§9οἶμαί σε τῆς Νάξου·
私はあなたがナクソス島を目にしたことがあると思う。
γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γʼ Ὑρίας ἐνταῦθα πλησίον οὔσης·
もしそうでなくとも、少なくとも、ここから近くにあるヒュリア島を目にしたことがあると思う。
ἀλλʼ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος, ἦν οἰκητήριον ὁ δʼ Ἀλκμέων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι·
しかし、前者はエフィアルテスとオトスを容れ、後者はオリオンの住処であった。 他方、アルクマイオンは、詩人たちが言うように、ウーメニデスから逃れて、アケロオス川が新たに固まった泥を堆積させている場所に住み着いた。
ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν.
しかし私は、彼もまた、政治的な混乱や党争、そして復讐の女神のような密告から逃れて、煩わされることなく静かに暮らすために、狭い土地を選んで住んだのだと推測する。
Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς·
皇帝ティベリウスは、カプレアエに死ぬまでの7年間を過ごした。
καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον.
そして、居住世界の統治を行う神聖な中心は、あたかも心臓へと集められたかのように、これほど長い間、どこへも移動しなかった。
ἀλλʼ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδʼ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δʼ ἔξεστιν εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδʼ ἐπᾴδων πολλάκις
"
ἐλαφρὰν κυπάρισσον φιλέειν,
ἐᾶν δὲ νομὸν Κρήτας περιδαῖον·
しかし、彼にとっては、あらゆる方向から押し寄せ、もたらされる帝国の責務が、島での静けさを純粋で波立たないものにはしてくれなかった。 これに対して、小さな島へ上陸して小さくはない災いから逃れることができる者であるのに、自分自身にピンダロスの詩句を語りかけず、また度々口ずさまない者は、惨めな者である。 「軽やかなイトスギを愛し、イダ山の周りのクレータの牧草地を放っておくこと。
ἐμοὶ δʼ ὀλίγον μὲν γᾶς δέδοται, ὅθεν ἄδρυς,
πενθέων δʼ οὐκ ἔλαχον οὐδὲ στασίων
"
οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδʼ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων.
私にはわずかな土地しか与えられていない、そこから(我が家となる)オークの木があるのだが。 しかし私は悲しみも党争も割り当てられてはいない」また、支配者たちの命令も、政治的な必要における奉仕も、避けることの難しい公共奉仕も(割り当てられてはいない)。
§10ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος τό
"μὴ μετρεῖν σχοίνῳ Περσίδι τὴν σοφίην;
なぜなら、カリマコスが「ペルシアの測定綱で知恵を測るな」と言っているのは、適切であると思われるからである。
"
ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες;
それなら、幸福を測定綱やパラサングで測定して、もし私たちが、シケリアのように航路で4日かかるような島ではなく、周囲が200スタディオンの島に住むというなら、自分たちを苦しめ、不運であるとして嘆き悲しまねばならないのだろうか。
τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον;
なぜなら、広大な土地が、苦しみのない生活に対して何になるというのか。
οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ
"
σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
Βερέκυντα χῶρον
"
εἶτα μετʼ ὀλίγον λέγοντος
"
οὑμὸς δὲ πότμος οὐρανῷ κυρῶν ἄνω,
ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε·
あなたは、悲劇の中でタンタロスが「私はベレキュントスの土地、12日間の道のりの畑に種をまく」と言い、その少し後に「しかし、天にまで届いていた私の運命は、地上へと墜ち、私にこう告げている。
γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν;
『人間の営みを過度に崇めるなと知れ』」と言うのを聞かないのか。
"
ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον
"ἑκὰς ἀνδρῶν ἀλφηστάων"
καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων
"ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ,"
τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις.
他方、ナウシトオスは、キュクロプスたちがその近くにいたために広々としたウペレイアを捨て、島へと移り、「穀物を食べる人間たちから遠く離れ」かつ、人間と交わることなく「遠く、波の荒い海の中に」暮らすことで、自身の市民たちに最も心地よい生活をもたらした。
τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δʼ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι.
他方、キュクラデス諸島には、かつてはミノスの子らが、後にはコドロスとネイレウスの子らが定住したが、そこは今や、愚かな追放者たちが自分たちは罰せられていると考えている場所なのである。
καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας;
それにしても、追放先となるどのような島が、スキルスの土地よりも広くないというのか。 そこは、クセノポンが軍事行動の後に健やかな老後を送った場所である。
ἡ δʼ Ἀκαδήμεια, τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθʼ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν.
また、わずか3千ドラクマで購入された小地所にすぎないアカデメイアは、プラトンやクセノクラテス、ポレモンがそこに籠もり、生涯のすべての時間を過ごした住処であった。 ただし、一日は例外であり、その日には、クセノクラテスは毎年、人々が言うところによれば、ディオニュシア祭の新しい悲劇の上演のために、その祝祭(を祝うために)市街へと下っていったのである。
Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας
"
εἵλετο ναίειν
ἀντʼ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
また、キオスのテオクリトスは、アリストテレスがフィリッポスやアレクサンドロスの宮廷での生活を好んだために、「アカデメイアの代わりに、ボルボロス川の河口に住むことを選んだ」と非難した。
"
ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι.
というのも、ペラの近くには、マケドニア人がボルボロスと呼ぶ川があるからである。
τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής,
"Λῆμνον δʼ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος·
また、詩人は、あたかも故意に島々を賛美し私たちに勧めているかのように、こう歌っている。
"
καὶ
"ὅσσον Λέσβος ἄνω, μακάρων ἕδος, ἐντὸς ἐέργει· "
καί
"Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον· "
καὶ
"
οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα. "
καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.
「そして彼は、神なるトアスの都市レムノスに至った」また、「上方の、祝福された者たちの住処であるレスボスが、その内側に囲い込んでいる限りにおいて」また、「急峻なスキュロス、エニュエウスの都市を攻略して」また、「ドゥリキオンと、神聖なるエキナデス諸島から来た人々、海を越えた、エリスの向かいに位置する島々」そしてまた、名高き男たちのうち、最も神に愛されたアイオロス、最も賢いオデュッセウス、最も勇敢なアイアス、最ももてなしの心に富むアルキノオスが、島に住んでいたと、詩人は言っているのである。