← プルタルコス

追放について

§6-8

宇宙における居住地と追放がもたらす自由

特定の都市に住んでいないことは大した不利益ではなく、地球全体が天に比して点にすぎないように、知性と理性があればどこでも自らの祖国にできる。さらに、運命によって都市を失った亡命者は、不自由な政治的義務から解放され、望む都市を自由に選べる利点があることを古代の様々な実例を挙げて説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6

τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν ἐστιν· οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολλυτὸν οὐδὲ Κορίνθιοι Κράνειον οὐδὲ Πιτάνην Λάκωνες. ἆρʼ οὖν ξένοι καὶ ἀπόλιδὲς εἰσιν Ἀθηναίων1 οἱ μεταστάντες ἐκ Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι τοῦ μετοικισμοῦ τὰ Μεταγείτνια, τὴν πρὸς ἑτέρους γειτνίασιν εὐκόλως καὶ ἱλαρῶς ἐκδεχόμενοι καὶ στέργοντες·; οὐκ ἂν εἴποις. τί οὖν τῆς οἰκουμένης μέρος ἢ τῆς γῆς ἁπάσης ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν ἀποδεικνύουσιν οἱ μαθηματικοὶ σημείου λόγον ἔχουσαν2 ἀδιαστάτου πρὸς τὸν οὐρανόν; ἀλλʼ ἡμεῖς ὥσπερ μύρμηκες ἢ μέλιτται μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμαθηκότες οἰκεῖα τὰ πάντα ποιεῖσθαι καὶ νομίζειν ὥσπερ ἐστί. καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ· τρόπον τινὰ ταὐτὸ πάσχοντες, ὅταν ἀμφιγνοῶμεν ἐπὶ ξένης γενόμενοι τὴν γῆν τὴν θάλατταν τὸν ἀέρα τὸν οὐρανὸν, ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων. ἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, ἡμεῖς δʼ αὐτοὶ συνδέομεν ἑαυτοὺς συστενοχωροῦμεν ἐγκατοικοδομοῦμεν, εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν. εἶτα τῶν μὲν Περσῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθὲς ὅτι τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην· ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸν Ταΰγετον ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες, ἄπολιν καὶ ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν.

しかし、あなたがサルディスに住んでいないということは、大したことではない。なぜなら、アテナイ人全員がコリュトスに住んでいるわけでもなく、コリントス人がクラネイオンに住んでいるわけでもなく、ラコニア人がピタネに住んでいるわけでもないからだ。では、メリテからディオミスへ移住したアテナイ人のうち、そこで「メタゲイトニオン」という月を祝い、その移住にちなんで名付けられた「メタゲイトニア」という犠牲祭を行い、他者との隣り合わせの関係を気楽に、また快く受け入れ、愛しているからといって、彼らは外国人であり、アテナイの市民権を失った者たちなのだろうか。あなたはそうは言わないだろう。それでは、居住世界、あるいは地球全体のどの部分が他の部分から遠く離れているというのか。数学者たちは、地球が天に対して広がりのない点の比率を持つことを証明しているというのに。しかし私たちは、蟻や蜂が、一つの巣や巣箱から追い出されると、うろたえて外国の地で苦しむのと同じように、すべてのものを自分のものとし、また実際そうであるようにみなすことを知らず、また学んでこなかった。もっとも、アテナイの月はコリントスの月よりも優れていると主張する者の愚かさを私たちは笑う。だが、異郷の地に身を置いたときに、大地や海や空気や天について、見慣れたものとは異なり違っているのではないかと戸惑うとき、私たちもある意味で同じことを経験しているのである。なぜなら、自然は私たちを自由で解き放たれた存在として送り出しているのに、私たち自身が自らを縛り、狭め、その中に閉じ込め、小さくて窮屈な場所に追い込んでいるからである。そして、ペルシアの王たちが、ホアスペス川の水だけを飲むことで、自分たちにとって他の居住世界全体を水のない場所にしているというのが本当なら、彼らを私たちはあざ笑う。しかし私たちが他の土地に移るとき、ケフィソス川の水を切望し、エウロタス川やタイゲトス山やパルナソス山を恋しがることによって、自分たちにとって居住世界を市民のいない、住むことのできない場所にしているのである。

§7

Αἰγυπτίων μὲν οὖν οἱ διʼ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθʼ ἑαυτῶν ἔχωσιν εὐπρεπέστερον δʼ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθʼ οὗτος οὔτʼ ἄπολις οὔτʼ ἀνέστιος οὔτε ξένος ἐστί· μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας· οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε. Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα3 διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα, Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δʼ εἶπεν ἐκείνων ἐν Πόντῳ μονήν, "ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου." Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφʼ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρʼ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δʼ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, τί οὖν εἶπεν οὐκ ἐρρᾳδιούργησας, ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς; ὅπου φησὶν ὁ κωμικὸς τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ πάντʼ ἔχειν ὅσων δεῖ τὴν νῆσον.

さて、エジプト人のうち、王の怒りと苛酷さのためにエチオピアへと移住した人々は、子供たちや妻たちのもとへ戻るよう求める者たちに対して、冷笑的に自らの秘部を示し、これらを自分たちと一緒に持っている限り、妻にも子供にも困ることはないと答えた。しかし、より端正で荘重な言い方としては、生活に必要な適度なものに恵まれている場所ならどこでも、またそうした誰にとっても、その人はそこにおいて市民権のない者でも、家なき者でも、外国人でもない、と言うことである。ただ、これらに加えて、錨や舵取りのように知性と理性を持つ必要があり、それによってどこであれ入港した港を利用できるようにならねばならない。なぜなら、一度失った富を再び、容易にかつ迅速に集めることはできないが、あらゆる都市は、それを利用することを学び、至る所で生き、養われ、あらゆる場所に根を下ろすことのできる根を持っている人間にとっては、直ちに祖国となるからである。テミストクレスが持ち、ファレロンのデメトリオスが持っていたような根を。後者(デメトリオス)は追放の後、アレクサンドリアにおいてプトレマイオスの友人の第一人者となり、自身が豊かな暮らしを送っただけでなく、アテナイ人たちに贈り物を送ったほどである。またテミストクレスは、王の財政的援助によって養われつつ、妻と子供たちに対して次のように言ったと伝えられている。 「もし私たちが滅びていなかったら、私たちは滅んでいただろう」それゆえ、犬のディオゲネスも、ある人が「シノペの人々がお前をポントスから追放する宣告を下したぞ」と言ったのに対して、「私は彼らにポントスに留まる刑を宣告した」と言い、「『もてなさぬ海の、砕け散る波の波打ち際』に留まるようにと」と付け加えた。またストラトニコスは、セリポス島にいる客人に、彼らの間ではどのような犯罪に対して追放が刑罰として定められているのかと尋ねた。そして、悪事を働く者を追放するのだと聞くと、「では、どうしてあなたはこの狭苦しい場所から移住できるように、悪事を働かなかったのか」と言った。そこは、喜劇作家が「イチジクは投石器で収穫される」と言い、その島は必要なすべてのものを持っていると述べた場所である。

§8

ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος. οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν. "Σπάρταν ἔλαχες, ταύταν κόσμει, "κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφʼ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν. οὗ δʼ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν. τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων ἑλοῦ βίον ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει, κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δʼ αὐτὴν ὁ χρόνος ποιήσει,4 καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάττουσαν· εἰσένεγκε, πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον "σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν, "οὐκ ἀθυμῶν οὐδʼ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν παρὰ Σιμωνίδῃ γυναικῶν, "ἴσχει δέ με πορφυρέας ἁλὸς, ἀμφιταρασσομένας ὀρυμαγδός· " ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος· πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον, ὧ Ἡράκλεις εἶπεν ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες, ὅλης ἐφιέμεθα τῆς οἰκουμένης.

なぜなら、もし虚しい思い込みを交えずに真実を見るなら、一つの都市しか持たない者は、他のすべての都市にとっては外国人であり異邦人だからである。自分の都市を捨てて別の都市を耕すことは、立派なことでも正しいことでもないと思われるからである。 「スパルタがあなたに割り当てられたのだから、そこを飾り立てよ」たとえそれが不名誉な場所であり、不健康な場所であり、内紛や不健全な情勢によって内側から揺るがされていようとも、である。だが、運命がその人から自分自身の都市を奪い去った場合には、運命はその人に、自分の気に入った都市を持つことを許すのである。なぜなら、ピタゴラス派のあの立派な訓戒、「最善の生き方を選べ。習慣がそれを心地よいものにするだろう」は、ここにおいても賢明であり有益だからである。すなわち、「最善で最も心地よい都市を選べ。時間がそれを祖国にするだろう」と。しかも、人を煩わせず、悩ませず、あれこれと命じない祖国を。「税金を納めよ、ローマへ使節として赴け、総督を歓待せよ、公共奉仕を行え」などと。なぜなら、もし分別があり、完全に理性を失っているのでない人が、これらのことを念頭に置くならば、たとえ追放されて島に住むことになろうとも、ギュアロスやキナロスといった島を進んで選ぶだろうからである。「険しく、実りなく、耕作に適さぬ島」であっても、決して気落ちしたり、嘆き悲しんだり、シモニデスの詩に出てくるあの女性たちの言葉を口にしたりすることなく。 「紫の海、激しく騒ぎ立つその轟きが、私を阻みとどめている」そうではなく、むしろフィリッポスの言ったことを思い浮かべるだろう。彼はレスリング場で転んで仰向けになったとき、地面に残った自分の体の跡を見て、「ヘラクレスよ、私たちは自然から地球のほんのわずかな部分しか分かち与えられていないのに、居住世界全体を切望しているのだな」と言ったのである。

構文注4 件
  1. 6Ἀθηναίων

    この属格は、後ろにある関係名詞句 οἱ μεταστάντες ἐκ Μελίτης(メリテから移住した人々)にかかる部分属格(partitive genitive)です。「アテナイ人のうち、メリテから移住した人々」という意味になります。

  2. 601cἣν ... ἔχουσαν

    関係代名詞 ἣν(先行詞は τῆς γῆς ἁπάσης)を主語とする対格補語として、分詞 ἔχουσαν が用いられています。これは動詞 ἀποδεικνύουσιν(証明する、示す)の補語となる間接叙述(分詞補文構文)で、「地球全体が点の比率を持っていることを数学者たちが証明している」という事実関係を表します。

  3. 602aἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα

    過去の事実に反する仮定を表す条件文(過去の反実仮想)です。帰結節は直説法過去(ἀπωλόμεθα)に小辞 ἄν を伴い、条件節は εἰ に直説法過去(ἀπωλόμεθα)を用いています。「もし私たちが(亡命によって社会的に)滅ぼされていなかったら、私たちは(今のようなペルシア王の庇護や恩恵を得られず、真に)滅びていただろう」というテミストクレスの有名な逆説的表現です。

  4. 602cπατρίδα δʼ αὐτὴν ὁ χρόνος ποιήσει

    二重対格(double accusative)の構文です。αὐτήν(それ、すなわち前文の「最善で最も心地よい都市」)が直接目的語、πατρίδα(祖国)が目的格補語です。前文のピタゴラス派の引用における ἡδὺν δʼ αὐτὸν [sc. τὸν βίον] ἡ συνήθεια ποιήσει(習慣がそれを心地よいものにするだろう)の統語構造をパラフレーズしています。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg110.humanitext-grc2:6-8