Humanitext Reader

プルタルコス · 十大弁論家列伝 §7.1#1

リュクルゴスの生涯と財政管理および立法

9 / 19 箇所 · ギリシア語

要旨

アテナイの政治家・財政官リュクルゴスの生涯、功績、導入した数々の法律、および彼の質素な私生活や逸話について述べている。

§7.1#1Λυκοῦργος πατρὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκοῦργος, ὃν οἱ τριάκοντα τύραννοι ἀπέκτειναν, αἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου Βατῆθεν, ὃς καὶ ἑλληνοταμίας γενόμενος ἔφυγεν ἐν τῇ δημοκρατίᾳ·
リュクルゴスは、三十人僭主によって殺害されたリュコフロンの息子、リュクルゴスの子であった。 この殺害の直接の責任者は、バテ区のアリストデモスであり、彼はヘレノタミアスを務めた後、民主政下で亡命した。
τῶν δήμων δὲ Βουτάδης, γένους τοῦ τῶν Ἐτεοβουταδῶν.
リュクルゴスの区はブタダイ区であり、エテオブタダイの家系の出身であった。
ἀκροατὴς δὲ γενόμενος Πλάτωνος; τοῦ φιλοσόφου, τὰ πρῶτα ἐφιλοσόφησεν εἶτα καὶ Ἰσοκράτους· τοῦ ῥήτορος γνώριμος γενόμενος ἐπολιτεύσατο ἐπιφανῶς, καὶ λέγων καὶ πράττων καὶ δὴ πιστευσάμενος τὴν διοίκησιν τῶν χρημάτων·
彼はまず哲学者プラトンの弟子となって哲学を学び、その後、弁論家イソクラテスの知己となって政治において顕著に活動し、言論においても行動においても、まさに公金の管理を委ねられた。
ταμίας γὰρ ἐγένετο ἐπὶ τρεῖς πενταετηρίδας ταλάντων μυρίων τετρακισχιλίων, ἢ ὥς τινες μυρίων ὀκτακισχιλίων ἑξακοσίων πεντήκοντα, καὶ ὁ τὰς·
というのも、彼は14,000タラントン、あるいはある人々によれば18,650タラントンの公金管理者(タミアス)を5年一期として3期にわたって務めたからである。
τιμὰς αὐτῷ ψηφιζόμενος Στρατοκλῆς ὁ ῥήτωρ, τὸ μὲν πρῶτον αἱρεθεὶς αὐτός, ἔπειτα τῶν φίλων ἐπιγραψάμενός τινα, αὐτὸς ἐποιεῖτο τὴν διοίκησιν διὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν, μὴ πλείω πέντε ἐτῶν διέπειν τὸν χειροτονηθέντα ἐπὶ τὰ δημόσια χρήματα, ἀεὶ τʼ ἐφεστὼς τοῖς ἔργοις διετέλεσε, καὶ θέρους καὶ χειμῶνος.
彼に栄誉を議決した弁論家ストラトクレスによれば、最初は彼自身が選出され、その後は彼の友人の一人を登録して、彼自身が管理を行った。 これは、公金を扱うために選出された者は5年を超えて管理してはならないという法律が導入されるのを先んじるためであった。 そして彼は、夏も冬も、常に事業を監督し続けた。
καὶ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν χειροτονηθεὶς; πολλὰ τῆς πόλεως ἐπηνώρθωσε, καὶ τριήρεις παρεσκεύασε τῷ δήμῳ τετρακοσίας, καὶ τὸ ἐν Λυκείῳ γυμνάσιον ἐποίησε καὶ ἐφύτευσε καὶ τὴν παλαίστραν ᾠκοδόμησε καὶ τὸ ἐν Διονύσου θέατρον ἐπιστατῶν ἐπετέλεσε.
また、戦争の準備のために選出され、市の多くのものを修復し、民衆のために400隻の三段櫂船を調達し、リュケイオンの体育場を造って樹木を植え、パライストラを建設し、ディオニュソス劇場を監督して完成させた。
πιστευσάμενος δʼ ἐν παρακαταθήκῃ παρὰ τῶν ἰδιωτῶν διακόσια πεντήκοντα τάλαντα ἐφύλαξε, πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ τῇ πόλει κατεσκεύασε καὶ Νίκας χρυσᾶς.
また、個人から寄託された250タラントンを信託されて保管し、市のために金銀の祭礼用器物や金製のニケの像を製作した。
πολλὰ δʼ ἡμίεργα παραλαβὼν ἐξετέλεσε καὶ νεωσοίκους καὶ τὴν σκευοθήκην·
また、中途半端な多くの工作物を引き継いで完成させ、船首格納庫や兵器庫も完成させた。
καὶ τῷ σταδίῳ τῷ Παναθηναϊκῷ τὴν κρηπῖδα περιέθηκεν, ἐξεργασάμενος τοῦτό τε καὶ τὴν χαράδραν ὁμαλὴν ποιήσας, Δεινίου τινός, ὃς ἐκέκτητο τοῦτο τὸ χωρίον, ἀνέντος τῇ πόλει, προείπαντος αὐτῷ χαρίσασθαι Λυκούργου.
さらにパナテナイア競技場に土台を巡らせ、これを仕上げて渓谷を平らにした。 これは、この土地を所有していたあるデイニアスが、もしリュクルゴスが彼に譲るよう求めたなら市に寄贈するとあらかじめ言っていたため、市に無償で提供したものである。
ἔσχε δὲ καὶ τοῦ ἄστεος τὴν φυλακὴν καὶ τῶν κακούργων τὴν σύλληψιν; οὓς ἐξήλασεν·
彼はまた市の警備と悪人の逮捕を担当し、彼らをすべて追放した。
ἅπαντας, ὡς καὶ τῶν σοφιστῶν ἐνίους λέγειν Λυκοῦργον οὐ μέλανι ἀλλὰ θανάτῳ χρίοντα τὸν κάλαμον κατὰ τῶν πονηρῶν, οὕτω συγγράφειν.
そのため、ソフィストたちの一部が「リュクルゴスは黒いインクではなく、死を筆に浸して、悪人どもに対してそのように執筆している」と言ったほどである。
ὅθεν ἐξαιτηθέντα αὐτὸν ὑπʼ Ἀλεξάνδρου τοῦ βασιλέως ὁ δῆμος οὐ προήκατο.
それゆえに、アレクサンドロス王から彼の身柄引き渡しを要求されたとき、民衆は彼を渡さなかった。
καθʼ ὃν δὲ χρόνον ἐπολέμει Φίλιππος πρὸς Ἀθηναίους τὸν δεύτερον πόλεμον, ἐπρέσβευε μετὰ Πολυεύκτου καὶ Δημοσθένους εἴς τε Πελοπόννησον καί τινας ἑτέρας πόλεις.
フィリッポスがアテナイ人に対して第二次戦争を行っていた時期に、彼はポリュエウクトスやデモステネスとともにペロポネソスや他のいくつかの都市に使節として赴いた。
διετέλεσέ τε τὸν ἅπαντα χρόνον εὐδοκιμῶν παρὰ τοῖς Ἀθηναίοις καὶ δίκαιος εἶναι νομιζόμενος, ὥστε καὶ ἐν τοῖς δικαστηρίοις τὸ φῆσαι Λυκοῦργον ἐδόκει βοήθημα εἶναι τῷ συναγορευομένῳ.
そして彼は生涯を通じてアテナイ人の間で高い評判を保ち、義人であると見なされていたため、法廷において「リュクルゴスがそう言った」と言うことさえ、弁護される側にとっての助けとなると思われたほどであった。
εἰσήνεγκε δὲ καὶ νόμους·
彼はまた法律も導入した。
, τὸν μὲν περὶ τῶν κωμῳδῶν, ἀγῶνα τοῖς Χύτροις ἐπιτελεῖν ἐφάμιλλον ἐν τῷ θεάτρῳ καὶ τὸν νικήσαντα εἰς ἄστυ καταλέγεσθαι πρότερον οὐκ ἐξόν, ἀναλαμβάνων τὸν ἀγῶνα ἐκλελοιπότα·
一つは喜劇役者に関するもので、ホイ・キュトロイにおいて劇場で競い合うコンテストを挙行し、勝者を「市」に登録するというものであった。 これは以前は許可されていなかったが、廃止されていたコンテストを復興したものである。
τὸν δέ, ὡς χαλκᾶς εἰκόνας ἀναθεῖναι τῶν ποιητῶν, Αἰσχύλου Σοφοκλέους Εὐριπίδου, καὶ τὰς τραγῳδίας αὐτῶν ἐν κοινῷ γραψαμένους φυλάττειν καὶ τὸν τῆς πόλεως γραμματέα παραναγινώσκειν τοῖς ὑποκρινομένοις·
もう一つは、詩人たち――アイスキュロス、ソフォクレス、エウリピデス――の青銅像を建立し、彼らの悲劇を公的に書き写して保管し、市の書記が俳優たちにそれを読み聞かせるべきだというものであった。
οὐκ ἐξεῖναι γὰρ παρʼ αὐτὰς ὑποκρίνεσθαι.
というのも、それから外れて演じることは許されなかったからである。
καὶ τρίτον, μηδενὶ ἐξεῖναι Ἀθηναίων μηδὲ τῶν οἰκούντων Ἀθήνησιν ἐλεύθερον σῶμα πρίασθαι ἐπὶ δουλείᾳ ἐκ τῶν ἁλισκομένων ἄνευ τῆς τοῦ προτέρου δεσπότου γνώμης.
三つ目は、アテナイ人の誰も、またアテナイに居住する誰も、捕虜の中から自由な身分の者を、以前の主人の同意なしに奴隷とする目的で購入してはならないというものであった。
ἔτι δέ, ὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν ἐν Πειραιεῖ, κυκλίων χορῶν οὐκ ἔλαττον τριῶν, καὶ δίδοσθαι μὲν τοῖς νικῶσιν οὐκ ἔλαττον δέκα μνᾶς, τοῖς δὲ δευτέροις ὀκτώ, ἓξ δὲ τοῖς τρίτοις κριθεῖσιν.
さらに、ペイライエウスにおいてポセイドンのためのコンテストを挙行し、環状舞踊の合唱隊を少なくとも3隊用いるものとし、勝者には少なくとも10ミナ、2位には8ミナ、3位に選ばれた者には6ミナを与えるべきだというものであった。
ἔτι δʼ ἐπὶ ζεύγους μὴ ἀπιέναι γυναῖκα Ἐλευσῖνάδε, ὅπως μὴ ἐλαττῶνται αἱ δημοτικαὶ ὑπὸ τῶν πλουσιῶν εἰ δέ τις φωραθείη, ἀποτίνειν δραχμὰς ἑξακισχιλίας.
さらに、庶民の女性が富裕な女性によって見下されないように、女性は馬車に乗ってエレウシスへ行ってはならない、もし誰かが違反して見つかった場合、6,000ドラクマの罰金を支払うべきだというものであった。
τῆς δὲ γυναικὸς αὐτοῦ μὴ πεισθείσης, τῶν συκοφαντῶν φωρασάντων, τάλαντον αὐτοῖς ἔδωκε·
しかし彼の妻が従わず、密告者たちが見つけたため、彼は彼らに1タラントンを与えた。
κατηγορούμενος δʼ ἐν ὑστέρῳ ἐν τῷ δήμῳ, ἔφη ἀλλʼ οὖν ἐγὼ μὲν διδοὺς οὐ λαμβάνων ἑώραμαι τελώνου δὲ ποτʼ ἐπιβαλόντος Ξενοκράτει τῷ φιλοσόφῳ τὰς χεῖρας καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἀπάγοντος, ἀπαντήσας ῥάβδῳ τε κατὰ τῆς κεφαλῆς τοῦ τελώνου κατήνεγκε, καὶ τὸν μὲν Ξενοκράτην ἀπέλυσε, τὸν δʼ ὡς οὐ τὰ πρέποντα δράσαντα εἰς τὸ δεσμωτήριον κατέκλεισεν·
のちに民会で告発された際、彼は「ともかく、私は受け取っているのではなく、与えているところを見られたのだ」と言った。 あるとき、税吏が哲学者クセノクラテスに手をかけ、在留外人税のために彼を連行しようとしていた際、リュクルゴスは出くわして杖で税吏の頭を殴り、クセノクラテスを解放し、税吏を不当な行為をした者として牢に閉じ込めた。
ἐπαινουμένου δʼ ἐπὶ τῇ πράξει, μεθʼ ἡμέρας τινὰς συντυχὼν ὁ Ξενοκράτης τοῖς παισὶ τοῦ Λυκούργου, ἔφη ταχέως γε τῷ πατρὶ ὑμῶν ἀπέδωκα, ὦ παῖδες, τὴν χάριν·
この行為が称賛されていたところ、数日後クセノクラテスはリュクルゴスの子供たちに出会ってこう言った。 「子供たちよ、私は君たちの父親に早くも恩を返したぞ。
ἐπαινεῖται γὰρ ὑπὸ πολλῶν ἐπὶ τῷ βοηθῆσαί μοι.
というのも、私を助けてくれたことで、彼は多くの人から称賛されているからね」。
εἰσήνεγκε δὲ καὶ ψηφίσματα Εὐκλείδῃ τινὶ Ὀλυνθίῳ χρώμενος ἱκανωτάτῳ περὶ τὰ ψηφίσματα.
彼はまた、民会決議の作成にきわめて有能な、オリュントス出身のあるエウクレイデスを用いて、民会決議も提出した。
εὔπορος δʼ ὢν ἱμάτιον ἓν καὶ ταὐτὸ ἐφόρει τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ ὑπεδέδετο ταῖς ἀναγκαίαις ἡμέραις.
彼は富裕であったが、冬も夏も同一の、たった一枚の衣をまとい、どうしても必要な日にのみ靴を履いた。
ἐμελέτα δὲ καὶ νυκτὸς καὶ ἡμέρας, οὐκ εὖ πρὸς τὰ αὐτοσχέδια πεφυκώς, κλινιδίου δʼ αὐτῷ ὑποκειμένου, ἐφʼ ᾧ μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη.
彼は即興で話すのが得意でなかったため、昼も夜も練習に励み、彼の下には、簡単に起きて勉強できるように、羊皮一枚と枕だけが置かれた粗末な長椅子があった。
ἐγκαλοῦντος δʼ αὐτῷ τινος ὅτι μισθοὺς σοφισταῖς δίδωσι περὶ λόγους διατρίβων, ἀλλʼ εἴ τις γʼ ἐπαγγέλλοιτο, ἔφη, τοὺς υἱοὺς ἀμείνους αὐτῷ ποιήσειν, οὐ χιλίας ἀλλὰ τὰ ἡμίση τῆς οὐσίας προΐεσθαι.
彼が言論の習得に時間を費やし、ソフィストたちに報酬を支払っていることを誰かが非難したとき、「しかし、もし誰かが私の息子たちをより優れた者にしてくれると約束するなら、千ドラクマどころか、私の財産の半分をも差し出すだろう」と彼は言った。

語釈・文法注

  1. 841bαἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου — 属格絶対(genitive absolute)の構文。αἰτίου ... γενομένου の意味上の主語は Ἀριστοδήμου であり、αὐτῷ(彼に)は先行詞 ὃν(リュコフロン)を指す与格。全体で「アリストデモスが彼の処刑の原因となったので」という付帯状況・因果関係を表す。
  2. 841cδιὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν — 前置詞 διὰ と動名詞 τὸ φθάσαι(先んじること)に、その補語となる不定詞 εἰσενεγκεῖν(導入すること)が伴う。「法律が導入されるのを先んじるために」あるいは「法律の導入を先取りして制定させるために」と解釈される。ここでは、5年の任期制限法が提出されるより前に、友人の名前を登録して実質的な任期制限を回避した文脈を説明している。
  3. 841eπροείπαντος αὐτῷ χαρίσασθαι Λυκούργου — 属格絶対の構文で、Λυκούργου が意味上の主語、分詞 προείπαντος が動詞。不定詞 χαρίσασθαι(贈与すること、融通すること)は、αὐτῷ(デイニアスに)対して「(土地を)譲るよう求めたなら」という、リュクルゴスによる事前の働きかけを補足する。全体として「リュクルゴスが事前に彼(デイニアス)に、それを(市に)融通するよう(自分に求めてくれれば寄贈すると)言っていたので」という意味になる。
  4. 841fὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν — 接続詞 ὡς(〜という目的で、あるいは〜するように)に不定詞 ποιεῖν が続く構成。直前の εἰσήνεγκε δὲ καὶ νόμους(彼はまた法律を導入した)にかかる、目的または法的な命令内容を示す構文である。主語は不特定(アテナイ市民たち)で、「ポセイドンの競技を挙行すべきだという(法律)」を表す。

この箇所を引用する

プルタルコス, 十大弁論家列伝 §7.1#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:7.1%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。