§7ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼν
Μουσώνιε
εἶπεν
ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται
καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν
οὐδὲ δανείζει
ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.
あのルティリオスは、ローマでムソニオスに近づき、「ムソニオスよ、」と彼は言った。 「あなたが模倣し手本としている救済者ゼウスは、借金をしない。 」すると、ムソニオスは微笑んで言った。 「(ゼウスは)貸しもしない。 」というのも、ルティリオスは自ら金を貸していながら、借金をしているムソニオスを非難していたからである。
Στωική τις αὕτη τυφομανία·
これはある種のストア派的な思い上がりである。
τί γάρ σε δεῖ τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν;
なぜなら、眼前の明白な事実によって思い起こさせることがその場ですぐにできるというのに、何のために救済者ゼウスを持ち出す必要があるだろうか。
οὐ,δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν·
ツバメは借金をしないし、アリも借金をしない。 彼らには、自然は手も、言葉も、技術も与えなかった。
ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς, κολοιούς τί οὖν γε σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστʼ ἀπʼ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος;
これに対して人間は、優れた知性と創意工夫の力によって、馬、犬、ヤマウズラ、ウサギ、コクマルガラスを飼い育てている。 それなのに、なぜ君は自分自身に判決を下し、コクマルガラスよりも説得力がなく、ヤマウズラよりも声が出ず、犬よりも不作法であり、それゆえ、世話をし、人を楽しませ、番をし、守り戦うことによって、誰一人からも助けを得られないなどと考えるのか。
οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα;
大地が多くのものを、海が多くのものを提供しているのが見えないのか。
"
καὶ μὴν Μίκκυλον εἰσεῖδον
"
φησὶν ὁ Κράτης
"
τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι.
「そして私は、ミキュロスを見た。 羊毛を梳いているのを。 そして妻も共に梳いて、恐るべき戦いの中で、飢えを逃れているのを。 」とクラーテスは言っている。
"
Κλεάνθη δʼ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις;
また、アンティゴノス王は、久しぶりにアテネでクレアンテスに会ったとき、こう尋ねた。
ἀλεῖς ἔτι, Κλέανθες
;
「クレアンテスよ、お前はまだ(臼を)挽いているのか?
ἀλῶ
φησὶν
ὦ βασιλεῦ·
」「挽いております、王よ。 」と彼は言った。
ὃ ποιῶ ἕνεκα τοῦ ζῆν·
「生きるためにそうしているのです。
μόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας.
しかし、ただ哲学からだけは離れません。
ὅσον τὸ φρόνημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου.
」なんと偉大な男の気概だろうか。 臼とこね鉢から、パンを捏ね、粉を挽いた手で、神々や月、星、太陽について書くとは。
ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτʼ ἔργα.
ところが私たちには、これらの仕事が奴隷の仕事のように思えるのだ。
τοιγαροῦν ἵνʼ ἐλεύθεροι ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ʽ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν.
それゆえ、借金をして『自由』であろうとして、私たちは家生まれの奴隷のような者たちにお世辞を言い、彼らの護衛をし、食事でもてなし、贈り物や貢ぎ物を納めるのだ。 それは貧しさのためではなく(というのも、貧しい者には誰も金を貸さないからだ)、贅沢のためである。
εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων·
というのも、もし私たちが生活に必要なものだけで満足していれば、ケンタウロスやゴルゴンの類が存在しないように、金貸しという人種も存在しなかっただろうからだ。
ἀλλʼ ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους.
しかし、贅沢が金貸しを作り出したのだ。 それは、金細工師、銀細工師、香料師、染色師を作り出したのと少しも変わらない。
οὐ γὰρ ἄρτων οὐδʼ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους.
というのも、私たちが負っているのはパンやワインの代金ではなく、土地、奴隷、ラバ、寝台、テーブルの代金であり、また、諸都市に贅を尽くした資金援助をしたり、実りもなく報いもない名誉を争って競い合ったりすることの代金なのだから。
ὁ δʼ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς ἀποφυγὴ δʼ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους δαίμονες·
そして、一度絡め取られた者は、生涯債務者のままであり、ハミをはめられた馬が次から次へと別の乗り手を乗せるのと同様である。 あの牧草地や草原へと逃れる道はなく、エンペドクレスが歌う、神に追われ天から墜ちたあの神霊たちのように彷徨うのだ。
"
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε· γαῖα δʼ ἐς αὐγὰς
ἠελίου ἀκάμαντος· ὁ δʼ αἰθέρος ἔμβαλε δίναις·
「エーテルの怒りが彼らを海へと追いやり、海は陸の土へと吐き出し、大地はたゆまざる太陽の光へと投げ返し、太陽はエーテルの渦へと彼らを投げ込む。
"
ἄλλος δʼ ἐξ ἄλλου δέχεται τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ.
」次から次へと別の高利貸しや、あるいはコリントス人、次にパトライ人、次にアテナイ人の仲介業者が彼を受け取り、ついにはすべての者から叩きのめされ、利息の中に分解し、粉々になってしまうまで続く。
καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν· οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες·
というのも、泥にまみれた者は立ち上がるか、さもなければじっとしているべきなのに、濡れてびしょ濡れになった体で寝返りを打ったり転げ回ったりする者は、自らさらに多くの汚れをまとってしまうのと同様に、借金の書き換えや移転の中で、利息を自分に引き受け、付け加えながら、常に重くなっていくのである。
αὑτοῖς καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον ἐξερῶντες, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι·
そして、治療を受け入れず、胃の中のものを吐き出したかと思えば、再びより多くのものを溜め込むことを常に繰り返しているコレラ患者と何ら変わりがない。
καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δʼ, ὅσαι τοῦ ἔτους ὧραι, μετʼ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι·
実際、この者たちも清められることを望まず、一年のすべての季節に、苦痛と痙攣を伴って利息を払い続けるが、すぐに別の利息が流れ込み立ちはだかるので、再び吐き気を催し、頭痛に悩まされるのだ。
δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.
そこから離れ、純粋で自由な身になるべきであるのに。