§8ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας
ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;
というのも、今や私の議論は、より富裕でより脆弱な人々、すなわち以下のように言う人々に向かっているからである。 「では、私は奴隷も持たず、炉もなく、家も持たなくなれというのか?
ὥσπερ εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώς
ἰσχνὸς οὖν γένωμαι καὶ κενός;
」それはまるで、水腫を患って腫れ上がった病人が、医師に向かって次のように言うかのようである。 「では、私は痩せ細り、空っぽになれというのか?
τί δʼ οὐ μέλλεις, ἵνʼ ὑγιαίνῃς;
」健康になるためには、当然そうすべきではないか?
καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς·
あなたも、自分が奴隷にならないために、奴隷を持たない者になりなさい。
καὶ ἀκτήμων, ἵνα μὴ κτῆμʼ ᾖς ἄλλου.
また、他人の所有物にならないために、財産を持たない者になりなさい。
καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχνʼ ἐκβάλλειν, ἕτερος παρὼν
καὶ τί δεινόν;
そして、ハゲタカたちの話を聴きなさい。 一方が(食べたものを)吐き出していて、内臓を吐き出していると言うと、そばにいたもう一方が、「それが何だというのだ? 」と言った。
εἶπεν
οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχνʼ ἐκβάλλεις, ἀλλὰ τὰ τοῦ νεκροῦ ὃν ἄρτι ἐσπαράττομεν.
「お前は自分自身の内臓を吐き出しているのではなく、私たちが先ほど引き裂いた死体の内臓を吐き出しているのだから。
καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε.
」同様に、債務者たちのそれぞれが売るのも、自分自身の土地や自分の家ではなく、彼らを法律によってそれらの主人にしてしまった債権者のものである。
νὴ Δία
φησὶν
ἀλλʼ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε
καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα.
「誓って」と、ある者は言う。 「しかし、私の父がこの畑を私に残してくれたのです。 」確かに、父は自由と市民権も与えてくれたのだ。 あなたはそれらに対してより大きな配慮を持つべきである。
καὶ τὸν πόδα καὶ τὴν χεῖρʼ ὁ γεννήσας ἐποίησεν, ἀλλʼ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι.
父親は足も手も作ってくれたが、それが腐ったときには、あなたはそれを切断する者に報酬を払うのだ。
τῷ δʼ Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν
εἵματʼ ἀμφιέσασα θυώδεα
χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλʼ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον
"
νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος
"
καὶ διασωθεὶς οὔτʼ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε.
オデュッセウスには、カリュプソが「香わしい衣を着せ」、それは不死の肌の香りを放ち、彼女の友情の贈り物であり記念の品であった。 しかし、船が覆り水中に没したあと、彼はかろうじて浮き上がり、衣が水浸しになって重くなったとき、それを脱ぎ捨て、あるスカーフを裸の胸の下に結びつけて、「陸地を見据えながら、その脇を泳ぎ進んだ」そして救われたとき、彼は衣にも食物にも困ることはなかった。
τί οὖν;
では、どうなのか。
οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων
ἀπόδος;
債務者の周りには嵐が起こらないとでもいうのか。 久しぶりに債権者が現れて「返せ」と言うときに。
"
ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον·
「そう言って、彼は雲を集め、海をかき乱した。
σὺν δʼ εὖρός τε νότος τʼ ἔπεσε ζέφυρός τε δυσαής
"
τόκων τόκοις ἐπικυλισθέντων ὁ δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος· ἀλλʼ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν ἐγγυησαμένων φίλων ἀφανιζόμενος.
東風と南風、そして激しく吹く西風が共に襲いかかった。 」利息の上に利息が転がり落ちてくる。 そして波にのまれる者は、自分を重くしているものにしがみつき、泳ぎ去ることも逃れることもできず、深淵へと押し流され、保証人となった友人たちと共に姿を消してしまう。
Κράτης δʼ ὁ Θηβαῖος ὑπʼ οὐδενὸς ἀπαιτούμενος οὐδʼ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν.
一方、テーバイのクラテスは、誰からも返済を求められず、債務もなかったが、家計の管理や心痛や煩わしさそのものを嫌い、8タランボンの財産を手放し、粗末な外套と袋を身にまとって、哲学と貧困へと逃れた。
Ἀναξαγόρας δὲ τὴν. χώραν κατέλιπε μηλόβοτον.
また、アナクサゴラスは自分の土地を羊の放牧地として残した。
καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν
μὰ τοὺς θεούς
εἶπεν
ἐμὲ ταῦτα τἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ̓
ἐγὼ ταῦτα· καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν.
そして、これらの人々について語る必要がどこにあろうか。 叙情詩人フィロクセノスがシケリアの植民市において、土地の分配にあずかり、非常に豊かな生活と家を手に入れたものの、贅沢や快楽、そして教養のなさがその地に蔓延しているのを見て、「神々に誓って、これらの『善きもの』が私を滅ぼすのではなく、私がこれらを(滅ぼすのだ)」と言い、土地を他の人々に残して船出したというのに。
οἱ δʼ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι. δουλεύοντες ὑπαργυρεύοντες ἀνέχονται, καρτεροῦσιν, ὡς ὁ Φινεὺς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθʼ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον καὶ
τὸν οἶνον ἔχω
φησὶ
τοσούτου
καὶ πρόσγραφον ἔδωκε τῆς τιμῆς ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.
しかし、債務者たちは返済を求められ、税を徴収され、奴隷のように仕え、金銭のために卑屈になりながらも耐え忍び、我慢している。 それはまるで、フィネウスのように、翼のあるハルピュイアたちを養っているかのようである。 彼女たちは彼らの食物を奪い去り、略奪するのだ。 彼らは季節外れに、すなわち小麦が収穫される前にそれを買い、オリーブの実が落ちる前にオリーブ油を買い、「ワインをこれこれの価格で手に入れた」と(債権者は)言い、その価格の受領証を渡す。 しかし、ブドウの房はまだぶら下がって枝についており、アークトゥルスを待っているのである。