§9ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθʼ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται.
したがって、最も高く第一のプロノイアとは、第一の神の思惟、あるいは万物の恩恵を施す意志であり、これによってまず神的なものの各々が永遠に最も良くかつ最も美しく秩序づけられている。
ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατʼ οὐρανὸν ἰόντων, καθʼ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν.
第二のプロノイアとは、天を運行する第二の神々のそれであり、これによって、死すべきものが秩序正しく生成し、また、それぞれの種の存続と救済に資するすべてのものが生成する。
τρίτη δʼ ἂν εἰκότι ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι.
第三のプロノイアとは、大地の周りに配されて人間の行為の守護者および監視者であるすべてのダイモーンたちのプロノイアおよび予慮と当然呼ばれるべきものである。
τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθʼ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν·
それゆえ、プロノイアが三重に考察されるなかで、最も本質的かつ最大限に第一のものがそう呼ばれるのであるが、たとえ哲学者たちに反対のことを言っているように思われるとしても、すべては運命に従い、かつプロノイアに従って生じるが、必ずしも自然に従って生じるわけではない、と我々は躊躇なく言うであろう。
ἀλλʼ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην·
すなわち、あるものはあるプロノイアに従い、他のものは別のプロノイアに従い、またあるものは運命に従って生じる。
καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθʼ εἱμαρμένην.
そして運命は全面的にプロノイアに従うが、プロノイアは決して運命に従わない。
ἔστω δʼ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω.
しかし、現在の議論は第一の、かつ最も高いプロノイアに関するものとしよう。
τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὃ τι ἂν καὶ λέγηται·
「何かに従う」ものは、それが何と言われようとも、その言及されるものより後にある。
οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως·
たとえば「法に従うもの」は法より後であり、「自然に従うもの」は自然より後である。
οὕτω δὲ καὶ τὸ καθʼ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη.
このように、運命に従うものもまた、運命より新しいことになる。
ἡ δʼ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον.
しかし、最も高いプロノイアは、その意志、あるいは思惟、あるいはその双方であるところのものを除けば、万物のうちで最も古い。
ἔστι δʼ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ.
そしてそれは、前に述べられたように、万物の父であり制作者のものである。
λέγωμεν γὰρ δή
φησὶν ὁ Τίμαιος
διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν.
実際、ティマイオスは次のように語っている。 「どのような原因によって、生成とこの宇宙全体を、構築者は構築したのか。
ἀγαθὸς ἦν·
彼は善であった。
ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος·
善なるものには、いかなるものに対しても、いかなる嫉妬も決して生じない。
τούτου δʼ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.
彼はこの嫉妬の外にいたので、すべてのものができる限り自分に似たものになることを望んだ。
ταύτην δὴ ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἄν.
これこそが、生成と宇宙の最も本質的な始まりであると、思慮深い人々から受け入れるなら、この上なく正しく受け入れることになる。
βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον.
というのも、神はすべてのものが善であり、悪は力及ぶ限り何もないことを望み、このようにして、目に見える限りのものすべて――静止しておらず、不調和に、また無秩序に動いていたもの――を受け取って、それらを無秩序から秩序へと導いた。 それは、後者よりも前者のほうが全面的に優れていると考えたからである。
θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον
ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι·
また、最も優れた者にとって、最も美しいこと以外を行うことは許されなかったし、今も許されないからである」これら、および人間に属する魂に至るまでのこれらに続く事柄は、第一のプロノイアに従って構成されたと見なすべきである。
τὰ δʼ ἐντεῦθεν οὕτω λεγόμενα
ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξε, διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς· ταῦτα τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατʼ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει;
ここから先は次のように語られている。 「彼は宇宙全体を構成した後、星々と同数の魂を配し、それぞれの魂をそれぞれの星へと分配した。 そして魂たちを乗り物に乗せるように乗せて、宇宙の自然を示し、彼女たちに運命の法を告げた」これらの言葉が、人間の魂にふさわしい、ある種の下地あるいは市民的な立法としての運命を、あからさまにかつ極めて明確に示していると、誰が思わないだろうか。 そしてその原因を彼は続けて付け加えている。
τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων
διαθεσμοθετήσας πάντα αὐτοῖς, ἵνα τοῖς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δʼ εἰς τὴν σελήνην, τοὺς δʼ εἰς τἄλλα ὅσα ὄργανα χρόνου.
また、第二のプロノイアについては、次のように語りつつ暗示している。 「彼らにすべての制度を定めた。 それは彼が、その後に生じるそれぞれの魂の悪に対して無罪であるためであった。 彼はある魂を大地へ、ある魂を月へ、またある魂を他の時間の道具へと撒いた。
τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τʼ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον.
この播種の後のことを、彼は若い神々に委ね、死すべき肉体を形成すること、および残された、人間の魂として付け加えるべき部分、これを、またこれらに付随するすべてのものを完成させて彼らが支配することを、また、力及ぶ限り最も美しく最も良く、その死すべき生き物を統治することを。
ἐν γὰρ τούτοις τὸ μὲν
ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ
σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης·
それは、生き物自体が自分自身に対して悪の原因とならないためであった」なぜなら、これらの言葉において、「その後に生じるそれぞれの魂の悪に対して無罪であるためであった」という部分は、運命の最も明確な原因を示している。
ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ·
そして若い神々の秩序と制作は、第二のプロノイアを示している。
καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία,
ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος· θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθʼ εἱμαρμένης; ἐπιδέοιτʼ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ·
そして、もし「その後に生じるそれぞれの魂の悪に対して無罪であるためであった」という制度が、まさにこのためにあるのだとすれば、どういうわけか第三のプロノイアにも触れているように思われる。 「その後に生じるそれぞれの魂の悪に対して無罪であるためであった」しかし、悪に関与しない神は、法も運命も必要とせず、彼らの各々は、自身を生み出した者のプロノイアに自ずと引き込まれつつ、自身のなすべきことを行う。
ταῦτα δʼ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα·
これらが真実であり、プラトンの意にかなうものであることの明確な証拠は、立法者によって『法律』の中で次のように語られていることであると私は思う。
ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόντων·
「なぜなら、もし人間の中で本性的に十分な能力をもち、神的な取り分によって生まれ、これらを受け入れることができる者がいつか現れるなら、彼を支配するような法律は何一つ必要としないであろう。
ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
なぜなら、いかなる法律も秩序も知識より優れてはいないし、知性を何ものの臣下にも奴隷にもせず、むしろ万物の支配者とすることは、もし彼が自然に従って真に自由で本物であるならば、許されることだからである」