Humanitext Reader

普鲁塔克 · 论命运 §4-5

通过城邦法律类比规定个别命运

第 2 段,共 6 段 · 希腊语

内容简介

探讨了作为活动的个别命运如何类比于带条件设立的城邦法律,阐明命运首先规定普遍事物,其所必然化的并非先行原因本身,而是随之而来的结果。

§4σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδʼ ἡ καθʼ ἕκαστα.
因此,这也几乎表明了命运是何种事物,只是不包括那部分或个别(具体)的命运。
ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε τὸ εἶδος τοῦ λόγου;
那么,根据这种论述的形式,这后一种命运又是怎样的呢?
ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει.
正如人们所能推测的那样,它就像是政治法律。 国法首先是根据假设来规定大部分事情,哪怕不是全部;其次,则是尽可能包括适宜于城邦的事物。
πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον.
再次,这两者中的每一个是何种事物,必须予以探讨。
ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως.
因此,一贯地,国法论及勇士、逃兵以及其他类似的人;但它并不是关于“这个人”或“那个人”的法律,而是首先规定普遍的事物,并随后规定属其底下的个别事物。
καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου·
因为我们会说,褒奖某个勇士、惩罚某个逃兵是合法的,因为法律也潜在地对这些作出了规定。
ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει·
这正像医学或体育的规则,可以说潜在地在整体中包括了具体的情况。
οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθʼ ἕκαστα ἑπομένως.
同样,自然规律也是首先规定普遍的事物,而随后规定个别事物。
ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα.
因此,在某种意义上,这些也是命运注定的,并且与普遍事物“共同注定”;但或许那些在这些事情上过于严密论证的人会相反地认为,个别事物是首先被配置的,普遍事物是为个别事物而存在的,因为“目的”先于“为了目的而存在的事物”。
ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον.
然而,关于这些问题,应当在其他地方探讨。
ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει.
但命运并不是纯粹或显明地包括一切,而仅仅包括那些普遍的事物,这在目前说来,对于接下来的论述以及稍微之前的论述都是恰当的。
τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται·
因为那被规定(有限)的事物更符合神圣的智慧,且在普遍事物中更易被观照。
τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός, τὸ δʼ ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως·
神圣的法律如此,国法亦如此。 而无限的事物则在这之后的个别事物中被观照,比如属于假设的事物。
ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω.
而且,应当认为命运也是这样的。
ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει.
我们所说的“根据假设”,并不是指其自身被设立,而是真地假设在其他某事物之上,意味着随伴关系(归结)。
θεσμός τε Ἀδραστείας ὅδε· ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα·
“而阿德剌斯忒亚的法令是:任何灵魂,若成为神明之随伴者且目睹了真理的任何部分,直到下一次周期都免受伤害;而若能一直如此,则将一直无损。
κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ ἀβλαβῆ εἶναι. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου.
” 这样的事物,既是根据假设的,又是普遍的。
ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον.
命运恰好也是这样,这从其本身之实质和名称中都是显而易见的。
εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι.
因为命运被称为命运,仿佛是一种连锁;而且它是一种法令与法律,因为后续的事物是以政治(法律)的方式为生成的事物所秩序化的。
§5ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα·
接下来,我们也必须考虑相对应的事物:命运如何与摄理相关,如何与幸运、我们所能支配的事、偶然性以及所有此类事物相关。
πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ πάντα καθʼ εἱμαρμένην.
此外,应当界定在何种意义上,“一切皆因命运” 是真的,在何种意义上是假的。
εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές·
如果它的意思是命运包括了一切事物,那么应当承认这是真的。
εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω.
无论有人想把关于人的所有事物、还是关于地球的所有事物、抑或是在天上生成的一切事物都置于命运之中,在目前也姑且予以承认。
εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην.
但如果——如其更强暗示的那样——“因命运(依命运)”并不意味着一切事物,而仅仅意味着随伴于其自身的事物,那么就不应当说一切皆因命运。
οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον.
因为法律所包括的所有事物,既非都是合法的,也非都是依法而行的;因为法律也包括了叛国和逃兵、通奸以及许多其他类似的事,没有人会说这些是合法的;因为我甚至不会说,立下战功、刺杀僭主或取得任何其他成功是合法的。
τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δʼ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν;
因为合法的事物是法律的命令;如果法律命令了这些,那么那些没有立战功、没有刺杀僭主、以及所有没有取得此类成功的人,难道不是不服从和违法了吗?
ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους;
或者,如果这些人是違法的,那么惩罚这样的人难道不公平吗?
εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις.
但如果这些说法是不合理的,那么只能说,只有那些在以任何方式做出的行为之上被法律规定的结果才是合法的和依法的;同样,也只有那些随伴于神圣秩序中先行事物之后的结果,才是命运注定的和依命运的。
ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται οὐκ ὀρθὸν λέγειν καθʼ εἱμαρμένην.
因此,虽然命运包括了生成的一切事物,但要说其中的许多事物,尤其是几乎所有先行(原因)的事物都是因命运而发生的,这是不正确的。

词汇与语法注释

  1. 569dποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε τὸ εἶδος τοῦ λόγου; — `ἥδε` 的主语是指前一句话中提到的“部分或个别的(命运)”。短语 `κατʼ αὖ τόδε τὸ εἶδος τοῦ λόγου` 意为“根据这种论述形式(即使用类比的方法)”,引入了随后与城邦法律的类比。
  2. 570aἐξ ὑποθέσεως — 译为“根据假设”或“有条件的”。作者将其定义为“非自身设立,而是真地假设在其他某事物之上,意味着随伴关系(归结)”。这是将假言命题(前件与后件的联结)的逻辑应用于命运决定论的阐释。
  3. 570dὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον — `ὁπότε` 在此处用作表示让步或递进的连词(“既然……甚至不……”)。`φαίην ἂν` 为语气助词 `ἂν` 连用希求语气,表示作者温和、谨慎的断言(“我绝不会说……”)。它构成了论证的核心,即德行本身的伟业并非严格意义上的“合法的”,因为它们不是法律的强制性命令(`πρόσταγμα`)。
  4. 570eτὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις — 介词 `ἐπί` 连用与格(`τοῖς... πραττομένοις`)表示“对于”或“在……条件下”以任何方式做出的行为。这强调了本书特有的区分:法律并非预先规定具体的个别行为,而是在行为发生后,针对该行为所规定的“结果”(如奖惩)才是严格意义上的“合法的”。

引用这一段

普鲁塔克, 论命运 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg108.humanitext-grc2:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。