§8.1#1Δημοσθένης Δημοσθένους καὶ Κλεοβούλης τῆς Γύλωνος θυγατρός, τῶν δὲ δήμων Παιανιεύς, καταλειφθεὶς;
デモステネスは、デモステネスとギュロンの娘クレオブレの子であり、パイアニア区の出身であった。
ὑπὸ τοῦ πατρὸς ἐτῶν ἑπτὰ μετʼ ἀδελφῆς πενταέτιδος τὸν μὲν τῆς ὀρφανίας χρόνον παρὰ τῇ μητρὶ διῆγε, σχολάζων Ἰσοκράτει ὥς τινες ἔφασαν, ὡς δʼ οἱ πλεῖστοι Ἰσαίῳ τῷ Χαλκιδεῖ, ὃς ἦν Ἰσοκράτους μαθητής, διάγοντι ἐν Ἀθήναις, ζηλῶν Θουκυδίδην καὶ Πλάτωνα τὸν φιλόσοφον, ᾧ τινες εἶπον προηγουμένως αὐτὸν σχολάσαι.
彼は七歳のとき、五歳の妹とともに父親によって残され、孤児としての時期を母親のもとで過ごした。 一部の者が言うようにイソクラテスに師事したとも、また大部分の者が言うように、当時アテナイで活動していたイソクラテスの弟子であるハルキス出身のイサイオスに師事したとも言われるが、彼はトゥキュディデスと哲学者プラトンを模範とし、プラトンには一部の者たちが彼が最初に師事したと言っている。
ὡς δʼ Ἡγησίας ὁ Μάγνης φησίν, ἐδεήθη τοῦ παιδαγωγοῦ, ἵνα Καλλιστράτου Ἐμπέδου Ἀφιδναίου, ῥήτορος δοκίμου καὶ ἱππαρχήσαντος καὶ ἀναθέντος τὸν βωμὸν τῷ Ἑρμῇ τῷ ἀγοραίῳ, μέλλοντος ἐν τῷ δήμῳ λέγειν, ἀκούσῃ ἀκούσας δʼ ἐραστὴς ἐγένετο τῶν λόγων.
マグネシアのヘゲシアスが言うには、彼は教育係に頼み込み、アピドナイ区のエンペドスの子カリストラトス(高名な弁論家であり、騎兵指揮官を務め、また広場のヘルメスに祭壇を奉納した人物)が民会で演説しようとしているのを聴きに行かせてもらった。 そしてそれを聴いて、彼は言論の愛好者となった。
καὶ τούτου μὲν ἐπʼ ὀλίγον ἤκουσεν, ἕως ἐπεδήμει.
そしてこのカリストラトスの話を、彼が滞在している間、少しの間だけ聴いた。
ἐπειδὴ δʼ ὁ μὲν ἔφυγεν εἰς Θρᾴκην ὁ δʼ ἐγεγόνει ἐξ ἐφήβων; τηνικαῦτα παρέβαλεν Ἰσοκράτει καὶ Πλάτωνι·
しかし彼がトラキアへ亡命し、自身が青年期を終えたとき、そのときにイソクラテスとプラトンのもとに赴いた。
εἶτα καὶ Ἰσαῖον ἀναλαβὼν εἰς τὴν οἰκίαν τετραετῆ χρόνον αὑτὸν διεπόνησε, μιμούμενος αὐτοῦ τοὺς λόγους.
それから、イサイオスをも自宅に迎え入れ、四年の間自らを鍛え上げ、彼の弁論を模倣した。
ὡς δὲ Κτησίβιός φησιν ἐν τῷ περὶ φιλοσοφίας, διὰ Καλλίου τοῦ Συρακουσίου πορίσας τοὺς Ζήθου τοῦ Ἀμφιπολίτου λόγους, διὰ δὲ Χαρικλέους τοῦ Καρυστίου τοὺς Ἀλκιδάμαντος, διέλαβεν αὐτούς.
クテシビオスが『哲学について』の中で言うには、シラクサのカリアスを介してアムフィポリスのゼトスの弁論を手に入れ、カリュストスのカリクレスを介してアルキダマスの弁論を手に入れて、これらをしっかりと習得した。
τελειωθεὶς δέ, ἐλάττω παρὰ τῶν ἐπιτρόπων παραλαβών, ἔκρινεν αὐτοὺς ἐπιτροπῆς ἐπὶ Τιμοκράτους ἄρχοντος, τρεῖς ὄντας, Ἄφοβον Θηριππίδην Δημοφῶντα ἢ Δημέαν καὶ μάλιστα τούτου κατηγόρησεν ἀδελφοῦ τῆς μητρὸς ὄντος, δέκα τάλαντα τίμημα ἑκάστῃ τῶν δικῶν ἐπιγραψάμενος·
成人すると、後見人たちから本来より少ない財産を受け取ったため、彼はティモクラテスがアルコンであった期に、後見怠慢の罪で彼ら三人、すなわちアポボス、テリッピデス、デモポンまたはデメアスを裁判にかけた。 そして特に、母の兄弟であったこの後者を告発し、それぞれの訴訟において十タラントンの賠償額を記載して、彼らを有罪とした。
καὶ εἷλεν αὐτούς τῆς δὲ καταδίκης οὐδὲν ἐπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου τοὺς δὲ καὶ χάριτος.
しかし、判決による罰金を全く徴収せず、一部の者には金銭の支払いを免除し、他の者には好意によって免除した。
Ἀριστοφῶντος δʼ ἤδη τὴν προστασίαν διὰ γῆρας καταλιπόντος, καὶ χορηγὸς ἐγένετο.
アリストポンが既に老齢のために指導的立場を退いたとき、彼はコレーゴスにもなった。
Μειδίαν δὲ τὸν Ἀναγυράσιον πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα εἰς κρίσιν καταστήσας, λαβὼν τρισχιλίας ἀφῆκε τῆς δίκης λέγουσι δʼ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἣμισυ τῆς κεφαλῆς;
そして、コレーゴスを務めていた彼を劇場で殴打したアナギュルス区のメイディアスを裁判に引き出したが、三千ドラクマを受け取って訴訟を取り下げた。 人々は彼について、まだ若かったころに洞窟に引退し、そこで外に出られないように頭の半分を剃り落として勉学に励んだと言っている。
ξυράμενον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆς κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη.
また、すぐに起き上がれるように狭い寝台で眠り、ロー(ρ)の文字をうまく発音できなかったのを訓練して克服し、練習中に肩を不格好に動かすのをやめさせるために、天井から串を、あるいは一部の者が言うには小さな剣を吊り下げて、恐れて肩を動かさないようにした。
προβαίνοντα δὲ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵνʼ ἐπανορθώσηται τὰ ἐλλείποντα·
言論の力が進歩するにつれて、彼は自分と同じ大きさの等身大の鏡を作らせ、不足している点を修正するために、それを見つめながら練習した。
καὶ κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵνʼ, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη·
また、ファレロンの海岸へ下っていって、波の打ち寄せる音に向かって弁論の準備をしたが、これはいつの日か民衆が騒ぎ立てても、慌てふためかないようにするためであった。
τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵνʼ ὅλας περιόδους ἀπνεύστως λέγῃ.
また、息が続かなかったため、俳優のネオプトレモスに一万ドラクマを与えて、長い周期文を丸ごと息継ぎなしで言えるようにしてもらった。
ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δʼ ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο·
彼が政治活動に参入したとき、市内の人々が二つに分裂しており、一方はフィリッポスに与し、他方は自由のために演説していたが、彼はフィリッポスに対抗する陣営を選んだ。
καὶ διὰ παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ·
そして生涯を通じて、フィリッポスの支配下に入る危険にさらされている人々を援助するよう勧告し続け、ヒュペレイデス、ナウシクレス、ポリュウクトス、ディオティモスらとともに政治活動を行った。
διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις.
それゆえ彼はアテナイ人のために、テーバイ人、エウボイア人、ケルキュラ人、コリントス人、ボイオティア人、そしてこれらに加えて他の多くの人々を同盟国とした。
ἐκπεσὼν δὲ ποτʼ ἐπὶ τῆς ἐκκλησίας καὶ ἀθυμῶν ἐβάδιζεν οἴκοι· συντυχὼν δʼ αὐτῷ Εὔνομος ὁ Θριάσιος πρεσβύτης ἤδη ὢν προετρέψατο τὸν Δημοσθένη, μάλιστα δʼ ὁ ὑποκριτὴς Ἀνδρόνικος εἰπὼν ὡς οἱ μὲν λόγοι καλῶς ἔχοιεν λείποι δʼ αὐτῷ τὰ τῆς ὑποκρίσεως, ἀπεμνημόνευσέ τε τῶν ἐπὶ τῆς ἐκκλησίας ὑπʼ αὐτοῦ λελεγμένων· καὶ δὴ πιστεύσαντα τὸν Δημοσθένη παραδοῦναι αὑτὸν τῷ Ἀνδρονίκῳ.
かつて民会で失脚し、落胆して家に向かって歩いていたとき、トリア区出身で既に老人であったエウノモスが彼に出会ってデモステネスを励ました。 しかし特に、俳優のアンドロニコが、彼の言論は優れているが演技の点が不足していると言って、民会で彼によって語られたことを暗唱して見せ、それによって信頼を寄せたデモステネスは、身をアンドロニコに委ねた。
ὅθεν ἐρομένου αὐτὸν τινος τί πρῶτον ἐν ῥητορικῇ, εἶπεν
ὑπόκρισις
καὶ τί δεύτερον
ὑπόκρισις·
それゆえ、ある人が彼に「弁論術において第一のものは何か」と尋ねたとき、彼はこう答えた。 「演技(デリバリー)である。 」「第二のものは何か。 」「演技(デリバリー)である。
καὶ τί τρίτον
ὑπόκρισισ.
」「第三のものは何か。 」「演技(デリバリー)である。
προελθὼν δὲ πάλιν εἰς τὰς ἐκκλησίας, νεωτερικῶς τινα λέγων διεσύρετο, ὡς κωμῳδηθῆναι αὐτὸν ὑπʼ Ἀντιφάνους καὶ Τιμοκλέους
"
μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα
"
ὀμόσας δὲ τοῦτον τὸν τρόπον ἐν τῷ δήμῳ θόρυβον ἐκίνησεν.
」再び民会に出て行ったが、何か風変わりな表現を語ったため嘲笑され、アンティファネスやティモクレスによって喜劇のネタにされるほどであった。 「大地にかけて、泉にかけて、川にかけて、流れにかけて! 」このような方法で民衆の前で誓いを立てたため、彼は騒動を引き起こした。
ὤμνυε δὲ καὶ τὸν Ἀσκληπιόν, προπαροξύνων Ἀσκλήπιον·
また彼はアスクレピオスにかけて誓ったが、その際「アスクレピオス」のアクセントを前に置いて発音し、自分が正しく発音しているのだと主張した。
καὶ παρεδείκνυεν 1 αὑτὸν ὀρθῶς λέγοντα· εἶναι γὰρ τὸν θεὸν ἤπιον·
なぜならその神は穏やか(ἤπιος)だからである、と。
καὶ ἐπὶ τούτῳ πολλάκις ἐθορυβήθη.
そしてこのことのために、しばしば騒ぎ立てられた。
σχολάσας δʼ Εὐβουλίδῃ τῷ διαλεκτικῷ Μιλησίῳ ἐπηνωρθώσατο πάντα.
しかし、ミレトス出身の問答法家エウブリデスに師事することで、彼はこれらすべてを矯正した。
γενόμενος δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει καὶ ἀκούσας Λαμάχου τοῦ Τερειναίου Φιλίππου καὶ Ἀλεξάνδρου ἐγκώμιον ἀναγινώσκοντος Θηβαίων δὲ καὶ Ὀλυνθίων κατατρέχοντος, παραναστὰς ἀρχαίων ποιητῶν μαρτυρίας προηνέγκατο περὶ τῶν Θηβαίοις καὶ Ὀλυνθίοις καλῶς πραχθέντων, ὡς παύσασθαί τε τὸ λοιπὸν τὸν Λάμαχον καὶ φυγεῖν ἐκ τῆς πανηγύρεως Φίλιππον δὲ πρὸς τοὺς ἀναφέροντας αὐτῷ τὰς κατʼ αὐτοῦ δημηγορίας εἰπεῖν ὅτι
καὶ αὐτὸς ἂν ἀκούων λέγοντος Δημοσθένους ἐχειροτόνησα τὸν ἄνδρα πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον
ἐκάλει δὲ τοὺς μὲν αὐτοῦ λόγους ὁμοίους τοῖς στρατιώταις διὰ τὴν πολεμικὴν δύναμιν, τοὺς δʼ Ἰσοκράτους τοῖς ἀθληταῖς·
また、オリンピアの祝祭に赴いたとき、テリナ出身のラマコスがフィリッポスとアレクサンドロスの賛辞を朗読し、テーバイ人とオリュントス人を非難しているのを聴いて、立ち上がって、テーバイ人とオリュントス人の立派な業績についての古代の詩人たちの証言を提示し、その結果、ラマコスは以後発言をやめ、祝祭から逃げ出すほどであった。 またフィリッポスは、自分に対するデモステネスの演説を報告する者たちに対してこう言ったという。 「私自身も、デモステネスが語るのを聴いていたなら、自分に対する戦争のためにこの男を(将軍に)選出したであろう。 」彼はデモステネスの演説を、その戦闘的な力のゆえに兵士に似ていると呼び、イソクラテスの演説をアスリートに似ていると呼んだ。
τέρψιν γὰρ παρέχειν αὐτοὺς θεατρικήν.
なぜなら、それらは劇場のような娯楽を提供するからである。
ἑπτὰ δὲ.
そして、七……