§6τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν ἐστιν·
しかし、あなたがサルディスに住んでいないということは、大したことではない。
οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολλυτὸν οὐδὲ Κορίνθιοι Κράνειον οὐδὲ Πιτάνην Λάκωνες.
なぜなら、アテナイ人全員がコリュトスに住んでいるわけでもなく、コリントス人がクラネイオンに住んでいるわけでもなく、ラコニア人がピタネに住んでいるわけでもないからだ。
ἆρʼ οὖν ξένοι καὶ ἀπόλιδὲς εἰσιν Ἀθηναίων οἱ μεταστάντες ἐκ Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι τοῦ μετοικισμοῦ τὰ Μεταγείτνια, τὴν πρὸς ἑτέρους γειτνίασιν εὐκόλως καὶ ἱλαρῶς ἐκδεχόμενοι καὶ στέργοντες·
では、メリテからディオミスへ移住したアテナイ人のうち、そこで「メタゲイトニオン」という月を祝い、その移住にちなんで名付けられた「メタゲイトニア」という犠牲祭を行い、他者との隣り合わせの関係を気楽に、また快く受け入れ、愛しているからといって、彼らは外国人であり、アテナイの市民権を失った者たちなのだろうか。
; οὐκ ἂν εἴποις.
あなたはそうは言わないだろう。
τί οὖν τῆς οἰκουμένης μέρος ἢ τῆς γῆς ἁπάσης ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν ἀποδεικνύουσιν οἱ μαθηματικοὶ σημείου λόγον ἔχουσαν ἀδιαστάτου πρὸς τὸν οὐρανόν;
それでは、居住世界、あるいは地球全体のどの部分が他の部分から遠く離れているというのか。 数学者たちは、地球が天に対して広がりのない点の比率を持つことを証明しているというのに。
ἀλλʼ ἡμεῖς ὥσπερ μύρμηκες ἢ μέλιτται μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμαθηκότες οἰκεῖα τὰ πάντα ποιεῖσθαι καὶ νομίζειν ὥσπερ ἐστί.
しかし私たちは、蟻や蜂が、一つの巣や巣箱から追い出されると、うろたえて外国の地で苦しむのと同じように、すべてのものを自分のものとし、また実際そうであるようにみなすことを知らず、また学んでこなかった。
καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ·
もっとも、アテナイの月はコリントスの月よりも優れていると主張する者の愚かさを私たちは笑う。
τρόπον τινὰ ταὐτὸ πάσχοντες, ὅταν ἀμφιγνοῶμεν ἐπὶ ξένης γενόμενοι τὴν γῆν τὴν θάλατταν τὸν ἀέρα τὸν οὐρανὸν, ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων.
だが、異郷の地に身を置いたときに、大地や海や空気や天について、見慣れたものとは異なり違っているのではないかと戸惑うとき、私たちもある意味で同じことを経験しているのである。
ἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, ἡμεῖς δʼ αὐτοὶ συνδέομεν ἑαυτοὺς συστενοχωροῦμεν ἐγκατοικοδομοῦμεν, εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν.
なぜなら、自然は私たちを自由で解き放たれた存在として送り出しているのに、私たち自身が自らを縛り、狭め、その中に閉じ込め、小さくて窮屈な場所に追い込んでいるからである。
εἶτα τῶν μὲν Περσῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθὲς ὅτι τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην·
そして、ペルシアの王たちが、ホアスペス川の水だけを飲むことで、自分たちにとって他の居住世界全体を水のない場所にしているというのが本当なら、彼らを私たちはあざ笑う。
ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸν Ταΰγετον ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες, ἄπολιν καὶ ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν.
しかし私たちが他の土地に移るとき、ケフィソス川の水を切望し、エウロタス川やタイゲトス山やパルナソス山を恋しがることによって、自分たちにとって居住世界を市民のいない、住むことのできない場所にしているのである。
§7Αἰγυπτίων μὲν οὖν οἱ διʼ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθʼ ἑαυτῶν ἔχωσιν εὐπρεπέστερον δʼ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθʼ οὗτος οὔτʼ ἄπολις οὔτʼ ἀνέστιος οὔτε ξένος ἐστί·
さて、エジプト人のうち、王の怒りと苛酷さのためにエチオピアへと移住した人々は、子供たちや妻たちのもとへ戻るよう求める者たちに対して、冷笑的に自らの秘部を示し、これらを自分たちと一緒に持っている限り、妻にも子供にも困ることはないと答えた。 しかし、より端正で荘重な言い方としては、生活に必要な適度なものに恵まれている場所ならどこでも、またそうした誰にとっても、その人はそこにおいて市民権のない者でも、家なき者でも、外国人でもない、と言うことである。
μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται.
ただ、これらに加えて、錨や舵取りのように知性と理性を持つ必要があり、それによってどこであれ入港した港を利用できるようにならねばならない。
πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας·
なぜなら、一度失った富を再び、容易にかつ迅速に集めることはできないが、あらゆる都市は、それを利用することを学び、至る所で生き、養われ、あらゆる場所に根を下ろすことのできる根を持っている人間にとっては、直ちに祖国となるからである。
οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς.
テミストクレスが持ち、ファレロンのデメトリオスが持っていたような根を。
οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε.
後者(デメトリオス)は追放の後、アレクサンドリアにおいてプトレマイオスの友人の第一人者となり、自身が豊かな暮らしを送っただけでなく、アテナイ人たちに贈り物を送ったほどである。
Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας
ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα
διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα,
Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δʼ
εἶπεν
ἐκείνων ἐν Πόντῳ μονήν,
"ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου.
またテミストクレスは、王の財政的援助によって養われつつ、妻と子供たちに対して次のように言ったと伝えられている。 「もし私たちが滅びていなかったら、私たちは滅んでいただろう」それゆえ、犬のディオゲネスも、ある人が「シノペの人々がお前をポントスから追放する宣告を下したぞ」と言ったのに対して、「私は彼らにポントスに留まる刑を宣告した」と言い、「『もてなさぬ海の、砕け散る波の波打ち際』に留まるようにと」と付け加えた。
"
Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφʼ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρʼ αὐτοῖς ἐπιτίμιον·
またストラトニコスは、セリポス島にいる客人に、彼らの間ではどのような犯罪に対して追放が刑罰として定められているのかと尋ねた。
ἀκούσας δʼ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι,
τί οὖν
εἶπεν
οὐκ ἐρρᾳδιούργησας, ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς;
そして、悪事を働く者を追放するのだと聞くと、「では、どうしてあなたはこの狭苦しい場所から移住できるように、悪事を働かなかったのか」と言った。
ὅπου φησὶν ὁ κωμικὸς τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ πάντʼ ἔχειν ὅσων δεῖ τὴν νῆσον.
そこは、喜劇作家が「イチジクは投石器で収穫される」と言い、その島は必要なすべてのものを持っていると述べた場所である。
§8ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος.
なぜなら、もし虚しい思い込みを交えずに真実を見るなら、一つの都市しか持たない者は、他のすべての都市にとっては外国人であり異邦人だからである。
οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν.
自分の都市を捨てて別の都市を耕すことは、立派なことでも正しいことでもないと思われるからである。
"Σπάρταν ἔλαχες, ταύταν κόσμει,"
κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφʼ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν.
「スパルタがあなたに割り当てられたのだから、そこを飾り立てよ」たとえそれが不名誉な場所であり、不健康な場所であり、内紛や不健全な情勢によって内側から揺るがされていようとも、である。
οὗ δʼ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν.
だが、運命がその人から自分自身の都市を奪い去った場合には、運命はその人に、自分の気に入った都市を持つことを許すのである。
τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων
ἑλοῦ βίον ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει,
κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον·
なぜなら、ピタゴラス派のあの立派な訓戒、「最善の生き方を選べ。 習慣がそれを心地よいものにするだろう」は、ここにおいても賢明であり有益だからである。
ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δʼ αὐτὴν ὁ χρόνος ποιήσει,
καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάττουσαν·
すなわち、「最善で最も心地よい都市を選べ。 時間がそれを祖国にするだろう」と。 しかも、人を煩わせず、悩ませず、あれこれと命じない祖国を。
εἰσένεγκε, πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον
ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον
"σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν,"
οὐκ ἀθυμῶν οὐδʼ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν παρὰ Σιμωνίδῃ γυναικῶν,
"ἴσχει δέ με πορφυρέας ἁλὸς, ἀμφιταρασσομένας ὀρυμαγδός·
「税金を納めよ、ローマへ使節として赴け、総督を歓待せよ、公共奉仕を行え」などと。 なぜなら、もし分別があり、完全に理性を失っているのでない人が、これらのことを念頭に置くならば、たとえ追放されて島に住むことになろうとも、ギュアロスやキナロスといった島を進んで選ぶだろうからである。 「険しく、実りなく、耕作に適さぬ島」であっても、決して気落ちしたり、嘆き悲しんだり、シモニデスの詩に出てくるあの女性たちの言葉を口にしたりすることなく。
"
ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος·
「紫の海、激しく騒ぎ立つその轟きが、私を阻みとどめている」そうではなく、むしろフィリッポスの言ったことを思い浮かべるだろう。
πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον,
ὧ Ἡράκλεις
εἶπεν
ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες, ὅλης ἐφιέμεθα τῆς οἰκουμένης.
彼はレスリング場で転んで仰向けになったとき、地面に残った自分の体の跡を見て、「ヘラクレスよ、私たちは自然から地球のほんのわずかな部分しか分かち与えられていないのに、居住世界全体を切望しているのだな」と言ったのである。