§4σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδʼ ἡ καθʼ ἕκαστα.
したがって、運命がどのようなものであるかも、個別的あるいは具体的な運命を除けば、これによってほぼ明らかである。
ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε τὸ εἶδος τοῦ λόγου;
では、このような議論の形において、この個別的な運命はどのようなものだろうか。
ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει.
それは、推測されるように、政治的法律のようなものである。 国法は第一に、すべてではないにしても大部分のことを仮定に基づいて規定し、第二に、国家に適した事柄を可能な限り包括している。
πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον.
さらに、これら二つの各々がどのようなものであるかを検討せねばならない。
ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως.
それゆえ、一貫して政治的法律は、勇士や敵前逃亡者、その他についても同様に論じるが、特定の誰かについて規定するのではなく、普遍的な事柄を第一義的に、これらに従属する個別的な事柄を随伴的に規定する。
καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου·
というのも、特定の勇士を賞賛することや、特定の敵前逃亡者を処罰することは合法的と言えるからであり、それはあたかも、それらについても法律が潜在的に規定しているかのようである。
ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει·
それは、いわば医学や体育の規則が、潜在的に個別の症例を全体の中に包括しているのと同じである。
οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθʼ ἕκαστα ἑπομένως.
そしてこのように、自然の法もまた、普遍的な事柄を第一義的に、個別的な事柄を随伴的に規定する。
ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα.
したがって、これらの個別的な事柄もある意味で運命づけられており、普遍的な事柄と「共に運命づけられている」のである。 しかし、非常に厳密に論じる者であれば、逆に個別の事柄が第一義的に配置されており、普遍的なものはこれらのために存在し、何かのためのものに対してその目的が先立つ、と言うかもしれない。
ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον.
しかし、これらについては別の場所で検討せねばならない。
ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει.
ただ、運命がすべてを純粋にかつ明示的に含んでいるのではなく、普遍的なものだけを含んでいるということは、現在の段階で述べておくことで、これからの議論にとっても、少し前の議論にとっても適切である。
τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται·
なぜなら、神的な知性にふさわしい「限定されたもの」は、むしろ普遍的なものにおいて観照されるからである。
τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός, τὸ δʼ ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως·
神的な法も同様であり、国法もそうである。 他方、「無限のもの」は、これらに続く個別のものにおいて観照される。 例えば、それは仮定に基づくものである。
ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω.
そして、運命もそのようなものであると考えねばならない。
ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει.
「仮定に基づく」と私たちが言ったのは、それ自体として立てられるのではなく、何か他のものに真に従属させられており、帰結を意味するすべてのことである。
θεσμός τε Ἀδραστείας ὅδε·
「アドラステイアの定めはこれである。
ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα·
神の随伴者となったいかなる魂も、真実の何かを目にするなら、次の周期まで害を受けずにいること。
κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ ἀβλαβῆ εἶναι.
そして、常にこれを行うことができるなら、常に無害であること。
τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου.
」このようなものが、仮定に基づくと同時に普遍的なものである。
ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον.
そして、運命もまたそのようなものであることは、その実質からも、その名称からも明らかである。
εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις·
なぜなら、運命は、あたかも「連鎖したもの」であるかのように呼ばれているからである。
θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι.
また、それは定めであり法である。 なぜなら、生じる事象に対して、それに続く事柄が政治的に秩序づけられているからである。
§5ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα·
次に、相関関係における事柄を検討せねばならない。 すなわち、運命が摂理に対してどのように関連しているか、また幸運や「私たちに依存すること」、可能的なこと、その他同種のことに対してどのようであるか。
πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ
πάντα καθʼ εἱμαρμένην.
これに加えて、「すべては運命に従う」という命題が、どの点において真であり、どの点において偽であるかを定義せねばならない。
εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές·
もし「運命にすべてが包括されている」ということを意味するのであれば、それが真であることを認めねばならない。
εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω.
人間に関することであれ、地球に関することであれ、天において生じるすべてであれ、誰かがそれらを運命の中に置くことを望むなら、それらも現時点では認められるとしよう。
εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην.
しかし、もし「運命に従う」ということが(そしてこれこそがより強く示唆されていることだが)、すべてを意味するのではなく、それに従うことそれ自体のみを意味するのであれば、すべての事象が運命に従っていると言ってはならない。
οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος·
なぜなら、法律が包括しているすべてのことが「合法的」であるわけでも、「法に従っている」わけでもないからである。
καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον·
というのも、法律は裏切りや敵前逃亡、姦通、その他多くの同様のことを含んでいるが、それらのどれも合法的とは言えないからである。
ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον.
さらに言えば、勇健な働きをすることや、僭主を殺害すること、その他の偉業を達成することさえも、私は合法的とは言わないだろう。
τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί·
なぜなら、「合法的」とは法律の命令だからである。
τὸ δʼ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν;
もし法律がこれらを命令しているとするなら、勇健な働きをしない者や、僭主を殺害しない者、そのような偉業を達成しない者たちは、不服従であり違法であることにならないだろうか。
ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους;
あるいは、もし彼らが違法であるなら、そのような人々を処罰することは正しくないのだろうか。
εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις·
もしこれらのことが理にかなわないのであれば、いかなる方法であれ行われた行為に対して、法律によって規定された結果のみを「合法的」かつ「法に従っている」と言うべきである。
μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις.
同様に、神的な秩序において先行する事柄に対して随伴する結果のみを、「運命づけられたもの」および「運命に従っているもの」と言うべきである。
ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται οὐκ ὀρθὸν λέγειν καθʼ εἱμαρμένην.
したがって、運命は生じるすべての事象を包括してはいるものの、その中にある多くのこと、そしてほぼすべての先行する事柄について、「運命に従っている」と言うのは正しくないのである。