§10ἐγὼ μὲν οὖν τὰ πρὸς τοῦ Πλάτωνος ταύτῃ τῇ παροιμίᾳ λαμβάνω.
因此,我确实照着这句谚语来理解柏拉图的观点。
τριττῆς γὰρ οὔσης τῆς προνοίας, ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει· ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται ἡ δʼ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη κατὰ ταὐτὰ δὴ ἐμπεριέχεται ὑπʼ αὐτῆς, καθʼ ἃ καὶ τὸ ἐφʼ ἡμῖν καὶ ἡ τύχη εἴρηται.
因为既然神防是三重,第一神防因其生育了命运,故在某种意义上包摄了命运;第二神防因与命运共同生育,故完全被命运所包摄;第三神防因在命运之后生成,亦以同样的方式被其内含,正如关于“在我之物”和“偶然”所说的那样。
οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις
ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καὶ τοιοῦτον Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην
οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν
οὐκοῦν ἐν τούτῳ τὸ μὲν
συλλαμβάνειν τισὶ τὸ δαιμόνιον
κατὰ τὴν τρίτην πρόνοιαν ἀναθετέον, τὸ δὲ
ταχὺ παραχρῆμα ἐπιδιδόναι
καθʼ εἱμαρμένην, τὸ δʼ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθʼ εἱμαρμένη τίς ἐστιν.
“因为凡是神圣力量在其交往中予以协助的人,” 正如苏格拉底所说,他几乎是在向泰阿格斯阐明阿德剌斯忒亚的某种此类法令: “这些人正是你也已经觉察到的;因为他们立竿见影地迅速进步。 ” 因此,在这句话中,“神圣力量协助某些人”应当归于第三神防,而“立竿见影地迅速进步”则属于依照命运,且整体而言,显而易见这本身就是某种命运。
τάχα δʼ ἂν οὕτω πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθʼ ἁπλῶς τὰ γιγνόμενα· εἴ γε καὶ ἡ κατʼ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται, καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀποβαίνουσι συγκαταλέγει.
也许这样一来,认为第二神防以及纯粹所有生成的事物都被命运所包摄,会显得更有说服力;如果实质上的命运确实被我们正确地划分成了三个部分,且锁链的理论将环绕天空的运行,归入那些由假设而产生的结果之中。
ἀλλὰ περὶ μὲν τούτων οὐκ ἂν ἔγωγʼ ἐπὶ πλέον διενεχθείην πρότερον ἐξ ὑποθέσεως λεγόμενα, ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου.
然而关于这些,我本人不愿再多做争辩,不论它们此前是被当作假设而说的,还是更作为在命运本身主导其前、与命运一同被注定的事物。
§11ὁ μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἴη·
简而言之,我们的论说大概就是如此。
ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθʼ εἱμαρμένην πάντα τίθεται.
而与此相反的论说,不仅将万物置于命运之内,而且置于依照命运之中。
πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον.
一切事物都与其中一方谐调;而与一方谐调的,显然也与另一方谐调。
κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται· καὶ τὸ γʼ ἐφʼ ἡμῖν δεύτερον· καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατʼ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθʼ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα.
因此,依照这一论说,首先谈到的是“可能之物”;“在我之物”则是第二;第三是偶然和自发以及与之相符的事物;赞美与非难及与之同类的事物是第四;第五且作为一切之上,则是对神明的祈祷和敬拜;而 “懒惰论证”与“收割者论证”,以及被称为“抗拒命运”的论证,依照我们的论说,确实不过是诡辩。
κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι, μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶνὑπάρχουσα· ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα δευτέρα. τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές.
相反,依照那相反的论说,最主要且首先被认为成立的是:没有任何事物是无因生成的,而是依照先前的因;第二,这个宇宙是由自然所管理的,它自身相互同调且共感;第三,此外更像是证据的是:对所有人而言都极具声望的占卜,真实地存在于神明之中;第二是智者们对所发生之事的甘受,因为一切都是依照命运(份额)生成的;第三则是那个饱受谈论的说法:每一个命题要么是真,要么是假。
τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρμένης κεφάλαια δηλωθείη ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθʼ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.
我们之所以提及这些,是为了简要指明命运的要点,它们必须在对两种论说进行精确检验时予以探究,而关于这些的细节,我们此后将逐一讨论。