§0τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθʼ ἡμῖν, ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτʼ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν.
運命に関して私たちの考えを、できる限り明確かつ簡潔に君に書き送るよう努めよう、最愛のペイソンよ。 君が私にこれを求めたのは、私が書くことに対して抱いている慎重さを知らないからではないのだから。
§1πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται·
それゆえまず知るがよい、運命は二通りに語られ、また考えられる。
ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δʼ οὐσία.
一方は活動であり、他方は実体である。
πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ λέγων
θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη· ἐν δὲ τῷ Τιμαίῳ
νόμους
οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς·
さて、まずプラトンは活動としての運命を大枠で描き出している。 『パイドロス』においては次のように言い、「これはアドラステイアの定めであり、神の随伴者となったいかなる魂も……」また『ティマイオス』においては、「神が不滅の魂たちに宇宙の自然に基づいて語った法律」とし、また『国家』においては、「必然の娘である処女ラケシスの教え」が運命であると彼は言っている。
ἐν δὲ τῇ Πολιτείᾳ
ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον
φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος.
これは悲劇風にではなく神学的に、彼にとって好ましい見解を表明しているのである。
εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτʼ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος διʼ αἰτίαν ἀνεμπόδιστον· ὡς δʼ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθʼ ὃν διεξάγεται τὰ γιγνόμενα.
もし誰かがこれらをより一般的な言葉に言い換えて描き出したいと望むなら、『パイドロス』における運命とは「妨げられない原因による、侵すべからざる神的なロゴス」と言われるだろうし、『ティマイオス』においては「宇宙の自然に従う法律であり、それに従って生成する事象が遂行されるもの」と言われるだろう。
τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθʼ ἐν τοῖς κατὰ σχολὴν λόγοις.
というのも、あそこでラケシス、真に「必然」の娘がこれを行っているのであり、これは私たちが以前に受け取った通りであり、後によりいっそう、余暇の講義において知ることになるからである。
ἥδε μὲν οὖν ἡ κατʼ ἐνέργειαν εἱμαρμένη.
これこそが活動における運命である。
§2ἡ δὲ κατʼ οὐσίαν ἔοικεν εἶναι σύμπασʼ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετʼ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δʼ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπʼ αὐτῆς τεταγμένα τὰ ἐπίγεια.
他方、実体における運命とは、世界全体の魂が三つの部分に分割されたものであると思われる。 すなわち、不動の領域とさ迷うとみなされる領域、そして第三に、大気の下の地球を取り巻く領域である。 これらのうち、最も上のものはクロトと呼ばれ、その次のものはアトロポス、最も下のものはさらにラケシスと呼ばれる。 ラケシスは姉妹たちの天上の活動を受け取り、これらを編み合わせ、彼女の下に配置された地上のものたちへと分配する。
δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατʼ οὐσίαν εἱμαρμένης·
したがって、実体における運命について語られるべきことが、大まかに述べられた。
καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται·
なぜなら、それが何であるか、どれほどの規模であるか、どのような性質であるか、どのように配置されているか、そしてそれ自身に対して、さらには私たちに対してどのように関連しているかが、要約として語られたからである。
τὰ δὲ καθʼ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτʼ ἐπειράθημεν ἐξηγήσασθαι.
これらのことに関する個々の詳細は、『国家』のもう一つの神話が適度に暗示しており、私たちも君のために、これらをできる限り詳細に説明しようと試みた。
§3πάλιν γε μὴν τὴν κατʼ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα.
しかしながら、再び活動における運命に立ち返って議論を進めよう。 というのも、これについては自然学、倫理学、そして弁証法にわたる多くの探究が存在するからである。
τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται·
それが何であるかについては十分に定義された。
ὁποία δʼ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται.
それがどのようなものであるかについては、次に述べられねばならない。 たとえ多くの人々にとってそれが奇妙に思われるとしても。
ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦσʼ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος;
なぜなら、生起する事象が無限から無限へと無限に存在している中で、すべてを円環のうちに取り囲む運命は、無限ではないのだろうか。
ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη.
いや、限定されたものである。 というのも、法律も、ロゴスも、神的なものの何ものも、無限ではありえないからである。
ἔτι δʼ ἂν μάθοις τὸ λεγόμενον, νοήσας τήν ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον,
ὅταν τῶν ὀκτὼ περιόδων
ὥς φησιν ὁ Τίμαιος
τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.
さらに、次のように考えることで、言われていることを理解できるだろう。 すなわち、全周期と全時間を考慮することによってである。 「八つの周期が、」と『ティマイオス』が言うように、「互いに対して完成された速度が頂点に達するとき、同一にして同様に進む円環の運動によって測定されつつ。
ἐν γὰρ τούτῳ τῷ λόγῳ ὡρισμένῳ τʼ ὄντι καὶ θεωρουμένῳ πάνθʼ ὅσα τε κατʼ οὐρανὸν ἃ τʼ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ καταστήσεται, πάλιν δʼ ἐξ ἀρχῆς ὅλα κατὰ ταὐτὰ ὡσαύτως ἀποδοθήσεται.
」というのも、この限定され観察される比率においては、天上にあるすべてのものも、地上において必然的に上方から生じるものも、再び同じ状態に復帰し、再び最初から、すべてのものが全く同様にして再現されるからである。
μόνη γοῦν ἡ κατʼ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ·
少なくとも、あらゆる点において整然と配置された、それ自体の、また地球およびすべての地上のものに対する天上の位置関係は、長い周期を経て再びいつの日か回帰するだろう。
αἵ τε μετʼ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι.
そして、それに従い順序よく互いに密接に結びついた諸事象が次々と現れ、それぞれが必然的に自らに属するものを運んでくるだろう。
ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων, ὡς πάντων αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων·
しかし、私たちの周りの現在の事柄について明確にするために、次のことを前提としておこう。 すなわち、天上の事象がすべての原因であるからといって、私が今このようにこれらを書き、君が今まさにしている通りのことをそのように行っているということが、それらから生じるのではない、ということを。
πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν.
それゆえ、再び同じ原因が到来するとき、私たちは同じ人間となり、同じことを同様に行うだろう。
οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γʼ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθʼ ὅλα καὶ κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθʼ ἑκάστην τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται.
そしてこのようにして、すべての人間も、それに続く事象も、続く原因に従って生まれ、行われるだろう。 そしてすべてのものが、一つの全周期を通じても、個々の全周期を通じても、同様に再現されるだろう。
φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται·
それゆえ、私たちが言ったこと、すなわち運命はある意味で無限でありながらも無限ではないということが、すでに明らかであり、またそれが一種の円環であると述べられたことも、十分に理解されたのである。
ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη.
なぜなら、円の運動とそれを測定する時間が一種の円環であるように、円環に従って生じる事象のロゴスもまた、円環とみなされうるからである。