Humanitext Reader

普鲁塔克 · 十演说家传 §8.1#3

德摩斯梯尼的死因后世荣誉与轶事

第 13 段,共 19 段 · 希腊语

内容简介

文本描述了德摩斯梯尼的死亡(其方式与享年)以及雅典人授予他及其外甥德摩卡雷斯的公共荣誉(包括雕像),随后介绍了他个人性格、演说天赋和生活作风等各种轶事。

§8.1#3" " κεῖται δʼ ἡ εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη.
"" 他的雕像由波留埃克托斯制作,立于围栏及十二神祭坛附近。
ὡς δʼ ἔνιοί φασι, τοῦτο εὑρέθη γεγραμμένον Δημοσθένης Ἀντιπάτρῳ χαίρειν ἀποθανεῖν δʼ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα Σάτυρος δʼ ὁ συγγραφεὺς τὸν κάλαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν·
另据某些人所说,发现了如下字样的记载: “德摩斯梯尼致安提帕特,问候。 ” 菲洛霍罗斯说他是服毒而死,而历史学家萨特罗斯则说,他在开始写信的芦苇笔上涂了毒,他因尝了这支笔而死亡。
Ἐρατοσθένης δʼ ἐκ πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῷ βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγμένον.
埃拉托斯特尼则说,他因长期惧怕马其顿人,在手臂上套了一个涂有毒药的圆环。
εἰσὶ δʼ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν· οἱ δʼ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον.
也有人说他是因闭气而死,另有些人则说他是因尝了印章上的毒药而死。
ἐβίω δʼ ὡς μὲν οἱ τὰ πλείω λέγουσιν ἔτη ἑβδομήκοντα, ὡς δʼ οἱ τὰ ἐλάττω, ἑπτὰ καὶ ἑξήκοντα.
按照多说者,他活了七十岁;按照少说者,他活了六十七岁。
ἐπολιτεύσατο δὲ δύο καὶ εἴκοσιν.
他参与政治二十二年。
ἡνίκα δὲ Φίλιππος ἐτεθνήκει, λαμπρὰν ἐσθῆτα προῆλθεν ἔχων, καίτοι τῆς θυγατρὸς αὐτοῦ νεωστὶ τετελευτηκυίας, ἐφηδόμενος τῷ τοῦ Μακεδόνος θανάτῳ.
当菲利普去世时,尽管他的女儿刚去世不久,他仍穿着华丽的衣服出行,为马其顿人的死而感到高兴。
συνήργησε δὲ καὶ Θηβαίοις πρὸς Ἀλέξανδρον πολεμοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας ἐπέρρωσεν ἀεί· διόπερ Θήβας κατασκάψας ἐξῄτει παρʼ Ἀθηναίων Ἀλέξανδρος αὐτόν, ἀπειλῶν, εἰ μὴ δοίησαν.
他还协助了与亚历山大作战的底比斯人,并始终鼓舞着其他希腊人;因此,亚历山大在夷平底比斯后,向雅典人索要他,并威胁说若不交出就将进行报复。
στρατευομένῳ δʼ αὐτῷ ἐπὶ Πέρσας καὶ αἰτοῦντι ναυτικὸν παρʼ Ἀθηναίων ἀντεῖπεν, ἄδηλον εἰπών, εἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται.
在亚历山大远征波斯并向雅典人索要舰队时,德摩斯梯尼表示反对,指出不清楚他是否会将其用于反对提供舰队的人。
κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν εὐδοκίμων, Ἡλιοδώρου τινὸς θυγατρός· θυγατέρα δὲ μίαν ἔσχεν, ἣ παῖς ἔτι οὖσα πρὸ γάμου ἐτελεύτησεν εἶχε δὲ καὶ ἀδελφήν, ἐξ ἧς καὶ Λάχου Λευκονοέως ἀδελφιδοῦς αὐτῷ Δημοχάρης ἐγένετο, ἀνὴρ καὶ κατὰ πόλεμον ἀγαθὸς καὶ κατὰ τοὺς πολιτικοὺς λόγους οὐδενὸς χείρων.
他在一位出身名门、名叫赫利奥多罗斯的女儿的妻子那里留下了两个儿子;他还有一个女儿,在未婚且仍是孩童时便去世了。 他还有一个姐妹,她与留科诺埃区的拉刻斯生下了他的外甥德摩卡雷斯,此人在战争中是一个优秀的男子,在政治演说方面也不亚于任何人。
ἔστι δʼ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ εἰσιόντων πρὸς τὴν ἑστίαν ἐν δεξιᾷ ὁ πρῶτος περιεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος· οὕτω γὰρ· δημηγορῆσαι λέγεται, ἡνίκα Ἀντίπατρος ἐξῄτει τοὺς ῥήτορας.
普鲁塔内翁里有他的雕像,位于向着炉灶走进去的人的右侧第一座,腰间同时系着斗篷和宝剑;因为据说在安提帕特索要雄辩家时,他就是以此装束向民众发表演说的。
χρόνῳ δʼ ὕστερον Ἀθηναῖοι σίτησὶν τʼ ἐν πρυτανείῳ τοῖς συγγενέσι τοῦ Δημοσθένους ἔδοσαν καὶ αὐτῷ τετελευτηκότι τὴν εἰκόνα ἀνέθεσαν ἐν ἀγορᾷ ἐπὶ Γοργίου ἄρχοντος, αἰτησαμένου αὐτῷ τὰς δωρεὰς τοῦ ἀδελφιδοῦ Δημοχάρους·
此后过了一些时候,雅典人不仅向德摩斯梯尼的亲属提供了在普鲁塔内翁进餐的待遇,还在他死后,于戈尔吉亚斯担任执政官期间,在阿哥拉为他树立了雕像,这是由于他的外甥德摩卡雷斯为他请求了这些赏赐。
ᾧ καὶ αὐτῷ πάλιν ὁ υἱὸς Λάχης· . Δημοχάρους Λευκονοεὺς ᾐτήσατο δωρεὰς ἐπὶ Πυθαράτου ἄρχοντος, δεκάτῳ ὕστερον ἔτει, εἰς τὴν τῆς εἰκόνος στάσιν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ αὐτῷ τε καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ καὶ προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι.
其子留科诺埃区的德摩卡雷斯之子拉刻斯,又在毕塔拉托斯担任执政官期间(十年后),为德摩卡雷斯在阿哥拉树立雕像、以及他本人和其最年长子嗣在普鲁塔内翁进餐的特权以及在所有竞技会上的荣誉席位提出了请求。
καὶ ἔστι τὰ ψηφίσματα ὑπὲρ ἀμφοτέρων ἀναγεγραμμένα, ἡ δʼ εἰκὼν τοῦ Δημοχάρους εἰς τὸ πρυτανεῖον μετεκομίσθη, περὶ ἧς προείρηται.
关于两人的决议都已记录在碑文上,而德摩卡雷斯的雕像则被移至了普鲁塔内翁,如前文所述。
φέρονται δʼ αὐτοῦ λόγοι γνήσιοι ἑξήκοντα πέντε.
他(德摩斯梯尼)有六十五篇真作流传于世。
φασὶ δέ τινες καὶ ἀσώτως αὐτὸν βιῶναι, γυναικείαις τʼ ἐσθῆσι χρώμενον καὶ κωμάζοντα ἑκάστοτε, ὅθεν Βάταλον ἐπικληθῆναι· οἱ δʼ ὑποκοριστικῶς ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσιν αὐτὸν οὕτω λελοιδορῆσθαι.
某些人说他生活荒淫,穿着女装并时常纵酒狂欢,因此被称为巴塔罗斯;而另一些人则说,他是因为其保姆的名字而被戏谑地如此辱骂。
Διογένης δʼ ὁ κύων θεασάμενος αὐτὸν ποτʼ ἐν καπηλείῳ αἰσχυνόμενον καὶ ὑποχωροῦντα, εἶπεν ὅσῳ μᾶλλον ὑποχωρεῖς, τοσούτῳ μᾶλλον ἐν τῷ καπηλείῳ ἔσῃ.
犬儒狄奥根尼有一次在酒馆里看到他感到羞愧并向后退缩,便说道: “你越是往后退,就越是会留在酒馆里。
ἔλεγε δʼ αὐτὸν παρασκώπτων ἐν μὲν τοῖς λόγοις Σκύθην εἶναι, ἐν δὲ ταῖς μάχαις ἀστικόν.
” 他还嘲讽德摩斯梯尼在言辞上是斯基泰人,但在战斗中却是温和的公民。
ἔλαβε δὲ καὶ παρʼ Ἐφιάλτου χρυσίον ἑνὸς τῶν δημαγωγῶν, ὃς πρεσβεύσας πρὸς βασιλέα χρήματα φέρων ἧκε λάθρα, ὅπως διανείμας τοῖς δημαγωγοῖς τὸν πρὸς Φίλιππον ἐξάψῃ πόλεμον· καὶ ἰδίᾳ αὐτὸν δωροδοκῆσαι παρὰ βασιλέως φασὶ δαρεικοὺς τρισχιλίους.
他还从倡导者之一的埃菲亚尔特斯那里收受了黄金,此人出使波斯国王并秘密带着资金回来,以便分发给倡导者们并挑起对菲利普的战争;他们还说,他个人从波斯国王那里收受了三千达雷科斯金币的贿赂。
Ἀναξίλαν δέ τινα Ὠρείτην, ξένον αὐτοῦ γεγονότα, συλλαβὼν ἐβασάνιζεν ὡς κατάσκοπον, οὐδὲν δʼ ἐξειπόντα ἐψηφίσατο τοῖς ἕνδεκα παραδοῦναι.
他逮捕了曾是其客友的奥雷乌斯人阿纳克西拉斯,并作为间谍对其进行拷问,但在他什么都没有招供的情况下,德摩斯梯尼仍投票将他移交给十一人。
λέγειν δέ ποτε κωλυόμενος ὑπʼ Ἀθηναίων ἐν ἐκκλησίᾳ βραχὺ ἔφη βούλεσθαι πρὸς αὐτοὺς εἰπεῖν, τῶν δὲ σιωπησάντων νεανίας εἶπε θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος, ὄνον Μέγαράδε·
有一次他被雅典人在民众大会上阻止发言,他便对雅典人说希望跟他们说一小段话,待众人安静下来后, “有一个年轻人,” 他说道, “在夏天的时候,从城里租了一头驴去麦加拉。
μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιὰν εἶργον δʼ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν·
到了中午,太阳火辣辣地照射着,他们两个人都想躲进驴子的阴影里。 他们互相阻挡,一个说他租出去的是驴子而不是阴影,另一个则说因为租下了驴子,所以拥有全部的支配权。
καὶ ταῦτʼ εἰπὼν ἀπῄει.
” 说完这些他就准备离开。
τῶν δʼ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῷ λόγῳ, εἶθʼ ὑπὲρ μὲν ὄνου σκιᾶς ἔφη βούλεσθε ἀκούειν, λέγοντος, δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε;
当雅典人拦住他并恳求他把故事讲完时, “那么,关于驴子的阴影,” 他说道, “你们倒是愿意听,而当我谈论严肃的大事时,你们却不愿意听了吗?
Πώλου δέ ποτε τοῦ ὑποκριτοῦ πρὸς αὐτὸν εἰπόντος, ὅτι δυσὶν ἡμέραις ἀγωνισάμενος τάλαντον λάβοι μισθὸν ἐγὼ δʼ εἶπε πέντε τάλαντα, μίαν ἡμέραν σιωπήσας.
” 当演员波罗斯有一次对他说自己演了两天戏便得到一个塔兰特的报酬时, “而我,” 他说道, “仅仅沉默了一天,就得到了五个塔兰特。
παραφθαρεὶς δὲ τὴν φωνὴν ἐν ἐκκλησίᾳ καὶ θορυβηθεὶς τοὺς ὑποκριτὰς ἔφη δεῖν κρίνειν ἐκ τῆς φωνῆς τοὺς δὲ ῥήτορας ἐκ τῆς γνώμης.
” 当他在民众大会上声音沙哑并受到起哄时,他说应该凭声音来评判演员,但应该凭心智来评判雄辩家。
ὀνειδίσαντος δʼ αὐτὸν Ἐπικλέους ὅτι ἀεὶ σκέπτοιτο, αἰσχυνοίμην γὰρ ἄν εἶπεν εἰ τηλικούτῳ δήμῳ συμβουλεύων αὐτοσχεδιάζοιμι ἱστοροῦσι δʼ ὡς οὐδὲ λύχνον ἔσβεσεν, ἄχρι πεντήκοντα ἐτῶν ἐγένετο, διακριβῶν τοὺς λόγους.
当埃皮克莱斯指责他总是进行准备时, “因为我会感到羞耻,” 他说道, “如果我在向如此伟大的民众提出建议时却进行即兴演说。 ” 据记载,他直到五十岁为止,为了推敲演说词,连灯火都未曾熄灭。
αὐτὸς δέ φησιν ὑδροποσίᾳ χρήσασθαι.
他自己则说他只喝水。
ἔγνω δʼ αὐτὸν καὶ Λυσίας ὁ ῥήτωρ καὶ Ἰσοκράτης εἶδε πολιτευόμενον ἄχρι τῆς ἐν Χαιρωνείᾳ μάχης, καί τινες τῶν Σωκρατικῶν φιλοσόφων.
雄辩家利西亚斯也结识了他,伊索克拉底也目睹了他参与政治直至喀罗尼亚战役,某些苏格拉底派的哲学家也是如此。
τοὺς δὲ πλείστους λόγους εἶπεν αὐτοσχεδιάσας, εὖ πρὸς αὐτὸ πεφυκώς.
但他大部分的演说都是即兴发表的,因为他在这方面有着极佳的天赋。
πρῶτος δʼ ἔγραψε στεφανωθῆναι αὐτὸν χρυσῷ στεφάνῳ Ἀριστόνικος; Νικοφάνους Ἀναγυράσιος, ὑπωμόσατο δὲ Διώνδας.
最初提议授予他金冠的是阿纳吉拉斯区的尼科法内斯之子阿里斯托尼克斯,而迪翁达斯则提出了起诉誓约。

词汇与语法注释

  1. 847cεἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται — 在由 εἰ 引导的间接疑问从句中,使用了否定词 οὐ 而非预期的 μή。这是因为 οὐ 与动词 χρήσεται 紧密结合,构成了一个单一的否定概念(“不使用”,即“用于反对”),或用于强调客观事实的否定可能性。
  2. 847dπεριεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος — ξίφος(中性单数宾格)作为完成时中被动分词 περιεζωσμένος(“系着、佩戴”)的保留宾格(retained object),描述了雕像在披着斗篷(ἱμάτιον)的同时,腰间还佩戴着宝剑(ξίφος)。
  3. 848dὑπωμόσατο — 动词 ὑποόμνυμι(此处为不定过去时中动因 ὑπωμόσατο)是雅典法律中的技术性术语,指通过宣誓(ὑπωμοσία)正式提出抗议,宣称所提议的决议违宪(违宪立法起诉,γραφή παρανόμων)。

引用这一段

普鲁塔克, 十演说家传 §8.1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:8.1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。