Humanitext Reader

プルタルコス · 運命について §10-11

三重の配慮と運命の包摂関係および決定論との差異

6 / 6 箇所 · ギリシア語

要旨

プラトンの対話篇などを引用しつつ、三重のプロノイア(神防)と運命(ヘイマルメネー)の包摂関係を整理する。続いて、すべての存在が運命に拘束されるとする決定論的立場と、人間の自由や偶然を余地として残す自己の立場との主要な相違点を比較・列挙する。

§10ἐγὼ μὲν οὖν τὰ πρὸς τοῦ Πλάτωνος ταύτῃ τῇ παροιμίᾳ λαμβάνω.
したがって、私はプラトンによる事柄をこの諺のように受け取る。
τριττῆς γὰρ οὔσης τῆς προνοίας, ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει· ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται ἡ δʼ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη κατὰ ταὐτὰ δὴ ἐμπεριέχεται ὑπʼ αὐτῆς, καθʼ ἃ καὶ τὸ ἐφʼ ἡμῖν καὶ ἡ τύχη εἴρηται.
なぜなら、プロノイアが三重である中で、第一のプロノイアは運命を生み出したものであるがゆえに、ある意味でそれ自体を包摂しており、第二のプロノイアは運命とともに生み出されたものであるがゆえに、全面的にそれに包み込まれており、第三のプロノイアは運命より後に生じたものであるがゆえに、同様にしてまさに運命によって内包されているからであり、我々の自由や偶然もまたそのように言われているのである。
οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καὶ τοιοῦτον Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι·
「というのも、神的な力がその交わりを助ける人々は、」とソクラテスが、アドラステイアの何らかのそのような定めをテアゲスに対してほとんど詳しく説明するかのように語っているように、「これらがまさに、君も気づいている人々である。
ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν οὐκοῦν ἐν τούτῳ τὸ μὲν συλλαμβάνειν τισὶ τὸ δαιμόνιον κατὰ τὴν τρίτην πρόνοιαν ἀναθετέον, τὸ δὲ ταχὺ παραχρῆμα ἐπιδιδόναι καθʼ εἱμαρμένην, τὸ δʼ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθʼ εἱμαρμένη τίς ἐστιν.
なぜなら彼らは即座に急速に進歩するからである」したがって、この中で「神的な力が一部の人々を助けること」は第三のプロノイアに帰すべきであり、「即座に急速に進歩すること」は運命に従うものであって、全体として、このこと自体がある種の運命であることは明らかである。
τάχα δʼ ἂν οὕτω πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθʼ ἁπλῶς τὰ γιγνόμενα·
そして、このように考えれば、第二のプロノイアも、そして端的に生成するすべてのものもまた、運命によって包摂されているとする方がはるかに説得力があるように思われるかもしれない。
εἴ γε καὶ ἡ κατʼ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται, καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀποβαίνουσι συγκαταλέγει.
もし、実体としての運命が我々によって正しく三つの分け前に分割されており、かつ、鎖の議論が、天の運行を、仮定から生じる結果の中に数え入れているならば。
ἀλλὰ περὶ μὲν τούτων οὐκ ἂν ἔγωγʼ ἐπὶ πλέον διενεχθείην πρότερον ἐξ ὑποθέσεως λεγόμενα, ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου.
しかし、これらのことについて、私はこれ以上議論を戦わせるつもりはない。 それらが前もって仮定から語られるにせよ、あるいはむしろ運命を運命そのものが先導しつつ、運命とともに定められているとするにせよ。
§11ὁ μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἴη·
要約して言えば、我々の議論はこのようなものであろう。
ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθʼ εἱμαρμένην πάντα τίθεται.
これとは反対の議論は、すべてを運命の内にあるとするだけでなく、運命に従うものとしても位置づける。
πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον.
そして、すべてが一方に調和しており、一方に調和するものは、明らかにもう一方とも調和する。
κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται· καὶ τὸ γʼ ἐφʼ ἡμῖν δεύτερον· καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατʼ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω·
したがって、こちらの議論によれば、可能性が語られ、我々の自由が第二に、第三に偶然と偶発およびそれらに類するものが、そして賞賛と非難およびそれらに類するものが第四に語られ、第五に、そしてすべての上に、神々への祈りと礼拝が語られるとしよう。
ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθʼ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα.
そして「怠惰の議論」や「刈り取る者の議論」、そして「運命に抗うもの」と呼ばれるものは、こちらの議論によれば真に詭弁ということになる。
κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας·
これに対して、反対の議論によれば、何よりもまず第一に、「何ものも原因なしに生じるのではなく、先行する原因に従って生じる」ということが成立するように思われるであろう。
δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα·
第二に「この宇宙は、それ自体と同調し共感しつつ、自然に従って統治されている」ということ。
τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι, μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶνὑπάρχουσα·
第三に、これらに加えてむしろ証拠と思われるものとして、すべての人々に重んじられている占術が、真に神々に由来して存在していること。
ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα δευτέρα.
そして、すべては運命に従って生じるという考えに基づく、生起する事柄に対する賢者たちの満足が第二。
τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές.
第三に、あの有名な「すべての命題は真であるか偽であるかのいずれかである」ということ。
τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρμένης κεφάλαια δηλωθείη ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθʼ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.
これらのことについて我々がこれほど言及したのは、それぞれの議論を厳密に吟味するにあたって探究すべき運命の要点を簡潔に示すためであり、これらの一つ一つについては後ほど詳しく検討することにする。

語釈・文法注

  1. 574bτριττῆς γὰρ οὔσης τῆς προνοίας — 分詞 οὔσης を用いた絶対属格。三重の「プロノイア」が「運命」とどのような関係(包摂、共包摂、内包)にあるかを説明する導入部として機能している。
  2. 574cτάχα δʼ ἂν οὕτω πολὺ πιθανώτερον δόξειε — ἂν ... δόξειε は希求法+ἄν(潜在の希求法)で、対立する決定論的な立場の言い分について「〜と思われるかもしれない」と仮定的に述べる表現。
  3. 574dπάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον. — 主語が省略されているが、一方(ἕτερος:ここでは「運命に従う」こと)と他方(θάτερος:ここでは「運命の内にある」こと)が決定論(ストア派)においては完全に一致し、区別がなくなる論理を極めて簡潔に示す。

この箇所を引用する

プルタルコス, 運命について §10-11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg108.humanitext-grc2:10-11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。