← プルタルコス

借金をしてはならぬことについて

§7

自然界の自立と自力労働による借金の回避

著者はルティリオスとムソニオスの対話を端緒に、自然界の生物は借金をせず自立していることを指摘し、クレアンテスなどの例を挙げ、人間が安易な借金に頼らず自立して生きることの気高さを説き、借金の罠から抜け出せない悪循環を比喩的に批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼν Μουσώνιε εἶπεν ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν οὐδὲ δανείζει1 ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική τις αὕτη τυφομανία· τί γάρ σε δεῖ τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν· ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς, κολοιούς τί οὖν γε σεαυτοῦ κατέγνωκας,2 ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστʼ ἀπʼ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα; "καὶ μὴν Μίκκυλον εἰσεῖδον" φησὶν ὁ Κράτης "τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι." Κλεάνθη δʼ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις; ἀλεῖς ἔτι, Κλέανθες; ἀλῶ φησὶν ὦ βασιλεῦ· ὃ ποιῶ ἕνεκα τοῦ ζῆν· μόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας.3 ὅσον τὸ φρόνημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτʼ ἔργα. τοιγαροῦν ἵνʼ ἐλεύθεροι ὦμεν δανεισάμενοι,4 κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ʽ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων· ἀλλʼ ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδʼ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους. ὁ δʼ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς ἀποφυγὴ δʼ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους δαίμονες· "αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε· γαῖα δʼ ἐς αὐγὰς ἠελίου ἀκάμαντος· ὁ δʼ αἰθέρος ἔμβαλε δίναις·" ἄλλος δʼ ἐξ ἄλλου δέχεται τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ.5 καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν· οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες· αὑτοῖς καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον ἐξερῶντες,6 εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι· καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δʼ, ὅσαι τοῦ ἔτους ὧραι, μετʼ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.

あのルティリオスは、ローマでムソニオスに近づき、「ムソニオスよ、」と彼は言った。「あなたが模倣し手本としている救済者ゼウスは、借金をしない。」すると、ムソニオスは微笑んで言った。「(ゼウスは)貸しもしない。」というのも、ルティリオスは自ら金を貸していながら、借金をしているムソニオスを非難していたからである。これはある種のストア派的な思い上がりである。なぜなら、眼前の明白な事実によって思い起こさせることがその場ですぐにできるというのに、何のために救済者ゼウスを持ち出す必要があるだろうか。ツバメは借金をしないし、アリも借金をしない。彼らには、自然は手も、言葉も、技術も与えなかった。これに対して人間は、優れた知性と創意工夫の力によって、馬、犬、ヤマウズラ、ウサギ、コクマルガラスを飼い育てている。それなのに、なぜ君は自分自身に判決を下し、コクマルガラスよりも説得力がなく、ヤマウズラよりも声が出ず、犬よりも不作法であり、それゆえ、世話をし、人を楽しませ、番をし、守り戦うことによって、誰一人からも助けを得られないなどと考えるのか。大地が多くのものを、海が多くのものを提供しているのが見えないのか。「そして私は、ミキュロスを見た。羊毛を梳いているのを。そして妻も共に梳いて、恐るべき戦いの中で、飢えを逃れているのを。」とクラーテスは言っている。また、アンティゴノス王は、久しぶりにアテネでクレアンテスに会ったとき、こう尋ねた。「クレアンテスよ、お前はまだ(臼を)挽いているのか?」「挽いております、王よ。」と彼は言った。「生きるためにそうしているのです。しかし、ただ哲学からだけは離れません。」なんと偉大な男の気概だろうか。臼とこね鉢から、パンを捏ね、粉を挽いた手で、神々や月、星、太陽について書くとは。ところが私たちには、これらの仕事が奴隷の仕事のように思えるのだ。それゆえ、借金をして「自由」であろうとして、私たちは家生まれの奴隷のような者たちにお世辞を言い、彼らの護衛をし、食事でもてなし、贈り物や貢ぎ物を納めるのだ。それは貧しさのためではなく(というのも、貧しい者には誰も金を貸さないからだ)、贅沢のためである。というのも、もし私たちが生活に必要なものだけで満足していれば、ケンタウロスやゴルゴンの類が存在しないように、金貸しという人種も存在しなかっただろうからだ。しかし、贅沢が金貸しを作り出したのだ。それは、金細工師、銀細工師、香料師、染色師を作り出したのと少しも変わらない。というのも、私たちが負っているのはパンやワインの代金ではなく、土地、奴隷、ラバ、寝台、テーブルの代金であり、また、諸都市に贅を尽くした資金援助をしたり、実りもなく報いもない名誉を争って競い合ったりすることの代金なのだから。そして、一度絡め取られた者は、生涯債務者のままであり、ハミをはめられた馬が次から次へと別の乗り手を乗せるのと同様である。あの牧草地や草原へと逃れる道はなく、エンペドクレスが歌う、神に追われ天から墜ちたあの神霊たちのように彷徨うのだ。「エーテルの怒りが彼らを海へと追いやり、海は陸の土へと吐き出し、大地はたゆまざる太陽の光へと投げ返し、太陽はエーテルの渦へと彼らを投げ込む。」次から次へと別の高利貸しや、あるいはコリントス人、次にパトライ人、次にアテナイ人の仲介業者が彼を受け取り、ついにはすべての者から叩きのめされ、利息の中に分解し、粉々になってしまうまで続く。というのも、泥にまみれた者は立ち上がるか、さもなければじっとしているべきなのに、濡れてびしょ濡れになった体で寝返りを打ったり転げ回ったりする者は、自らさらに多くの汚れをまとってしまうのと同様に、借金の書き換えや移転の中で、利息を自分に引き受け、付け加えながら、常に重くなっていくのである。そして、治療を受け入れず、胃の中のものを吐き出したかと思えば、再びより多くのものを溜め込むことを常に繰り返しているコレラ患者と何ら変わりがない。実際、この者たちも清められることを望まず、一年のすべての季節に、苦痛と痙攣を伴って利息を払い続けるが、すぐに別の利息が流れ込み立ちはだかるので、再び吐き気を催し、頭痛に悩まされるのだ。そこから離れ、純粋で自由な身になるべきであるのに。

構文注6 件
  1. 7οὐδὲ δανείζει

    ルティリオス(自らは金貸し)が、借金をするムソニオスに対して「ゼウスは借金をしない」と非難したのに対し、ムソニオスが「(ゼウスは)貸しもしない」と切り返したユーモラスな応酬。否定の接続詞 οὐδέ は「〜もまた〜ない」の意味で、他者への非難が己に返る構図を示している。

  2. 830cτί οὖν γε σεαυτοῦ κατέγνωκας

    動詞 καταγιγνώσκω は属格(ここでは反身代名詞の属格 σεαυτοῦ)を伴い、「〜に対して(不利な)判決を下す、〜を過小評価する」の意味。続く ὥστε... 節は「それゆえ〜するほどに」という結果を表す。

  3. 830dμόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας

    不定詞 ἀποστῆναι(ἀφίστημι の第2アオリスト能動)は、前文の ὃ ποιῶ(私がしていること)からの流れ、あるいは「〜すること(を決意している)」というクレアンテスの意志を示す。μηδέ は「〜さえ〜ない」で、哲学からの離脱だけを強く否定している。

  4. 830dτοιγαροῦν ἵνʼ ἐλεύθεροι ὦμεν δανεισάμενοι

    分詞 δανεισάμενοι は手段(借金をすることによって)を表すが、これが目的節 ἵνʼ ἐλεύθεροι ὦμεν(私たちが自由であるために)の内部に置かれている。借金という奴隷化の手段によって「自由」を得ようとする債務者の論理的矛盾を皮肉る表現である。

  5. 831aεἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ

    債務者が様々な都市の金貸し(コリントス、パトライ、アテナイ)に転売される様を、最終的に「利息へと細分化され、小銭に崩される」という比喩で表した受動態の並列(διαλυθῇ と κατακερματισθῇ)。

  6. 831bτὸ δὲ προστεταγμένον ἐξερῶντες

    コレラ患者の比喩において、ἐξερῶντες は動詞 ἐξεράω(吐き出す)の現在分詞。ここでは「胃に溜まったもの、あるいは(医師から)処方・命令された(προστάσσω)食事や薬さえも吐き出してしまう」という病的な状態を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-30 表記の統一 — 訳文 1 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0007.tlg120.humanitext-grc2:7