ Ἁρπάλου δωροδοκήσας ἐκρίνετο, προχειρισθεὶς ἐξ ἁπάντων ʽ μόνος γὰρ ἔμεινεν ἀδωροδόκητοσʼ κατηγόρησεν αὐτοῦ.
Although he was a friend to Demosthenes, Lysicles, and Lycurgus, he did not remain so until the end; but when Lysicles and Lycurgus had died, and Demosthenes was being tried for having received bribes from Harpalus, having been selected from among all—for he alone remained unbribed—he prosecuted him.
κριθεὶς δʼ ὑπὸ τοῦ Ἀριστογείτονος παρανόμων ἐπὶ τῷ γράψαι μετὰ Χαιρώνειαν τοὺς μετοίκους πολίτας ποιήσασθαι τοὺς δὲ δούλους ἐλευθέρους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ ἀποθέσθαι, ἀπέφυγεν.
Having been prosecuted for illegality by Aristogeiton for proposing, after Chaeronea, to make the resident aliens citizens, to set the slaves free, and to place the sacred things, children, and women in safety in the Peiraeus, he was acquitted.
αἰτιωμένων δέ τινων αὐτὸν ὡς παριδόντα πολλοὺς νόμους ἐν τῷ ψηφίσματι,
ἐπεσκότει
ἔφη
μοι τὰ Μακεδόνων ὅπλα
καί
οὐκ ἐγὼ τὸ ψήφισμα ἔγραψα ἡ δʼ ἐν Χαιρωνείᾳ μάχη. μετὰ μέντοι τοῦτο νεκρῶν ἔδωκεν ἀναίρεσιν ὁ Φίλιππος φοβηθείς, πρότερον οὐ δοὺς τοῖς ἐλθοῦσιν ἐκ Λεβαδείας κήρυξιν.
And when some accused him of having overlooked many laws in the decree, "The arms of the Macedonians," he said, "dimmed my sight," and "It was not I who wrote the decree, but the battle of Chaeronea." However, after this, Philip, being afraid, granted the recovery of the dead, having previously refused it to the heralds who came from Lebadeia.
ὕστερον δὲ μετὰ τὰ περὶ Κραννῶνα συμβάντα ἐξαιτηθεὶς ὑπʼ Ἀντιπάτρου καὶ μέλλων ἐκδίδοσθαι ὑπὸ τοῦ δήμου ἔφυγεν ἐκ τῆς πόλεως εἰς Αἴγιναν ἅμα τοῖς κατεψηφισμένοις· καὶ συμβαλὼν Δημοσθένει καὶ περὶ τῆς διαφορᾶς ἀπολογησάμενος, ἀπαλλαγεὶς ἐκεῖθεν, ὑπʼ Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικληθέντος, Θουρίου μὲν τὸ γένος ὑποκριτοῦ δὲ τὰ πρῶτα τότε, δὲ τῷ Ἀντιπάτρῳ βοηθοῦντος, ἐλήφθη πρὸς βίαν ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος ἐχόμενος τοῦ ἀγάλματος καὶ ἀχθεὶς πρὸς Ἀντίπατρον εἰς Κόρινθον, ἔπειτα βασανιζόμενος, διέφαγε τὴν γλῶτταν, ὥστε μηδὲν ἐξειπεῖν τῶν τῆς πόλεως ἀπορρήτων δυνηθῆναι· καὶ οὕτως ἐτελεύτησε, Πυανεψιῶνος ἐνάτῃ ἱσταμένου.
Later, after the events at Crannon, being demanded by Antipater and being about to be surrendered by the people, he fled from the city to Aegina along with those who had been condemned; and having met Demosthenes and defended himself concerning their difference, he departed thence, but was violently seized by Archias, surnamed the exile-hunter—who was by birth from Thurii, at first an actor, but then assisting Antipater— while he was in the temple of Poseidon clinging to the statue, and being brought to Antipater at Corinth, and then being tortured, he bit off his tongue so that he could reveal none of the secrets of the city; and thus he died, on the ninth day of the month of Pyanepsion.
Ἕρμιππος δέ φησιν αὐτὸν γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφίνουν δʼ ἀνεψιὸν ὄντα αὐτῷ ἤ, ὥς τινες, Γλαυκίππου τοῦ υἱοῦ τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων δόγματα οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδʼ ἐν τῇ οἰκείᾳ ταφῆναι.
Hermippus, however, says that his tongue was cut out after he went to Macedonia, and that he was thrown out unburied, but Alphinus his nephew, or, as some say, the son of his son Glaucippus, having obtained permission for the body through a certain physician Philopeithes, burned him and brought his bones to Athens to his relatives, contrary to the decrees of the Athenians and Macedonians; for they had not only ordered them to flee, but also forbade them to be buried in their own country.