Humanitext Reader

普鲁塔克 · 十演说家传 §7.1#2

吕库戈斯的轶事、子嗣遭遇及家族谱系

第 10 段,共 19 段 · 希腊语

内容简介

本段记叙了吕库戈斯直言不讳的轶事、死后其子嗣的遭遇、他在财政和公共工程上的巨大成就、后代家族的谱系演变,以及他生前获得的诸多荣誉和对不法分子的指控。

§7.1#2ἦν δὲ καὶ παρρησιαστὴς διὰ τὴν εὐγένειαν·
他也因其高贵的出身而直言不讳;曾有一次,雅典人在他发表集会演说时无法容忍他,在他要被轰下台时,他大喊道: “哦,科尔库拉的皮鞭啊,你值多少个塔兰特啊!
Ἀθηναίων γὲ τοί ποτε οὐκ ἀνεχομένων αὐτοῦ δημηγοροῦντος, ἀνέκραγεν ἐκβαλλόμενος ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία πάλιν δὲ θεὸν ἀναγορευόντων Ἀλέξανδρον καὶ ποδαπὸς ἂν εἴη εἶπεν ὁ θεός, οὗ τὸ ἱερὸν ἐξιόντας δεήσει περιρραίνεσθαι;
” 又有一次,当人们宣布亚历山大为神时, ¦15 他说:“那从他的神庙里出来的人必须洒水净身的,会是怎样的一尊神呢?
ἀποθανόντος δʼ αὐτοῦ, παρέδωκαν τοὺς παῖδας τοῖς ἕνδεκα, Μενεσαίχμου μὲν κατηγορήσαντος γραψαμένου δὲ Θρασυκλέους· Δημοσθένους δὲ καθʼ ὃν ἔφευγε χρόνον ἐπιστείλαντος τοῖς Ἀθηναίοις, ὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις, μετενόησαν καὶ ἀφῆκαν αὐτούς, Δημοκλέους τοῦ Θεοφράστου μαθητοῦ ὑπὲρ αὐτῶν ἀπολογησαμένου.
” 在他死后, ¦842e 他们将他的孩子们交给了十一人委员会,这是因为梅内赛克莫斯进行了指控,而色拉绪克莱斯提交了书面起诉书;但德摩斯梯尼在流亡期间 ¦20 写信给雅典人,指出他们因吕库戈斯的孩子们而蒙受恶名,于是雅典人感到后悔并释放了他们,由泰奥弗拉斯托斯的弟子德摩克莱斯为他们进行了辩护。
ἐτάφη δʼ αὐτὸς καὶ τῶν ἐκγόνων τινὲς δημοσίᾳ· καὶ ἔστιν αὐτῶν τὰ μνήματα ἀντικρὺ τῆς Παιωνίας Ἀθηνᾶς ἐν τῷ Μελανθίου τοῦ φιλοσόφου κήπῳ, τράπεζαι πεποιημέναι, αὐτοῦ τε τοῦ Λυκούργου καὶ τῶν παίδων αὐτοῦ ἐπιγεγραμμέναι καὶ εἰς ἡμᾶς ἔτι σῳζόμεναι.
他本人及他的部分后代被国葬;他们的墓碑就在阿西娜·派奥尼亚的对面,在哲学家梅兰提乌斯的花园里,制成石桌的形状,上面刻有吕库戈斯本人及其孩子们 ¦5 的名字,至今仍保存完好。
τὸ μέγιστον, χίλια διακόσια τάλαντα προσόδου τῇ πόλει κατέστησε, πρότερον ἑξήκοντα προσιόντων.
¦842f 最大的一项成就是,他为城邦确立了一千二百个塔兰特的岁入,而此前岁入仅有六十个塔兰特。
μέλλων δὲ τελευτήσειν εἰς· τὸ μητρῷον καὶ τὸ βουλευτήριον ἐκέλευσεν αὑτὸν κομισθῆναι, βουλόμενος· εὐθύνας δοῦναι τῶν πεπολιτευμένων οὐδενὸς δὲ κατηγορῆσαι τολμήσαντος πλὴν Μενεσαίχμου, τὰς διαβολὰς ἀπολυσάμενος εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν, ἐπιεικὴς νομισθεὶς; παρὰ πάντα τὸν τοῦ βίου χρόνον καὶ ἐν λόγοις ἐπαινεθείς· καὶ μηδένα ἀγῶνα ἁλούς, καίτοι πολλῶν κατηγορησάντων.
在临终前,他命令人们将自己抬到母神庙和议事厅,希望 ¦10 为其政治生涯提交账目审计;除了梅内赛克莫斯以外,没有任何人敢于指控他,他在洗清了诽谤之后被抬回家中,并去世了,他一生都被视为公正的人,并在言论中受到赞扬;尽管有很多人控告过他,他却从未在任何 ¦15 诉讼中败诉。
ἔσχε δὲ τρεῖς παῖδας ἐκ Καλλιστοῦς τῆς Ἅβρωνος μὲν θυγατρός, Καλλίου δὲ τοῦ Ἅβρωνος Βατῆθεν ἀδελφῆς, τοῦ ταμιεύσαντος στρατιωτικῶν ἐπὶ Χαιρώνδου ἄρχοντος· περὶ δὲ τῆς κηδείας ταύτης λέγει ὁ Δείναρχος ἐν τῷ κατὰ Πιστίου.
他与卡莉斯托育有三个孩子,卡莉斯托是哈布隆之女,亦是巴特区哈布隆之子卡利亚斯的姐妹,卡利亚斯曾在凯隆达斯 ¦843a 担任执政官期间担任军事资金财务官;关于这桩联姻, ¦20 戴纳科斯在《诉皮斯提亚斯》中有所提及。
κατέλιπε δὲ παῖδας Ἅβρωνα Λυκοῦργον Λυκόφρονα·
他留下了孩子:哈布隆、吕库戈斯和吕科弗隆。
ὧν ὁ Ἅβρων καὶ ὁ Λυκοῦργος ἄπαιδες μετήλλαξαν· ἀλλʼ ὃ γʼ Ἅβρων καὶ πολιτευσάμενος ἐπιφανῶς μετήλλαξε, Λυκόφρων δὲ γήμας Καλλιστομάχην Φιλίππου Αἰξωνέως ἐγέννησε Καλλιστώ.
其中,哈布隆和吕库戈斯无子而终;但哈布隆在政治上表现显赫后去世,而吕科弗隆娶了埃克索内区菲利普之女卡莉斯托玛赫,生下卡莉斯托。
ταύτην δὲ γήμας Κλεόμβροτος Δεινοκράτους Ἀχαρνεύς, ἐγέννησε Λυκόφρονα· τοῦτον δʼ ὁ πάππος εἰσεποιήσατο Λυκόφρων· οὗτος δʼ ἐτελεύτησεν ἄπαις·
阿哈奈区的狄诺克拉底之子克莱翁布罗托斯娶了她,生下吕科弗隆;他的祖父吕科弗隆收养了他;而他 ¦5 无子而终。
μετὰ δὲ τὴν Λυκόφρονος τελευτὴν ἔγημε τὴν Καλλιστὼ Σωκράτης καὶ ἔσχεν υἱὸν Σύμμαχον· τοῦ δʼ ἐγένετο Ἀριστώνυμος, τοῦ δὲ Χαρμίδης τοῦ δὲ Φιλίππη· ταύτης δὲ καὶ Λυσάνδρου Μήδειος, ὁ καὶ ἐξηγητὴς ἐξ Εὐμολπιδῶν γενόμενος· τούτου δὲ καὶ Τιμοθέας τῆς Γλαύκου παῖδες Λαοδάμεια καὶ Μήδειος, ὃς τὴν ἱερωσύνην Ποσειδῶνος Ἐρεχθέως εἶχε, καὶ Φιλίππη, ἥτις ἱεράσατο τῆς Ἀθηνᾶς ὕστερον· πρότερον δ’ αὐτὴν γήμας Διοκλῆς ὁ Μελιτεὺς ἐγέννησε Διοκλέα, τὸν ἐπὶ τοὺς ὁπλίτας στρατηγήσαντα· γήμας δʼ οὗτος Ἡδίστην Ἅβρωνος Φιλιππίδην καὶ Νικοστράτην ἐγέννησε γήμας δὲ τὴν Νικοστράτην Θεμιστοκλῆς ὁ Θεοφράστου ὁ δᾳδοῦχος ἐγέννησε Θεόφραστον καὶ Διοκλέα· διετάξατο δὲ καὶ τὴν ἱερωσύνην τοῦ Ποσειδῶνος Ἐρεχθέως.
在吕科弗隆去世后, ¦843b 苏格拉底娶了卡莉斯托,生子叙玛科斯;叙玛科斯生阿里斯托尼玛斯,后者生哈米德斯,哈米德斯生菲利佩;菲利佩与莱桑德生梅狄乌斯,他曾任优摩尔皮代家族的阐释官;梅狄乌斯与格劳科斯之女提摩特亚的孩子是劳达美亚和梅狄乌斯(后者曾任波塞冬·埃雷赫修斯的祭司),以及菲利佩(她后来担任了阿西娜的女祭司);但在此之前,美利特区的狄奥克莱斯娶了她,生下狄奥克莱斯,即后来担任重装步兵将领的 ¦15 狄奥克莱斯;而后者娶了哈布隆之女赫狄丝特,生下菲利记德斯和尼科斯特拉特; ¦843c 泰奥弗拉斯托斯之子、持炬者塞米斯托克利娶了尼科斯特拉特,生下泰奥弗拉斯托斯和狄奥克莱斯;他还打理了波塞冬· ¦20 埃雷赫修斯的祭司职位。
φέρονται δὲ τοῦ ῥήτορος λόγοι δεκαπέντε.
传世的这位雄辩家的演说辞有十五篇。
ἐστεφανώθη δʼ ὑπὸ τοῦ δήμου πολλάκις καὶ εἰκόνων ἔτυχεν· ἀνάκειται δʼ αὐτοῦ χαλκῆ εἰκὼν ἐν Κεραμεικῷ κατὰ ψήφισμα ἐπʼ Ἀναξικράτους ἄρχοντος· ἐφʼ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε ὁ Λυκοῦργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων κατὰ τὸ αὐτὸ ψήφισμα· ἀποθανόντος τε Λυκούργου, 5 πρεσβύτατος τῶν παίδων Λυκόφρων ἠμφισβήτησε τῆς δωρεᾶς.
他多次获得民众授予的花冠和雕像;根据阿纳克西克拉特担任执政官期间通过的一项法令,在凯拉米科斯树立了他的青铜像;在那个时期,根据同一法令,吕库戈斯本人及其后代中最年长者也在市政厅获得了公膳权;吕库戈斯去世后,他孩子中最年长的吕科弗隆 ¦843d 申领了这一赏赐。
εἶπε δὲ καὶ περὶ ἱερῶν πολλάκις, γραψάμενος; Αὐτόλυκον τὸν Ἀρεοπαγίτην καὶ Λυσικλέα τὸν στρατηγὸν καὶ Δημάδη τὸν Δημέου καὶ Μενέσαιχμον ἄλλους τε πολλούς, καὶ πάντας εἷλεν.
他还多次就神圣事务发表言论,起诉了阿雷奥帕戈斯议员奥托吕科斯、将领吕西克莱斯、德美亚斯之子德马德斯 ¦5 以及梅内赛克莫斯等许多人,并将他们全部定罪。
ἔκρινε δὲ καὶ Δίφιλον, ἐκ τῶν ἀργυρείων μετάλλων τοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα καὶ ἐξ αὐτῶν πεπλουτηκότα παρὰ τοὺς νόμους· καὶ θανάτου ὄντος ἐπιτιμίου ἁλῶναι ἐποίησε, καὶ πεντήκοντα δραχμὰς ἐκ τῆς οὐσίας αὐτοῦ ἑκάστῳ τῶν πολιτῶν διένειμε, τῶν πάντων συναχθέντων ταλάντων ἑκατὸν ἑξήκοντα· · ἤ, ὥς τινες, μνᾶν.
他还审判了狄菲罗斯,因为后者从银矿中拆除了支撑上方重量的矿柱,并以此违法聚敛财富;尽管法定刑罚是死刑,他还是 ¦10 使其被判有罪,并从其财产中分给每位公民五十德拉克马,收集到的总额为一百六十个塔兰特, ¦843e 或者如某些人所说,每人一米纳。
5 δʼ εὐθύνας Ἀριστογείτονα καὶ Λεωκράτην καὶ Αὐτόλυκον δειλίας.
他还在审计中定罪了阿里斯托格伊通、莱奥克拉底,并因懦弱罪定罪了奥托吕科斯。
ἐπεκαλεῖτο δʼ ὁ Λυκοῦργος ἶβις " ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερὶς " κατῆγον δὲ τὸ γένος ἀπὸ τούτων καὶ Ἐρεχθέως τοῦ Γῆς καὶ Ἡφαίστου·
吕库戈斯被 ¦15 称为“朱鹭”:“朱鹭送给吕库戈斯,蝙蝠送给凯勒丰。
τὰ δʼ ἐγγυτάτω ἀπὸ Λυκομήδους καὶ Λυκούργου, οὓς ὁ δῆμος ταφαῖς ἐτίμησε δημοσίᾳ·
”他们将家族谱系追溯到这些人以及大地与赫菲斯托斯之子埃雷赫修斯;更近的先祖则是吕科美德斯和吕库戈斯,民众曾以国葬荣耀了 ¦20 他们。
καὶ ἔστιν αὕτη ἡ καταγωγὴ τοῦ γένους τῶν ἱερασαμένων τοῦ Ποσειδῶνος ἐν πίνακι τελείῳ, ὃς ἀνάκειται ἐν Ἐρεχθείῳ, γεγραμμένος ὑπʼ Ἰσμηνίου τοῦ Χαλκιδέως· καὶ εἰκόνες ξύλιναι τοῦ τε Λυκούργου καὶ τῶν υἱῶν αὐτοῦ, Ἅβρωνος Λυκούργου Λυκόφρονος, ἃς εἰργάσαντο Τίμαρχος καὶ Κηφισόδοτος, οἱ Πραξιτέλους υἱεῖς· τὸν δὲ πίνακα ἀνέθηκεν Ἅβρων ὁ παῖς; αὐτοῦ, λαχὼν ἐκ τοῦ γένους τὴν ἱερωσύνην καὶ παραχωρήσας τῷ ἀδελφῷ Λυκόφρονι· καὶ διὰ τοῦτο πεποίηται ὁ Ἅβρων προσδιδοὺς αὐτῷ τὴν τρίαιναν.
担任波塞冬祭司的这一家族谱系被记录在一块精美的画板上,该画板奉献于埃雷赫修姆神庙,由哈尔基斯的伊斯梅尼亚斯所绘;还有吕库戈斯及其儿子们(哈布隆、吕库戈斯 ¦5 ¦843f 和吕科弗隆)的木质雕像,这些雕像是由普拉克西特列斯的儿子们——提马科斯和凯菲索多托斯所制作的;画板是由他的儿子哈布隆所献,哈布隆在家族中抽签获得了祭司职位,但将其让给了弟弟吕科弗隆;因此,画中表现了哈布隆 ¦10 向他递交三叉戟的场景。
πάντων δʼ ὧν διῴκησεν ἀναγραφὴν ποιησάμενος ἀνέθηκεν ἐν στήλῃ πρὸ τῆς ὑπʼ; αὐτοῦ κατασκευασθείσης παλαίστρας σκοπεῖν τοῖς βουλομένοις· οὐδεὶς μέντοι ἐδυνήθη ἐλέγξαι τὸν ἄνδρα νοσφισμοῦ.
他把自己管理的所有事务都制作了记录,并将其立在由他建造的摔跤场前的石碑上,供想要查看的人审视;然而,没有任何人能够证实他有贪污的行为。
ἔγραψε δὲ καὶ Νεοπτόλεμον Ἀντικλέους στεφανῶσαι καὶ εἰκόνα ἀναθεῖναι, ὅτι ἐπηγγείλατο χρυσώσειν τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἐν ἀγορᾷ κατὰ τὴν μαντείαν τοῦ θεοῦ.
他还提议为安提克莱斯之子新普托勒莫斯 ¦15 戴上花冠并树立其雕像,因为新普托勒莫斯承诺按照神谕,用黄金装饰阿哥拉上的 ¦844a 阿波罗祭坛。
ἐψηφίσατο δὲ καὶ Διοτίμῳ Διοπείθους Εὐωνυμεῖ τιμὰς ἐπὶ Κτησικλέους ἄρχοντος.
此外,在克特西克莱斯担任执政官期间,他还投票授予尤奥尼蒙区的狄奥佩斯之子狄奥蒂莫斯以荣誉。

词汇与语法注释

  1. 842eὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις — 间接引语中的斜格祈愿语气(optativus obliquus),跟在主句的历史时制(分词 ἐπιστείλαντος)之后。短语 κακῶς ἀκούω 是一个惯用的被动表达,意为“遭受恶名”或“被说坏话”。
  2. 843dἐφʼ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε ὁ Λυκούργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων — 带有关系代词的前置词短语 ἐφʼ οὗ 意为“在其任内”(指执政官阿纳克西克拉特)。由于阿纳克西克拉特在公元前307/6年担任执政官,处于吕库戈斯死后,主语“吕库戈斯本人”获得公膳权是指以其名义授予其家族的追溯性荣誉,或者反映了荣誉法令的字面措辞。
  3. 843dτοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα — 分词 ὑφελόντα(ὑφαιρέω 的无定过去时主动分词,单数宾格)修饰主句动词 ἔκρινε 的宾语狄菲罗斯。名词 με索克里内斯(μεσοκρινεῖς)指银矿中用以支撑顶板重量的矿柱,整句分词短语解释了他被起诉的违法事实。

引用这一段

普鲁塔克, 十演说家传 §7.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:7.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。