§7ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼν
Μουσώνιε
εἶπεν
ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται
καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν
οὐδὲ δανείζει
ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.
那个鲁提利乌斯在罗马走近穆索尼乌斯说:“穆索尼乌斯,你所效仿和仰慕的救主宙斯,是不借债的。 ” 穆索尼乌斯微笑着说:“他也不放债。 ” 因为鲁提利乌斯自己放债,却去责备借债的穆索尼乌斯。
Στωική τις αὕτη τυφομανία·
这是一种斯多葛式的狂妄自大。
τί γάρ σε δεῖ τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν;
因为既然可以直接用眼前显而易见的事物来提醒,你又何必去惊动救主宙斯呢?
οὐ,δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν·
燕子不借债,蚂蚁也不借债,自然并未赋予它们双手、言语或技术。
ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς, κολοιούς τί οὖν γε σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστʼ ἀπʼ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος;
而人类凭借超群的智慧与临机应变的能力,饲养并培育着马匹、犬只、鹧鸪、野兔和寒鸦。 那么,你为什么竟对自己作出判决,认为自己比寒鸦更无吸引力,比鹧鸪更无声,比犬只更低劣,以至于无法通过服侍、娱乐、看守、代人战斗,来从任何人那里获得生计呢?
οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα;
你难道看不见,大地提供了许多,海洋也提供了许多吗?
"
καὶ μὴν Μίκκυλον εἰσεῖδον
"
φησὶν ὁ Κράτης
"
τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι.
“我确实看见了米库洛斯,在梳理着羊毛,他的妻子也一同梳理,在可怕的格斗中逃离着饥荒。 ” 克拉特斯说。
"
Κλεάνθη δʼ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις; ἀλεῖς ἔτι, Κλέανθες
;
安提柯国王在雅典隔了许久再次见到克莱安西斯时,问道: “克莱安西斯,你还在磨麦子吗?
ἀλῶ
φησὶν
ὦ βασιλεῦ·
” “我还在磨,国王啊。 ” 他回答说。
ὃ ποιῶ ἕνεκα τοῦ ζῆν· μόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας.
“我这么做是为了生存,但也唯独不放弃哲学。
ὅσον τὸ φρόνημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου.
” 那是多么伟大的男子气概啊! 用那从磨坊和揉面槽里揉面、磨粉的手,去撰写关于神明、月亮、星辰和太阳的著作。
ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτʼ ἔργα.
然而对我们来说,这些工作似乎是奴隶的差事。
τοιγαροῦν ἵνʼ ἐλεύθεροι ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ʽ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν.
因此,为了通过借债来获得“自由”,我们奉承那些家生奴隶出身的人,充当他们的侍卫,用宴席款待他们,并向他们纳贡、送礼,这并非因为贫穷(因为没有人会借钱给穷人),而是因为奢侈。
εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων·
因为,如果我们满足于生活必需品,就不会有高利贷者这一人种,正如没有半人马或戈耳工那样。
ἀλλʼ ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους.
然而正是奢侈造就了高利贷者,丝毫不亚于造就金匠、银匠、香水师和染色工。
οὐ γὰρ ἄρτων οὐδʼ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους.
因为我们欠下的并非面包或葡萄酒的钱,而是田产、奴隶、骡子、卧榻和餐桌的费用,以及因为向城市挥耗无度地提供资金赞助、争夺那些无果且无益的虚荣。
ὁ δʼ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς ἀποφυγὴ δʼ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους δαίμονες· "
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε· γαῖα δʼ ἐς αὐγὰς
ἠελίου ἀκάμαντος· ὁ δʼ αἰθέρος ἔμβαλε δίναις·
而一旦被缠入其中的人,终生都是债务人,就像套上缰绳的马承载着一个又一个不同的骑手一般。 逃往那些牧场和草地的路是不存在的,他们只能像恩培多克勒笔下那些被神驱逐、从天坠落的神灵一样四处流浪: “因为空中的伟力将他们驱入大海,大海又将他们吐在陆地之上,大地又将他们抛向不倦的太阳光芒,太阳又将他们投入天空的漩涡。
"
ἄλλος δʼ ἐξ ἄλλου δέχεται τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ.
” 一个又一个高利贷者或居间商接手他——先是科林斯人,接着是帕特雷人,再接着是雅典人,直到他被所有人四面痛击,瓦解并被粉碎成利息的小钱。
καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν· οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες· αὑτοῖς καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον ἐξερῶντες, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι·
因为正如身上沾满泥土的人应该站起来或保持不动,而那个带着湿漉漉、浸透泥水的身体转身并翻滚的人,却会给自己沾上更多的污垢,同样地,在债务的转账和变更中,他们将利息揽到自己身上并粘附上去,总是变得更加沉重,并且他们与霍乱患者毫无二致,后者不接受治疗,却总是把吃下的东西吐出来,接着又再次积攒更多。
καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δʼ, ὅσαι τοῦ ἔτους ὧραι, μετʼ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.
因为这些人也同样不想被净化,而总是在一年的所有季节里,伴随着痛苦和痉挛吐出利息,而立刻又有另一笔利息流入并挡在面前,使他们再次感到恶心和头痛;可他们本来应该摆脱这些,变得纯洁和自由。