Humanitext Reader

プルタルコス · 追放について §13-15

賢者たちの亡命と異郷で残された不朽の業績

6 / 8 箇所 · ギリシア語

要旨

ギリシアの多くの賢者や詩人が自発的または強制的に祖国を離れ、異郷で不朽の業績を残したことを挙げ、追放や亡命には不名誉などなく、むしろ静寂や自由をもたらすものであると説く。

§13διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δʼ ἐξ Ἀθηνῶν.
それゆえ、最も思慮強く最も賢明な人々の中で、自らの祖国に葬られた者はごくわずかしか見出せないだろう。 大部分の者は、誰も強制しないのに、自ら錨を上げて自らの生涯を移し、ある者はアテナイへ、ある者はアテナイから移り住んだ。
τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης;
というのも、誰が自らの祖国について、エウリピデスがしたような、以下のような賛辞を語っただろうか。
" ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν·
「第一に、そこでは民衆は他から入れられたものではなく、私たちは自生児として生まれた。
αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς, ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
他の都市は、盤の目のように、サイコロの出目で揺さぶられて、あちこちから他国から輸入されたものである。
εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι, οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον ἵνʼ οὔτʼ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει. ἃ δʼ Ἑλλὰς Ἀσία τʼ ἐκτρέφει κάλλιστα γῆς, δέλεαρ ἔχοντες τήνδε συνθηρεύομεν " ἀλλʼ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρʼ Ἀρχελάῳ κατεβίωσεν.
もし本筋から外れて何かを誇る必要があるなら、婦人よ、私たちは大気が地のうえで心地よく混ざり合ったところにおり、そこでは過度の炎熱も冬の寒さも襲ってこない。 そして、ギリシアとアジアが地から育む最も美しいものを、私たちはこれを餌として手に入れ、共に狩るのだ」だが、これを書いた者はマケドニアへと去り、アルケラオスの宮廷で生涯を終えた。
ἀκήκοας δὲ δήπου καὶ τουτὶ τοὐπιγραμμάτιον " Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας " καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον.
あなたももちろん、この短い碑銘を耳にしたことがあるだろう。 「アテナイ人エウポリオンの子アイスキュロスを、小麦豊かなゲラの、この死せる墓が隠している」実際、彼もまたシケリアへと去ったし、それ以前にシモニデスもそうだった。
τὸ δʼ Ἡροδότου Ἁλικαρνησέος ἱστορίης ἀπόδεξις ἥδε πολλοὶ μεταγράφουσιν ʽ Ἡροδότου Θουρίοὐ·
そして、「ハリカルナッソス人ヘロドトスの歴史の提示は以下の通りである」というのを、多くの人が「トゥリオイ人ヘロドトス」と書き換えている。
μετῴκησε γὰρ εἰς Θουρίους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε.
なぜなら、彼はトゥリオイへ移住し、その植民活動に加わったからである。
τὸ δʼ ἱερὸν καὶ δαιμόνιον "ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας" Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής;
そして、あの聖なる、神聖な、「ミューズたちのうちなる息吹、フリュギアの戦いの描き手」であるホメロスを、多くの都市が互いに争う対象にしたのは、彼がただ一つの都市のみの賛美者ではなかったからではないか。
καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.
そして、異邦人の守護神たるゼウスの誉れも多く、かつ大きいのである。
§14εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς· σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς·
もし、これらの人々は名声や名誉を追い求めていたのだと誰かが言うなら、賢者たちや、アテナイにおける賢明な学塾や語らいの場に目を向けよ。
ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ, τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠδεῖον.
リュκειオンにおけるもの、アカデメイアにおけるもの、ストア、パルラディオン、オデイオンに思いを馳せよ。
εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης ἦν ἐκ Σταγείρων, Θεόφραστος ἐξ Ἐρέσου, Στράτων ἐκ Λαμψάκου, Γλύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης·
もしあなたがペリパトス派を最も愛し、敬服しているなら、アリストテレスはスタゲイラ出身であり、テオフラストスはエレソス出身、ストラトンはラムプサコス出身、グリュコンはトローアス出身、アリストンはケオス出身、クリトラオスはファセリス人であった。
εἰ τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος, Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς·
もしストア派なら、ゼノンはキティオン人、クレアンテスはアッソス人、クリュシッポスはソロイ人、ディオゲネスはバビロン人、アンティパトロスはタルソス人であった。
ὁ δʼ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε.
アテナイ人アルケデモスは、パルティア人のもとへと移り、バビロンにストア派の継承の跡を残した。
τίς οὖν τούτους ἐδίωξεν;
では、誰が彼らを追い払ったのか。
οὐδείς·
誰もいない。
ἀλλʼ αὐτοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, τὰ μὲν ἄλλα λόγοις τοῦτο δʼ ἔργοις ἡμᾶς διδάσκουσι.
むしろ、彼ら自身が静けさを追い求めたのであり、いささかの名声や権力を持つ者にとって、故郷においては静けさに与かることがまったくできないからである。 彼らは他の点では言葉によって、この点については行動によって私たちに教えているのである。
καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης, οὐ μετασταθέντες ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι.
実際、今日でも最も定評があり最も優れた人々は異郷で暮らしている。 彼らは移住させられたのではなく自ら移住したのであり、追放されたのではなく、自ら厄介事や、気を散らすもの、そして祖国がもたらす多忙から逃れたのである。
καὶ γὰρ τοῖς παλαιοῖς; ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν.
実際、古代の人々にとっても、ミューズたちは彼らの著作のうちで最も美しく最も定評あるものを、追放を協力者とすることによって完成させたようである。
Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην·
アテナイ人トゥキディデスは、ペロポネソス人とアテナイ人の戦争の歴史を、トラキアのスカプテ・ヒュレの近くで執筆した。
Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενίτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθηναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδʼ ἔρριψαν ἑαυτούς, ἀλλʼ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, διʼ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται·
クセノポンはエリス地方のスキルスで、フィリストスはエペイロスで、タウロメニオンのティマイオスはアテナイで、アテナイ人アンドロティオンはメガラで、詩人バッキュリデスはペロポネソスで。 これらすべての人々、またそれ以上の多くの人々が、祖国から放逐されながらも、絶望したり身を投げ出したりはせず、むしろ、自らの才能を旅の糧として用い、運命から追放を受け入れたのであり、その追放のゆえに、彼らはいたるところで、死してなお記憶されているのである。
τῶν δʼ ἐκβαλόντων καὶ καταστασιασάντων οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται.
これに対して、彼らを追い出し、派閥争いをした者たちについては、何一つ、誰の言葉も残されていない。
§15διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι.
それゆえ、追放に不名誉がつきまとうと考える者は滑稽である。
τί λέγεις;
何と言うのか。
ἄδοξός;
ディオゲネスは不名誉だったというのか。
ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται·
彼が日向に座っているのを見て、アレクサンドロスはそばに立ち、何か必要なものがあるかと尋ねた。
τοῦ δὲ μηδὲν ἀλλʼ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην;
ディオゲネスが、何もない、ただ少し日陰を作らないでくれと頼んだところ、その気高さに打たれたアレクサンドロスは、友人たちに、「もし私がアレクサンドロスでなかったら、ディオゲネスになりたかった」と言ったというのに。
ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται;
また、ローマから追い出され、今やその第二の建国者と称えられているカミルスは、不名誉であったのか。
καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε·
さらに、テミストクレスは追放によってギリシア人の間での名声を失ったのではなく、異民族の間での名声を手に入れたのである。
καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδʼ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.
そして、彼を告訴したレオバテスであることよりも、追放されたテミストクレスであることを望み、また(シケロを)追放したクロディウスであることよりも、追放されたキケロであることを、また告発したアリストポンであることよりも、祖国を去ったティモテオスであることを、より望むような、それほどまでに名誉を重んじず、また卑しい者は一人もいない。

語釈・文法注

  1. 13κεκηδευμένους — 動詞 κηδεύω は「姻戚関係を結ぶ」という意味もあるが、ここでは墓(μνῆμα)の例が続くこと、および context から「葬られる」という意味で解釈するのが妥当。
  2. 13Ὅμηρον, οὐ τοῦτο πεποίηκε — Ὅμηρον は後続の ὅτι 節の主語が主節の前に置かれた先取り(prolepsis)の対格。主節の動詞 πεποίηκε の直接目的語のように見えるが、論理的には ὅτι 節の主語である。
  3. 14φυγὴν λαβοῦσαι συνεργὸν — συνεργὸν は λαβοῦσαι の目的語である φυγὴν に対する述語的対格(predicate accusative)であり、「(ミューズたちが)追放を協力者として得て」という意味になる。
  4. 15τοῦ δὲ μηδὲν ἀλλʼ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος — μηδὲν ἀλλ' ἤ は「〜以外の何ものでもない」「ただ〜だけ」を意味する慣用語句。直訳すると「少しだけ日陰をなくすこと以外には何も(求めない)」となる。

この箇所を引用する

プルタルコス, 追放について §13-15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg110.humanitext-grc2:13-15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。