Humanitext Reader

プルタルコス · 十大弁論家列伝 §7.1#2

リュクルゴスの逸話と死後の子供たちおよび家系

10 / 19 箇所 · ギリシア語

要旨

リュクルゴスの直言に関する逸話やその死後の子供たちの境遇、彼の行政・財政上の多大な功績、家族と子孫の複雑な系譜、および様々な公的栄誉と告発について記述されています。

§7.1#2ἦν δὲ καὶ παρρησιαστὴς διὰ τὴν εὐγένειαν·
彼はまた、その高貴な生まれゆえに、率直に語る者でもあった。
Ἀθηναίων γὲ τοί ποτε οὐκ ἀνεχομένων αὐτοῦ δημηγοροῦντος, ἀνέκραγεν ἐκβαλλόμενος ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία πάλιν δὲ θεὸν ἀναγορευόντων Ἀλέξανδρον καὶ ποδαπὸς ἂν εἴη εἶπεν ὁ θεός, οὗ τὸ ἱερὸν ἐξιόντας δεήσει περιρραίνεσθαι;
かつて彼が民衆の前で演説しているのをアテナイ人たちが容認せず、退場させられそうになったとき、彼は叫んだ。 「おお、ケルキュラの鞭よ、お前はなんと多くのタラントンの価値があることか! 」また別の時、人々がアレクサンドロスを神と宣言したとき、彼は言った。 「その神殿から出てくる者が水を浴びて身を清めねばならぬような神とは、いったいいかなる神なのか」。
ἀποθανόντος δʼ αὐτοῦ, παρέδωκαν τοὺς παῖδας τοῖς ἕνδεκα, Μενεσαίχμου μὲν κατηγορήσαντος γραψαμένου δὲ Θρασυκλέους·
彼の死後、人々は彼の子供たちを十一人委員会に引き渡した。 これはメネサイクモスが告発し、トラシュクレスが訴状を提出したためであった。
Δημοσθένους δὲ καθʼ ὃν ἔφευγε χρόνον ἐπιστείλαντος τοῖς Ἀθηναίοις, ὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις, μετενόησαν καὶ ἀφῆκαν αὐτούς, Δημοκλέους τοῦ Θεοφράστου μαθητοῦ ὑπὲρ αὐτῶν ἀπολογησαμένου.
しかし、デモステネスが亡命していた時期に、リュクルゴスの子らのことで自分たちが悪評を被っているとアテナイ人たちに書き送ったため、彼らは悔い改めて子供たちを釈放した。 これはテオフラストスの弟子であるデモクレスが彼らのために弁護したからである。
ἐτάφη δʼ αὐτὸς καὶ τῶν ἐκγόνων τινὲς δημοσίᾳ·
彼は自身も子孫の何人かも国葬に付された。
καὶ ἔστιν αὐτῶν τὰ μνήματα ἀντικρὺ τῆς Παιωνίας Ἀθηνᾶς ἐν τῷ Μελανθίου τοῦ φιλοσόφου κήπῳ, τράπεζαι πεποιημέναι, αὐτοῦ τε τοῦ Λυκούργου καὶ τῶν παίδων αὐτοῦ ἐπιγεγραμμέναι καὶ εἰς ἡμᾶς ἔτι σῳζόμεναι.
そして、彼らの墓はパイオニア・アテナの向かい、哲学者メランティオスの庭にあり、石卓の形で作られ、リュクルゴス自身と彼の子供たちの名が刻まれており、現代までなお保存されている。
τὸ μέγιστον, χίλια διακόσια τάλαντα προσόδου τῇ πόλει κατέστησε, πρότερον ἑξήκοντα προσιόντων.
最大の功績として、彼は市に1,200タラントンの歳入をもたらした。 以前に入っていたのはわずか60タラントンであった。
μέλλων δὲ τελευτήσειν εἰς· τὸ μητρῷον καὶ τὸ βουλευτήριον ἐκέλευσεν αὑτὸν κομισθῆναι, βουλόμενος·
彼は死を前提にしたとき、メトロオンと評議会議事堂へ自分を運ぶよう命じた。 自らの政治活動についての会計監査を受けたいと望んだからである。
εὐθύνας δοῦναι τῶν πεπολιτευμένων οὐδενὸς δὲ κατηγορῆσαι τολμήσαντος πλὴν Μενεσαίχμου, τὰς διαβολὰς ἀπολυσάμενος εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν, ἐπιεικὴς νομισθεὶς; παρὰ πάντα τὸν τοῦ βίου χρόνον καὶ ἐν λόγοις ἐπαινεθείς·
メネサイクモスを除いては誰もあえて告発しようとする者がいなかったため、中傷を払拭した上で自宅へ運ばれ、生涯を通じて公正な人物と見なされ、言論においても称賛されて世を去った。
καὶ μηδένα ἀγῶνα ἁλούς, καίτοι πολλῶν κατηγορησάντων.
多くの者が彼を告発したにもかかわらず、いかなる訴訟でも敗訴することはなかった。
ἔσχε δὲ τρεῖς παῖδας ἐκ Καλλιστοῦς τῆς Ἅβρωνος μὲν θυγατρός, Καλλίου δὲ τοῦ Ἅβρωνος Βατῆθεν ἀδελφῆς, τοῦ ταμιεύσαντος στρατιωτικῶν ἐπὶ Χαιρώνδου ἄρχοντος·
彼は、ハブロンの娘であり、カイロンダスがアルコンであった期に軍事資金管理者を務めたバテ区のハブロンの子カリアスの姉妹であるカリストとの間に、3人の子供をもうけた。
περὶ δὲ τῆς κηδείας ταύτης λέγει ὁ Δείναρχος ἐν τῷ κατὰ Πιστίου.
この婚姻については、デイナルコスが『ピスティアスに対する弁論』の中で述べている。
κατέλιπε δὲ παῖδας Ἅβρωνα Λυκοῦργον Λυκόφρονα·
彼は子供たちとしてハブロン、リュクルゴス、リュコフロンを遺した。
ὧν ὁ Ἅβρων καὶ ὁ Λυκοῦργος ἄπαιδες μετήλλαξαν· ἀλλʼ ὃ γʼ Ἅβρων καὶ πολιτευσάμενος ἐπιφανῶς μετήλλαξε, Λυκόφρων δὲ γήμας Καλλιστομάχην Φιλίππου Αἰξωνέως ἐγέννησε Καλλιστώ.
彼らのうち、ハブロンとリュクルゴスは子供のないまま他界したが、ハブロンは政治においても顕著な活動を行って世を去り、リュコフロンはアイクソネ区のフィリッポスの娘カリストマケと結婚してカリストをもうけた。
ταύτην δὲ γήμας Κλεόμβροτος Δεινοκράτους Ἀχαρνεύς, ἐγέννησε Λυκόφρονα· τοῦτον δʼ ὁ πάππος εἰσεποιήσατο Λυκόφρων·
このカリストをアカルナイ区のデイノクラテスの子クレオンブロトスが娶り、リュコフロンをもうけたが、この子を祖父のリュコフロンが養子とした。
οὗτος δʼ ἐτελεύτησεν ἄπαις·
しかし彼は子のないまま没した。
μετὰ δὲ τὴν Λυκόφρονος τελευτὴν ἔγημε τὴν Καλλιστὼ Σωκράτης καὶ ἔσχεν υἱὸν Σύμμαχον·
リュコフロンの死後、ソクラテスがカリストと結婚し、息子のシュマコスをもうけた。
τοῦ δʼ ἐγένετο Ἀριστώνυμος, τοῦ δὲ Χαρμίδης τοῦ δὲ Φιλίππη·
彼からアリストニュモスが生まれ、彼からカルミデスが、彼からフィリッペが生まれた。
ταύτης δὲ καὶ Λυσάνδρου Μήδειος, ὁ καὶ ἐξηγητὴς ἐξ Εὐμολπιδῶν γενόμενος·
彼女とリュサンドロスから、エウモルピダイ家出身の解釈者となったメデイオスが生まれた。
τούτου δὲ καὶ Τιμοθέας τῆς Γλαύκου παῖδες Λαοδάμεια καὶ Μήδειος, ὃς τὴν ἱερωσύνην Ποσειδῶνος Ἐρεχθέως εἶχε, καὶ Φιλίππη, ἥτις ἱεράσατο τῆς Ἀθηνᾶς ὕστερον·
彼とグラウコスの娘ティモテアの子供たちが、ラオダメイアと、ポセイドン・エレクテウスの神官職を務めたメデイオス、およびのちにアテナの女祭司を務めたフィリッペであった。
πρότερον δ’ αὐτὴν γήμας Διοκλῆς ὁ Μελιτεὺς ἐγέννησε Διοκλέα, τὸν ἐπὶ τοὺς ὁπλίτας στρατηγήσαντα·
しかしこれより先、メリテ区のディオクレスが彼女を娶り、重装歩兵将軍を務めたディオクレスをもうけた。
γήμας δʼ οὗτος Ἡδίστην Ἅβρωνος Φιλιππίδην καὶ Νικοστράτην ἐγέννησε γήμας δὲ τὴν Νικοστράτην Θεμιστοκλῆς ὁ Θεοφράστου ὁ δᾳδοῦχος ἐγέννησε Θεόφραστον καὶ Διοκλέα·
このディオクレスがハブロンの娘ヘディステを娶り、フィリッピデスとニコストラテをもうけた。 そして、テオフラストスの子で松明持ちのテミストクレスがニコストラテを娶り、テオフラストスとディオクレスをもうけた。
διετάξατο δὲ καὶ τὴν ἱερωσύνην τοῦ Ποσειδῶνος Ἐρεχθέως.
彼はまたポセイドン・ エレクテウスの神官職をも管理した。
φέρονται δὲ τοῦ ῥήτορος λόγοι δεκαπέντε.
この弁論家の演説は15篇が伝わっている。
ἐστεφανώθη δʼ ὑπὸ τοῦ δήμου πολλάκις καὶ εἰκόνων ἔτυχεν·
彼は民衆から何度も冠を授与され、像を建てられる栄誉を得た。
ἀνάκειται δʼ αὐτοῦ χαλκῆ εἰκὼν ἐν Κεραμεικῷ κατὰ ψήφισμα ἐπʼ Ἀναξικράτους ἄρχοντος·
そして、アナクシクラテスがアルコンであった期に決議された民会決議に基づき、ケラメイコスに彼の青銅像が建立されている。
ἐφʼ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε ὁ Λυκοῦργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων κατὰ τὸ αὐτὸ ψήφισμα· ἀποθανόντος τε Λυκούργου, 5 πρεσβύτατος τῶν παίδων Λυκόφρων ἠμφισβήτησε τῆς δωρεᾶς.
その任期に、同じ決議によって、リュクルゴス自身および彼の子孫の最年長者がプリュタネイオでの食事の権利を授与され、リュクルゴスが没すると、子供たちのうち最年長であったリュコフロンがこの権利を請求した。
εἶπε δὲ καὶ περὶ ἱερῶν πολλάκις, γραψάμενος; Αὐτόλυκον τὸν Ἀρεοπαγίτην καὶ Λυσικλέα τὸν στρατηγὸν καὶ Δημάδη τὸν Δημέου καὶ Μενέσαιχμον ἄλλους τε πολλούς, καὶ πάντας εἷλεν.
彼はまた聖事について何度も演説し、アレオパゴス評議員のアウトリュコス、将軍リュシクレス、デメアスの息子デマデス、およびメネサイクモスをはじめ、他の多くの人々を告発して、その全員を有罪とした。
ἔκρινε δὲ καὶ Δίφιλον, ἐκ τῶν ἀργυρείων μετάλλων τοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα καὶ ἐξ αὐτῶν πεπλουτηκότα παρὰ τοὺς νόμους· καὶ θανάτου ὄντος ἐπιτιμίου ἁλῶναι ἐποίησε, καὶ πεντήκοντα δραχμὰς ἐκ τῆς οὐσίας αὐτοῦ ἑκάστῳ τῶν πολιτῶν διένειμε, τῶν πάντων συναχθέντων ταλάντων ἑκατὸν ἑξήκοντα·
彼はまた、銀山から、上部の重量を支えていた中柱を不法に取り去り、それによって富を築いたディフィロスを裁判にかけ、死刑が規定されていたにもかかわらず彼を有罪とし、彼の財産から市民の一人一人に50ドラクマずつ分配した。
· ἤ, ὥς τινες, μνᾶν.
集まった総額は160タラントン、あるいは一部の人々によれば、1ミナであった。
5 δʼ εὐθύνας Ἀριστογείτονα καὶ Λεωκράτην καὶ Αὐτόλυκον δειλίας.
彼はまた、会計監査においてアリストゲイトンとレオクラテスを、そしてアウトリュコスを臆病の罪で有罪とした。
ἐπεκαλεῖτο δʼ ὁ Λυκοῦργος ἶβις " ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερὶς " κατῆγον δὲ τὸ γένος ἀπὸ τούτων καὶ Ἐρεχθέως τοῦ Γῆς καὶ Ἡφαίστου·
また、リュクルゴスは『トキ』とあだ名されていた。 「リュクルゴスにはトキ、カイレポンにはコウモリ」というように。 彼らは自らの家系を、これらの人々および大地とヘファイストスの子エレクテウスに遡らせた。
τὰ δʼ ἐγγυτάτω ἀπὸ Λυκομήδους καὶ Λυκούργου, οὓς ὁ δῆμος ταφαῖς ἐτίμησε δημοσίᾳ·
また、より近い先祖としては、民衆が公費での埋葬をもって栄誉を称えたリュコメデスとリュクルゴスに遡らせた。
καὶ ἔστιν αὕτη ἡ καταγωγὴ τοῦ γένους τῶν ἱερασαμένων τοῦ Ποσειδῶνος ἐν πίνακι τελείῳ, ὃς ἀνάκειται ἐν Ἐρεχθείῳ, γεγραμμένος ὑπʼ Ἰσμηνίου τοῦ Χαλκιδέως·
そして、ポセイドンの神官を務めたこの家系の系図は、ハルキス出身のイスメニアスによって描かれ、エレクテイオンに奉納されている完成された板絵に記されている。
καὶ εἰκόνες ξύλιναι τοῦ τε Λυκούργου καὶ τῶν υἱῶν αὐτοῦ, Ἅβρωνος Λυκούργου Λυκόφρονος, ἃς εἰργάσαντο Τίμαρχος καὶ Κηφισόδοτος, οἱ Πραξιτέλους υἱεῖς·
また、リュクルゴスと彼の息子たち、すなわちハブロン、リュクルゴス、リュコフロンの木像があり、これらはプラクシテレスの息子たちであるティマルコスとケフィソドトスが制作したものである。
τὸν δὲ πίνακα ἀνέθηκεν Ἅβρων ὁ παῖς; αὐτοῦ, λαχὼν ἐκ τοῦ γένους τὴν ἱερωσύνην καὶ παραχωρήσας τῷ ἀδελφῷ Λυκόφρονι·
その板絵は、家系から神官職を得たものの、それを弟のリュコフロンに譲った彼の息子ハブロンによって奉納された。
καὶ διὰ τοῦτο πεποίηται ὁ Ἅβρων προσδιδοὺς αὐτῷ τὴν τρίαιναν.
そのため、ハブロンが彼に三叉戟を手渡している姿が描かれている。
πάντων δʼ ὧν διῴκησεν ἀναγραφὴν ποιησάμενος ἀνέθηκεν ἐν στήλῃ πρὸ τῆς ὑπʼ; αὐτοῦ κατασκευασθείσης παλαίστρας σκοπεῖν τοῖς βουλομένοις·
彼は自分が管理したすべての事柄の記録を作成し、彼自身が建設したパライストラの前に、望む者が誰でも見られるように石柱に刻んで奉納した。
οὐδεὶς μέντοι ἐδυνήθη ἐλέγξαι τὸν ἄνδρα νοσφισμοῦ.
しかし、誰もこの人物の横領を証明することはできなかった。
ἔγραψε δὲ καὶ Νεοπτόλεμον Ἀντικλέους στεφανῶσαι καὶ εἰκόνα ἀναθεῖναι, ὅτι ἐπηγγείλατο χρυσώσειν τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἐν ἀγορᾷ κατὰ τὴν μαντείαν τοῦ θεοῦ.
彼はまた、アンティクレスの息子ネオプトレモスに冠を授与し、像を建立する決議案を起草した。 これは、ネオプトレモスが、神の神託に従って広場にあるアポロンの祭壇を金箔で覆うことを約束したためであった。
ἐψηφίσατο δὲ καὶ Διοτίμῳ Διοπείθους Εὐωνυμεῖ τιμὰς ἐπὶ Κτησικλέους ἄρχοντος.
また、クテシクレスがアルコンであった期には、エウオニュモン区のディオペイテスの子ディオティモスに対する栄誉を議決した。

語釈・文法注

  1. 842eὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις — 主節の動詞が歴史時制(歴史的アオリストの分詞 ἐπιστείλαντος)であるため、従属節の動詞が直接法から斜格希求法(optativus obliquus)へと変化している。κακῶς ἀκούω は「悪評を被る、悪く言われる」という慣用的な受動表現。
  2. 843dἐφʼ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε ὁ Λυκούργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων — 関係代名詞を用いた前置詞句 ἐφʼ οὗ は「その(アルコンの)任期において」を意味する。アナクシクラテスはリュクルゴスの死後(紀元前307/6年)のアルコンであるため、主語「リュクルゴス自身」が食事の権利を受けたというのは、彼の死後に名誉としてその家族に授与されたことを遡及的に指すか、あるいは公式決議の文言をそのまま引いている。
  3. 843dτοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα — 分詞 ὑφελόντα(ὑφαιρέω のアオリスト能動態分詞・単数対格)は、主節の動詞 ἔκρινε の直接目的語である Δίφιλον を修飾している。名詞 μεσοκρινεῖς は銀山の天井の重量を支えるために残された中柱を指し、分詞句全体で彼が告発された不法行為の事実関係を説明している。

この箇所を引用する

プルタルコス, 十大弁論家列伝 §7.1#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:7.1%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。