§8.1#2καὶ τριάκοντα ἔτη γεγονώς, λογιζομένοις ἀπὸ Δεξιθέου εἰς Καλλίμαχον, ἐφʼ οὗ πρὸς Ὀλυνθίων ἧκε πρεσβεία περὶ τῆς βοηθείας, ἐπεὶ ἐπιέζοντο ὑπὸ Φιλίππου τῷ πολέμῳ, ἔπεισεν ἐκπέμψαι τὴν βοήθειαν·
そして彼が三十歳になったとき、デクシテオスからカリマコス(このアルコンの期に、フィリッポスによる戦争で ¦845e 圧迫されていたオリュントス人から援助を求める使節がやってきた)までの期間を計算すると、彼は援助(軍)を派遣するよう説得した。
τῷ δʼ ἑξῆς, ἐφʼ οὗ Πλάτων ἐτελεύτησε, Φίλιππος Ὀλυνθίους κατεστρέψατο.
その翌年、 ¦25 彼の期にプラトンが没したが、フィリッポスはオリュントス人を征服した。
ἔγνω δʼ αὐτὸν καὶ Ξενοφῶν ὁ Σωκρατικὸς ἢ ἀρχόμενον ἢ ἀκμάζοντα·
ソクラテスの徒クセノポンも、彼を活動の初期か、あるいは全盛期のころに知っていた。
τῷ μὲν γὰρ τὰ Ἑλληνικὰ ἐτελεῖτο τὰ περὶ τὴν ἐν Μαντινείᾳ μάχην, ἄρχοντα δὲ Χαρικλείδην ὁ δὲ πρότερον ἐπὶ Τιμοκράτους εἷλε τοὺς ἐπιτρόπους.
というのも、前者(クセノポン)にとっては『ギリシア史』がマンティネイアの戦いをめぐる事柄で終わっており、そのときのアルコンはハリクレイデスだったが、後者(デモステネス)はそれより前のティモクラテスの期に後見人たちを有罪にしていたからである。
φεύγοντος δʼ Αἰσχίνου μετὰ τὴν καταδίκην, ἵππῳ κατεδίωξεν αὐτόν·
アイスキネスが有罪判決の後に亡命したとき、彼は馬で彼を追いかけた。
τοῦ δʼ οἰηθέντος αὐτὸν συλλαμβάνεσθαι καὶ προσπεσόντος καὶ συγκαλυψαμένου, ἀναστήσας αὐτὸν παρεμυθήσατο καὶ τάλαντον ἔδωκεν ἀργυρίου.
¦5 アイスキネスは自分が捕らえられるのだと思ってひざまずき、顔を覆ったが、デモステネスは彼を立ち上がらせて ¦845f 慰め、銀一タラントンを与えた。
καὶ συνεβούλευσε δὲ τῷ δήμῳ ξενικὸν ἐν Θάσῳ τρέφειν, καὶ ἐπὶ τούτῳ τριηράρχης ἐξέπλευσε.
また、民衆に対しタソス島に傭兵部隊を維持することを勧め、このために自らトリエラルコスとして出航した。
σιτώνης δὲ γενόμενος καὶ κατηγορηθεὶς κλοπῆς ἀφείθη.
¦10 また穀物購入官となったが、横領で告発され、無罪となった。
Φιλίππου δʼ Ἐλάτειαν καταλαβομένου καὶ αὐτὸς τοῖς ἐν Χαιρωνείᾳ μαχεσαμένοις συνεξῆλθεν ὅτε καὶ δοκεῖ τὴν τάξιν λιπεῖν, φεύγοντος δʼ αὐτοῦ βάτον ἐπιλαβέσθαι τῆς χλαμύδος, τὸν δʼ ἐπιστραφέντα εἰπεῖν
ζώγρει.
フィリッポスがエラテイアを占領したとき、彼自身もカイロネイアで戦う者たちとともに従軍した。 そのとき、彼は戦列を離脱したとされている。 逃走中に茨が彼の外套をつかみ、彼は振り返って ¦15 『生け捕りにしてくれ』と言ったという。
εἶχε δὲ καὶ ἐπίσημον ἐπὶ τῆς ἀσπίδος
ἀγαθῇ τύχῃ
εἶπε μέντοι τὸν ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι.
彼はまた、盾に『幸運を祈る』という紋章を入れていた。 しかしながら、戦死者のための追悼演説を執り行った。
μετὰ δὲ ταῦτα πρὸς τὴν ἐπισκευὴν τῆς πόλεως τῇ ἐπιμελείᾳ προσελθὼν καὶ τῶν τειχῶν ἐπιμελητὴς χειροτονηθεὶς ἀπὸ τῆς ἰδίας οὐσίας εἰσήνεγκε τὸ ἀναλωθὲν ἀργύριον, μνᾶς ἑκατόν ἐπέδωκε δὲ καὶ θεωροῖς μυρίας τριήρους τʼ ἐπιβὰς περιέπλευσε τοὺς συμμάχους ἀργυρολογῶν.
この後、都市の修復のための職務に就き、城壁修復委員に選出され、自己の財産から 846a 支出された銀百ミナを寄付した。 また、祭礼金として一万(ドラクマ)を寄付し、三段櫂船に乗り込んで、資金を集めるために同盟国を巡航した。
ἐφʼ οἷς πολλάκις ἐστεφανώθη, πρότερον μὲν ὑπὸ Δημομελοῦς Ἀριστονίκου Ὑπερείδου χρυσῷ στεφάνῳ, τελευταῖον δʼ ὑπὸ Κτησιφῶντος·
これらの功績のゆえに、彼は何度も戴冠された。 最初はデモメロス、アリストニコス、ヒュペレイデスによって黄金の冠を授けられ、最後にはクテシフォンによって授けられた。
καὶ γραφέντος τοῦ ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, ἀπολογούμενος ἐνίκησεν, ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων τὸν διώκοντα μὴ μεταλαβεῖν.
そして、その決議案がディオドトスとアイスキネスによって違法提案として告発されたとき、彼は弁明して勝利し、告発者が投票の五分の一を ¦5 も得られないほどであった。
ὕστερον δʼ Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν στρατευομένου καὶ φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι·
後にアレクサンドロスがアジアへ遠征し、ハルパロスが資金を持ってアテナイへ逃亡したとき、彼は最初、ハルパロスが受け入れられるのを阻止した。
ἐπειδὴ δʼ εἰσέπλευσε, λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο·
しかし彼が入港すると、一千ダレイコス金貨を受け取って態度を翻した。
βουλομένων τʼ Ἀθηναίων Ἀντιπάτρῳ παραδοῦναι τὸν ἄνθρωπον ἀντεῖπεν, ἔγραψὲ τʼ ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν εἰπόντα·
846b アテナイ人がその男(ハルパロス)をアンティパトロスに引き渡そうとしたとき、彼は反対し、金額を民衆に告げることなく、その資金をアクロポリスに保管するよう提案する決議案を書いた。
φήσαντος δʼ Ἁρπάλου ἑπτακόσια συγκατακομίσαι τάλαντα τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν, εὑρέθη τριακόσια καὶ πεντήκοντα ἢ ὀλίγῳ πλείονα ὥς φησι Φιλόχορος·
ハルパロスがアクロポリスに運び込まれた額として七百タラントンを持参したと言ったのに対し、 ¦15 実際に見つかったのは三百五十タラントン、あるいはフィロホロスが言うようにそれよりわずかに多いだけであった。
μετὰ δὲ ταῦτα φυγόντος Ἁρπάλου ἐκ τοῦ δεσμωτηρίου, ἐν ᾧ ἐφυλάσσετο, μέχρις ἂν ἀφίκηταί τις παρʼ Ἀλεξάνδρου, καὶ πορευθέντος εἰς τὴν Κρήτην ἢ ὡς ἔνιοι ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, αἰτίαν ἔσχεν ὁ Δημοσθένης δωροδοκίας, ὡς διὰ τοῦτο μήτε τὸν τῶν ἀνακομισθέντων μεμηνυκὼς μήτε τὴν τῶν φυλασσόντων ἀμέλειαν.
その後、ハルパロスがアレクサンドロスからの使者が来るまで拘留されていた監獄から脱走し、クレタ島へ、あるいは一部の者が言うにはラコニアのタイナロンへ向かったとき、デモステネスは収賄の容疑をかけられた。 846c というのは、このために、運び込まれた金額(の不一致)を告発せず、また番兵たちの怠慢も告発しなかったからである。
εἰσαχθεὶς δʼ εἰς δικαστήριον ὑπὸ Ὑπερείδου Πυθέου Μενεσαίχμου Ἱμεραίου Πατροκλέους, οἳ ἐποίησαν καταγνῶναι αὐτοῦ τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ ἁλοὺς ἔφυγε, πενταπλασίονα ἀποτῖσαι μὴ δυνάμενος ʽ εἶχε δʼ αἰτίαν τριάκοντα τάλαντα λαβεῖν̓, ἢ ὡς ἔνιοι οὐχ ὑπομείνας τὴν κρίσιν.
ヒュペレイデス、ピュテアス、メネサイコス、ヒメライオス、パトロクレスによって法廷に引き出され(彼らはアレオパゴス評議会に彼を有罪と宣告させた)、有罪となった彼は、五倍の額を支払うことができなかったため(¦5 彼は三十タラントンを受け取ったという容疑をかけられていた)、あるいは一部の者が言うには判決を待たずに、亡命した。
μετὰ δὲ τοῦτον τὸν χρόνον τῶν Ἀθηναίων Πολύευκτον πεμψάντων πρεσβευτὴν πρὸς τὸ κοινὸν τῶν Ἀρκάδων, ὥστʼ ἀποστῆναι αὐτοὺς τῆς τῶν Μακεδόνων συμμαχίας, καὶ τοῦ Πολυεύκτου πεῖσαι μὴ δυναμένου, ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισεν.
この時の後、アテナイ人が ¦846d アルカディア人の同盟組織に対して、彼らをマケドニア人との同盟から離脱させるためにポリュウクトスを使節として派遣したものの、 ¦10 ポリュウクトスが説得できなかったとき、デモステネスが現れてともに弁論し、説得した。
ἐφʼ ᾧ θαυμασθεὶς μετὰ χρόνον τινὰ κάθοδον εὕρατο, ψηφίσματος γραφέντος καὶ τριήρους ἀποσταλείσης.
これによって称賛され、しばらくの後に、決議案が可決され、三段櫂船が派遣されて、帰国を許された。
τῶν δʼ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος.
アテナイ人が、彼の債務である三十 ¦15 タラントンを、ペイライエウスの救済者ゼウスの祭壇を装飾するために彼自身に用いることとし、それによって免除することを決議したため(この決議案は彼の従兄弟であったパイアニア区のデモンが書いた)、再びこれらに基づいて政治活動を行っていた。
Ἀντιπάτρου δʼ εἰς Λάμειαν ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος τῶν Ἀθηναίων εὐαγγέλια θυόντων, πρός τινα τῶν ἑταίρων Ἀγησίστρατον ἔφη οὐ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις περὶ τῶν πραγμάτων
ἐπίσταμαι γάρ
εἰπεῖν
τοὺς Ἕλληνας στάδιον μὲν πολεμεῖν καὶ εἰδότας καὶ δυναμένους, δόλιχον δʼ οὐκέτι
Φάρσαλον δʼ ἑλόντος Ἀντιπάτρου καὶ, πολιορκήσειν ἀπειλοῦντος Ἀθηναίους, εἰ μὴ τοὺς ῥήτορας ἐκδοίησαν, καταλιπὼν ὁ Δημοσθένης τὴν πόλιν ἔφυγε πρῶτον μὲν εἰς Αἴγιναν ἐπὶ τὸ Αἰάκειον καθεδούμενος, φοβηθεὶς δʼ εἰς Καλαυρίαν μετέστη.
アンティパトロスがギリシア人によってラミアに包囲され、 846e アテナイ人が吉報の犠牲を捧げていたとき、彼は友人の一人であるアゲシストラトスに対し、情勢について他の人々とは同じ意見を持っていないと言って、『私は、ギリシア人は短距離の戦い方は知っており、またできるが、長距離の戦いはもはやできないということを知っているからだ』と言った。 ファルサロスをアンティパトロスが攻略し、もし弁論家たちを引き渡さなければアテナイ人を包囲すると脅したとき、デモステネスは都市を離れて逃亡し、最初はアイギナ島に行き、アイアコス神殿に ¦5 懇願者として座ろうとしたが、恐ろしくなってカラウリアに移った。
ἐκδιδόναι δὲ τοὺς ῥήτορας τῶν Ἀθηναίων ψηφισαμένων κἀκεῖνον, καθέζετο ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ·
アテナイ人が彼をも引き渡すよう決議したため、 ¦846f 彼はそこ(カラウリア)でポセイドン神殿に懇願者として座った。
ἐλθόντος δʼ ἐπʼ αὐτὸν Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικαλουμένου, ὃς παρέβαλεν Ἀναξιμένει τῷ ῥήτορι καὶ πείθοντος αὐτὸν ἀναστῆναι, ὡς φίλον Ἀντιπάτρῳ γενησόμενον, εἶπεν ὅτι
οὔτε, ὅτε ἐτραγῴδεις, ἔπειθές με οὔτε νῦν πείσεις συμβουλεύων
τοῦ δʼ ἐπιχειροῦντος βιάζεσθαι, ἐκώλυσαν αὐτὸν οἱ κατὰ τὴν πόλιν·
彼を捕らえに『亡命者狩り』と呼ばれるアルキアスがやって来て(この人物は弁論家アナクシメネスの弟子であった)、アンティパトロスの友人になれるだろうと言って彼を立ち上がらせようと説得したとき、デモステネスはこう言った。 ¦10 『お前が悲劇を演じていたときも私を説得できなかったし、今勧めようとしていることも説得できないだろう。 』彼が力ずくで連れ出そうとしたとき、市の人々がそれを阻止した。
καὶ Δημοσθένης ἔφη
οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαυρίαν, ἀλλʼ ὡς ἐλέγξων Μακεδόνας καὶ τὰ τῶν θεῶν βιασομένους,·
そしてデモステネスは言った。 『私は ¦15 命の救済を求めてカラウリアに逃げ込んだのではなく、マケドニア人と、神々の(聖域)をも犯そうとする者たちを弾劾するために逃げ込んだのだ。
αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον
"
εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες,
οὔποτʼ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. "
』 ¦847a そして書写板を求めて書き記した。 マグネシアのデメトリオスが言うには、後にアテナイ人によって彼の彫像に刻まれたあの哀悼詩を書き記したという。 ¦20 『もしお前が、デモステネスよ、その知慮に等しい武力を持っていたなら、マケドニアの軍神がギリシア人を支配することは決してなかったであろうに。 』