§13διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δʼ ἐξ Ἀθηνῶν.
因此,在最明智和最贤明的人中,你很难找到几个是葬在自己祖国的。 他们中大多数人,在没有人强迫的情况下,自己提起锚,转移了生活,迁居他乡,有的去了雅典,有的则离开了雅典。
τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης;
因为,谁曾对自己的祖国说过像欧里庇得斯那样的赞词呢?
"
ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις
πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς,
ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
“在那里,首先,人民不是从别处引进的,而是我们作为土生土长者而生;而其他城市,就像棋子一样被骰子的投掷所摇摆,从这里或那里输入。
εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι,
οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον
ἵνʼ οὔτʼ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει.
妇人啊,如果需要在本业之外夸耀什么,我们拥有一片温和交融的大地之上的天空,那里既没有过度的炎热,也没有冬日的严寒降临。
ἃ δʼ Ἑλλὰς Ἀσία τʼ ἐκτρέφει κάλλιστα γῆς,
δέλεαρ ἔχοντες τήνδε συνθηρεύομεν
"
ἀλλʼ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρʼ Ἀρχελάῳ κατεβίωσεν.
而希腊和亚洲在土地上所孕育的最美丽之物,我们以其为诱饵,共同猎取。 ” 然而,写下这些话的人却去了马其顿,并在阿奇拉乌斯的宫廷中度过了余生。
ἀκήκοας δὲ δήπου καὶ τουτὶ τοὐπιγραμμάτιον
"
Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
μνῆμα καταφθίμενον πυροφόροιο Γέλας
"
καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον.
你一定也听过这首小墓志铭: ¦604f “这麦产丰富的杰拉的死者之墓掩埋着欧福里翁之子、雅典人埃斯库罗斯。 ” 因为他确实也动身去了西西里,而在他之前西蒙尼德也是如此。
τὸ δʼ
Ἡροδότου Ἁλικαρνησέος ἱστορίης ἀπόδεξις ἥδε
πολλοὶ μεταγράφουσιν ʽ
Ἡροδότου Θουρίοὐ· μετῴκησε
γὰρ εἰς Θουρίους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε.
至于: “这是哈利卡纳苏斯人希罗多德历史的展示” 这句话,许多人将其改写为“瑟里人的希罗多德”;因为他迁居到了瑟里,并参与了那个殖民地。
τὸ δʼ ἱερὸν καὶ δαιμόνιον
"ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας"
Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής;
而那神圣而具有神性的: “缪斯中的灵感,弗里吉亚之战的描绘者” 荷马,难道不是因为他不仅仅是一个城市的赞美者,才使得他成为许多城市争夺的对象吗?
καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.
而款待客人的宙斯,其荣耀也是繁多而伟大的。
§14εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς· σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ, τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠδεῖον.
但如果有人说,这些人是在猎取名声和荣誉,那么请看看那些智者,以及雅典那些贤明的学派和论辩之所;回想一下在吕克昂、在阿卡德米、在画廊(ストア)、在帕拉迪翁和奥德翁的那些地方。
εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης ἦν ἐκ Σταγείρων, Θεόφραστος ἐξ Ἐρέσου, Στράτων ἐκ Λαμψάκου, Γλύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης· εἰ τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος, Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς· ὁ δʼ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε.
如果你最喜爱并钦佩逍遥学派,亚里士多德来自斯塔基拉,狄奥弗拉斯托斯来自埃雷索斯,斯特拉同来自拉姆普萨科斯,格吕孔来自特罗阿斯,阿里斯同来自凯奥斯,克里托拉乌斯是法塞利斯人;如果是斯多葛学派,芝诺是基提翁人,克雷安德斯是阿索斯人,克律西波斯是索里人,第欧根尼是巴比伦人,安提帕特是塔尔苏斯人;而雅典人阿克德莫斯迁居到帕提亚人的土地,在巴比伦留下了斯多葛学派的传人。
τίς οὖν τούτους ἐδίωξεν;
那么,是谁驱逐了这些人?
οὐδείς· ἀλλʼ αὐτοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, τὰ μὲν ἄλλα λόγοις τοῦτο δʼ ἔργοις ἡμᾶς διδάσκουσι.
没有人;而是他们自己追求宁静,对于任何拥有名望或权力的人来说,在家里是根本无法分得这种宁静的,他们用行动教育我们这一点,而用言语教育我们其他的事情。
καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης, οὐ μετασταθέντες ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι.
因为事实上,如今最受推崇和最优秀的人都生活在异乡,他们不是被迁走,而是自己迁走的,也不是被驱逐,而是自己逃避了祖国所带来的事务、纷扰和忙碌。
καὶ γὰρ τοῖς παλαιοῖς; ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν.
因为对古人来说,似乎缪斯女神们通过把流放(隐栖)作为合作者,才完成了他们最美丽和最受推崇的著作。
Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην· Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενίτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθηναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδʼ ἔρριψαν ἑαυτούς, ἀλλʼ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, διʼ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται· τῶν δʼ ἐκβαλόντων καὶ καταστασιασάντων οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται.
雅典人修昔底德在色雷斯的斯卡普特·许莱附近撰写了佩洛朋尼苏斯人和雅典人的战争史;色诺芬在伊利斯的斯基鲁斯,菲利斯托斯在伊庇鲁斯,陶罗米尼翁的蒂迈欧在雅典,雅典人安德罗提翁在麦加拉,诗人巴库利德斯在佩洛朋尼苏斯。 所有这些人,以及更多的其他人,虽然被逐出祖国,但并没有绝望,也没有自暴自弃,而是利用了他们的天赋,把从命运那里得到的流放作为旅途的行粮,正因如此,他们即使在死后也在各处被纪念;而至于那些驱逐他们并进行党争的人,没有留下任何人的任何一句话。
§15διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι.
因此,认为流放伴随着不名誉的人也是可笑的。
τί λέγεις;
你说什么?
ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται·
第欧根尼是没有名望的吗?
τοῦ δὲ μηδὲν ἀλλʼ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν
εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην;
亚历山大看到他坐在阳光下,便走上前去问他是否需要什么;而第欧根尼除了让他稍微让开一点、不要挡住阳光之外,什么也没要求,亚历山大被他的高尚气节所震惊,对朋友们说: “如果我不是亚历山大,我就想做第欧根尼。
ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται;
” 而卡米卢斯被驱逐出罗马时是不名誉的吗? 他现在被宣告为罗马的第二缔造者。
καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδʼ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.
而且,特米斯托克列斯逃亡并没有丢掉他在希腊人中的名望,反而获得了在蛮族中的名望;没有人是如此缺乏抱负或如此卑微,以至于更愿意成为起诉他的莱奥巴特斯,而不是被流放的特米斯托克列斯;或者是驱逐他的克洛狄乌斯,而不是被驱逐的西塞罗;或者是控告他的阿里斯托丰,而不是迁离祖国的蒂莫西乌斯。