Humanitext Reader

プルタルコス · 追放について §11-12

島での閑暇と俗世からの解放の価値

5 / 8 箇所 · ギリシア語

要旨

著者は、島での静かな暮らしがもたらす精神的な自足と余暇の価値を、ゼノンの逸話やヘラクレイトスの言葉を引いて説く。さらに、一箇所の追放はすべての都市への自由を意味し、宮廷の煩わしさから解放された自由な生活が可能であることを論じる。

§11ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης, εὖγʼ εἶπεν ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσʼ ἡμᾶς.
そこでゼノンは、荷物と一緒に残っていた最後の船が海に飲み込まれたと聞いたとき、「よくやった、と彼は言った、運命よ、お前は私たちを粗末な外套と哲学者の生活へと追い詰めることで、好都合に計らってくれている」と言った。
ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδʼ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλʼ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν.
まったく思い上がっておらず、群衆を狂信してもいない人なら、島へと追い詰められたからといって運命を非難することはなく、むしろ、運命が彼の多くの不安や放浪、異国での彷徨、海での危険、アゴラでの騒音を取り除き、真に安定した、余暇のある、気を散らされない、自分自身の生活を与えてくれたこと、また、必要不可欠なものの欲求を中心と半径によって限界づけてくれたことを称えるだろうと私は思う。
ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις;
どのような島に、家や散歩道、浴場、魚、ウサギがないというのか、狩猟や遊戯を楽しむために用いたいと望む人々にとって。
τὸ μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκιςτυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν·
最大のことは、他の人々が渇望している静けさに、あなたがしばしばあずかることができるということである。 しかし、家で盤上遊戯をして身を隠している人々さえも、密告者や世話焼きどもが追跡して追い回し、郊外や庭園からアゴラや宮廷へと力ずくで連れていく。
εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, διʼ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν·
これに対して、島へは、誰もあなたを煩わせず、無心をせず、借金をせず、保証人になってくれと頼みもせず、選挙活動を一緒にしようとも誘わない。 むしろ、好意と憧れから、親しい人々や身内のうちで最も優れた者たちが船でやってくる。
ὁ δʼ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν.
それ以外の生活は、余暇を過ごすことを望み、それを学んだ者にとって、侵されざる神聖なものとして解放されている。
ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον·
他方、外を走り回り、生涯の大部分を宿屋や渡し船の中で費やしている人々を幸福だとみなす人は、惑星が恒星よりも良い状態にあると思う人に似ている。
καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ μέτρα φησὶν ὁ Ἡράκλειτος·
もっとも、惑星の各々も、一つの天球という、あたかも島のようなものの中を巡りながら、自らの秩序を維持しているのであるが。 「なぜなら、太陽はその限度を越えることはないからだ」とヘラクレイトスは言う。
εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν. §12ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα;
「もし越えれば、正義の味方である復讐の女神たちが彼を見つけ出すだろう」しかし、友よ、これらやこれに類する言葉は、島に遠ざけられ、他のすべてのものを交わりなきものにしている人々に対して語り、彼らに向けて口ずさむことにしようではないか。
"πόντος ἁλὸς, ὃ πολεῖς ἀέκοντας ἐρύκει· " σοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλʼ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις.
「海の深淵が、望まぬ多くの人々を引き留めている」だがあなたにとっては、ただ一つの場所だけが与えられているのではなく、むしろ一つの場所だけが禁じられているのであるから、一つの都市からの禁止は、すべての都市に対する自由なのである。
ἀλλὰ μὴν τῷ οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδʼ ἀγωνοθετοῦμεν ἀντίθες τὸ οὐ στασιάζομεν οὐδʼ ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος·
実に、「私たちは支配せず、評議会議員でもなく、競技の主催者でもない」ということに対して、「私たちは党争を行わず、富を浪費せず、支配者の門にしがみつくこともない」ということを対置せよ。
οὐδὲν οὖν μέλει ἡμῖν, ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος εἰ ἐπαχθής.
したがって、誰がその属州を割り当てられた支配者であるか、彼が短気であろうと煩わしい人物であろうと、私たちにはまったく関係がない。
ἀλλʼ ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών " ἣδε δʼ ὥστʼ ὄνου ῥάχις ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής, " οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν.
しかし私たちは、あたかもアルキロコスがタソス島の果実豊かな土地やブドウ畑を見過ごし、その険しさと起伏の多さのゆえに、その島を非難して「この島はロバの背中のように、野生の森を戴いて立っている」と言ったように、そのように、追放の一つの側面、すなわち不名誉にのみ目を向けることで、煩わしさのないことや余暇、そして自由を見過ごしている。
καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος.
もっとも、人々はペルシアの王たちを、冬をバビロンで、夏をメディアで、春の最も心地よい時期をスサで過ごすといって、羨んでいた。
ἔξεστι δήπου καὶ τῷ, μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ Νέμεʼ ἐν Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος·
追放された人にとっても、もし見物を好む者であるなら、エレウシスで秘儀の際に時を過ごし、アテナイでディオニュシア祭を、ピサでオリンピア祭を、アルゴスでネメア祭を祝い、ピュティア祭が開催される時にはデルポイへ、イストミア祭の時にはコリントスへと赴くことが、もちろんできるのである。
εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος·
あるいは、そうでなくても、余暇、散歩、読書、そして乱されない眠りがある。
τὸ τοῦ Διογένους Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει μήτε πραγματείας μήτʼ ἄρχοντος μήθʼ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.
ディオゲネスのあの言葉、すなわち「アリストテレスはフィリッポスが望むときに食事をとり、ディオゲネスはディオゲネスが望むときにとる」のように、仕事も支配者も統治者も、いつもの生活をかき乱すことはないのである。

語釈・文法注

  1. 603eεὖγʼ ... ποιεῖς — 「よくやってくれた」「好都合に計らう」という慣用表現 εὖ ποιεῖς に基づく。ゼノンが全財産を失った災難を、哲学の道へと進む好機として皮肉を交えつつ肯定的に捉えている場面である。
  2. 603eκέντρῳ καὶ διαστήματι — 「中心と(そこからの)距離(半径)」という意味。コンパスを用いて円を描く動作を指し、運命が生活の必要最小限の範囲を円のように明確に限界づける(περιγράψασα)様子を示す比喩的表現である。
  3. 603fτὸ μέγιστον — 文頭に置かれた、後続の ἡσυχίας(属格)の内容を先取りして強調する同格的・副詞的な対格表現(「最大のことは」)。
  4. 604aἀνεῖται — 動詞 ἀνίημι の完了受動直説法三人称単数形。「神に奉納されて不可侵なものとして解放されている」という宗教的なニュアンスを持つ。
  5. 604bσοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον — 独立属格構文 σοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλʼ ἀπειρημένου τόπου の開始部。与格の σοί は主節の ἐξουσία(自由、権限)に係り、主節は「一つの都市の禁止(ἡ μιᾶς κώλυσις)が、すべての都市に対する自由(πασῶν ἐστιν ἐξουσία πόλεων)である」という対照的な構造を持つ。

この箇所を引用する

プルタルコス, 追放について §11-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg110.humanitext-grc2:11-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。