§6τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν ἐστιν· οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολλυτὸν οὐδὲ Κορίνθιοι Κράνειον οὐδὲ Πιτάνην Λάκωνες.
而你不居住在萨尔迪斯,这算不得什么;因为并非所有雅典人都居住在科利图斯,也不是所有科林斯人都居住在克拉内翁,拉栖代梦人也不是都居住在皮塔内。
ἆρʼ οὖν ξένοι καὶ ἀπόλιδὲς εἰσιν Ἀθηναίων οἱ μεταστάντες ἐκ Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι τοῦ μετοικισμοῦ τὰ Μεταγείτνια, τὴν πρὸς ἑτέρους γειτνίασιν εὐκόλως καὶ ἱλαρῶς ἐκδεχόμενοι καὶ στέργοντες· ;
那么,在从梅利特迁移到迪奥米亚的雅典人中——他们在那里甚至庆祝“御邻月”,并举行因迁居而得名的“御邻祭”,轻松而愉快地接受并喜爱与他人的邻里关系——难道他们就成了外邦人和失去城邦的人吗?
οὐκ ἂν εἴποις.
你绝不会这么说。
τί οὖν τῆς οἰκουμένης μέρος ἢ τῆς γῆς ἁπάσης ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν ἀποδεικνύουσιν οἱ μαθηματικοὶ σημείου λόγον ἔχουσαν ἀδιαστάτου πρὸς τὸν οὐρανόν;
那么,在这片被居住的世界中,或者说在整个地球中,又有哪一部分是彼此相距遥远的呢? 数学家们已经证明,地球相对于天空而言,只具有一个无维度的点的比例。
ἀλλʼ ἡμεῖς ὥσπερ μύρμηκες ἢ μέλιτται μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμαθηκότες οἰκεῖα τὰ πάντα ποιεῖσθαι καὶ νομίζειν ὥσπερ ἐστί.
然而我们就像蚂蚁或蜜蜂一样,一旦从一个蚁穴或蜂巢中掉落出来,就会感到焦虑并产生异乡之痛,因为我们不知道也没有学过如何把一切事物都当作自己切身之物,并像它们本来的样子那样去对待。
καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ· τρόπον τινὰ ταὐτὸ πάσχοντες, ὅταν ἀμφιγνοῶμεν ἐπὶ ξένης γενόμενοι τὴν γῆν τὴν θάλατταν τὸν ἀέρα τὸν οὐρανὸν, ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων.
然而,如果有人说雅典的月亮比科林斯的月亮更好,我们会嘲笑他的愚蠢;当我们置身异乡,对那里的土地、海洋、空气和天空感到惶惑,以为它们与我们所习惯的那些完全不同且有所差异时,我们在某种程度上也正经历着同样的事情。
ἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, ἡμεῖς δʼ αὐτοὶ συνδέομεν ἑαυτοὺς συστενοχωροῦμεν ἐγκατοικοδομοῦμεν, εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν.
因为自然释放了我们,使我们自由且不受束缚,而我们自己却束缚自己、作茧自缚、自我禁锢,将自己逼入狭小而贫瘠的境地。
εἶτα τῶν μὲν Περσῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθὲς ὅτι τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην· ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸν Ταΰγετον ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες, ἄπολιν καὶ ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν.
其次,关于波斯国王们,如果他们真的只喝霍阿斯佩斯河的水,从而为自己把居住世界的其余部分都变成无水之地,我们确实会嘲笑他们;但当我们迁往别处时,由于渴望凯菲索斯河,思念欧罗塔斯河、泰格特斯山或帕纳塞斯山,我们也同样为自己把这片居住世界变成了一个无城邦且不可居住的地方。
§7Αἰγυπτίων μὲν οὖν οἱ διʼ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθʼ ἑαυτῶν ἔχωσιν εὐπρεπέστερον δʼ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθʼ οὗτος οὔτʼ ἄπολις οὔτʼ ἀνέστιος οὔτε ξένος ἐστί·
因此,那些由于国王的愤怒和严苛而迁居到埃塞俄比亚的埃及人,当有人请求他们回到孩子和妻子身边时,他们颇为犬儒地展示了自己的私处,并声称只要自己还随身带着这些东西,就绝不会缺少婚姻和孩子;但更为得体和庄重的一种说法是:无论在何处,只要任何人有幸拥有维持生活的适度生活资料,他在那里就既不是无城邦者,也不是无家可归者,更不是外邦人。
μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται.
只是在此之外,他还必须拥有理智和理性,就像锚或舵手一样,以便在靠岸之后能够利用任何港口。
πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας·
因为一旦失去财富,并不容易也无法迅速重新积聚;但对于一个学会了去利用它,并且拥有能够在任何地方生存、获取营养并扎根的根基的人来说,任何城市都会立即变成他的祖国。
οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς.
就像忒弥斯托克勒斯所拥有的,以及法勒鲁姆的德米特里所拥有的那样。
οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε.
因为后者在流放后到了亚历山大里亚,成为托勒密友人之首,他不仅自己生活富足,而且还向雅典人送去了赠礼。
Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας
ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα
διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα,
Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δʼ
εἶπεν
ἐκείνων ἐν Πόντῳ μονήν,
"ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου.
而忒弥斯托克勒斯在接受国王的御赐供养时,据说曾对他的妻子和孩子们说: “如果我们没有毁灭,我们早就毁灭了。 ” 因此,犬儒狄奥根尼对那个对他说: “西诺普人判处你从蓬托斯流放”的人说道:“而我判处他们留在蓬托斯,” “‘在无情大海那浪花破碎的岸边。
"
Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφʼ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρʼ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δʼ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι,
τί οὖν
εἶπεν
οὐκ ἐρρᾳδιούργησας, ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς;
’” 斯特拉托尼科斯曾询问他在塞里福斯的主人,在他们那里,流放是作为对何种罪行的惩罚而设立的;当听说他们流放恶棍时,他说:“那你为什么不作恶,以便能从这个狭窄的地方搬走呢?
ὅπου φησὶν ὁ κωμικὸς τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ πάντʼ ἔχειν ὅσων δεῖ τὴν νῆσον.
”喜剧诗人说,在那里 “无花果是用投石器来采摘的”,而且这座岛屿拥有一切所需之物。
§8ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος.
因为如果你撇开虚妄的舆论来看待真相,那么只拥有一座城市的人,对于所有其他城市来说都是外邦人和陌生人。
οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν.
因为抛弃自己的城市去耕作另一座城市,似乎既不体面也不公正。
"Σπάρταν ἔλαχες, ταύταν κόσμει,"
κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφʼ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν.
“你分到了斯巴达,就去装点她吧,” 即便她是无名的、多病的,或是因内部的党争和不健康的事务而混乱不堪。
οὗ δʼ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν.
然而,对于被命运夺去了自己城市的人,命运则允许他拥有自己所中意的那座城市。
τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων
ἑλοῦ βίον ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει,
κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δʼ αὐτὴν ὁ χρόνος ποιήσει,
καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάττουσαν· εἰσένεγκε, πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον
ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον
"σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν,"
οὐκ ἀθυμῶν οὐδʼ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν παρὰ Σιμωνίδῃ γυναικῶν,
"ἴσχει δέ με πορφυρέας ἁλὸς, ἀμφιταρασσομένας ὀρυμαγδός·
因为毕达哥拉斯派的那条高尚诫律 “选择最美满的生活,习惯会使它变得甘甜”,在这里同样是睿智且实用的:“选择最好、最惬意的城市,时间会把它变成你的祖国,”而且是一个不拉扯你、不烦扰你、不命令你的祖国:“交税;去罗马当使节;迎接总督;承担公共服务。
"
ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος·
”因为如果任何有理智且没有完全被虚荣蒙蔽的人记住这些事,他即使成为流放者,也会选择居住在某个岛屿上,无论是居阿罗斯还是基纳罗斯,“险峻、荒芜且不宜耕种”,而绝不会沮丧,也不会哀叹,更不会说出西莫尼德斯诗中那些女人们所说的话: “那紫红大海的喧嚣,在周围激荡,阻挡着我;” 而是会更多地去思考菲利普的那个说法;因为他在摔跤场上跌倒并翻过身来,当看到自己身体留下的印记时,他说:“赫拉克勒斯啊!
πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον,
ὧ Ἡράκλεις
εἶπεν
ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες, ὅλης ἐφιέμεθα τῆς οἰκουμένης.
我们在自然中所占有的土地是多么微小的一块,却在觊觎这整片居住的世界! ”