Humanitext Reader

プルタルコス · 妬まれずに自分をほめることについて §3-4

虚栄の自己称賛の回避と自己弁護における正当性

2 / 8 箇所 · ギリシア語

要旨

名誉や他者を貶める目的での不適切な自己称賛を避けるべきとする一方、中傷や告発に対する正当な自己弁護の状況においては自己称賛が許容されることを、ペリクレスやエパメイノンダス、スキピオらの具体例を挙げて示す。

§3ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος.
それゆえ、称賛されるために自分自身を褒めていると見なされる人々の称賛は虚しく、極めて軽蔑される。 それは虚栄心から生じ、不適切な名誉を求めているように見えるからである。
ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν.
食物に困っている人々が、自分の肉体そのものから自然に反して栄養を摂取せざるを得ず、これが飢えの結末であるように、称賛に飢えている人々は、他人が自分を褒めてくれないならば、虚栄心から自分自身でいくらかを満たし、自給しようとしていると見なされ、見苦しい振る舞いとなる。
ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι.
しかし、単に自分自身だけで称賛されることを求めるのではなく、他人の称賛に対抗し、他人の名声をかすませようとして自分の手柄や事績を並べ立てるならば、虚しさに加えて、妬み深く悪意に満ちた行いをしていることになる。
τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας.
他人の合唱に足を踏み入れる者については、ことわざがお節介で滑稽な者として示すが、他人の称賛の中に、妬みや嫉妬から割り込んでくる自己称賛は、とりわけ十分に警戒せねばならない。 そして他人が(誰かを)褒めているときに、自分自身がしゃしゃり出ることを許容してはならず、栄誉を受けている人々がそれに値するのであれば、彼らにその場を譲るべきである。 もし彼らが値せず卑劣であると思われるなら、自分自身の称賛によって彼らの称賛を奪い取るのではなく、直接彼らを弾劾し、彼らが不当に名声を得ていることを示すべきである。
ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον.
これらは当然、警戒すべきことである。
§4αὑτὸν δʼ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς·
しかし、非難されることなく自分自身を褒めることができる第一の状況は、中傷や告発に対して弁明しながらこれを行う場合である。 例えばペリクレスが次のように言ったように。
καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναὶ τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.
「しかしながら、あなたがたは私のような男に対して怒っている。 私は、必要なことを認識し、それを説明することにおいて誰にも劣らず、かつ国家を愛し、金銭に超越していると自負しているのだ。
οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον.
」なぜなら、このような時に自分自身について誇らしいことを語ることは、単に大言壮語や虚栄や虚栄心を避けるだけでなく、屈服しないことによって、嫉妬を屈服させ、制圧し、気高さと優れた美徳を示すからである。
οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλʼ ἐπαίρονται καὶ γάνυνται καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα.
なぜなら、人々はもはやそのような人々を裁くことすらしようとせず、むしろその誇りが確実で真実である限り、それによって高揚し、喜び、共に熱狂するからである。
Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν·
このことは実際の出来事が証明している。 テバイ人は、将軍たちがボイオタルケスの任期が満了したにもかかわらず、すぐに帰還せず、ラコニアに侵攻してメッセネの戦後処理を行ったという理由で告発された際、ペロピダスが平身低頭して懇願したのに対しては、辛うじて無罪とした。
Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπʼ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. ·
しかしエパメイノンダスが、自身の行ったことについて大いに誇らしげに語り、最後には、彼らがテバイ人の意に反して彼がメッセネを再興し、ラコニアを略奪し、アルカディアを統合したのだということを(判決文に)明記してくれるなら、喜んで死ぬ用意があると言い放つと、彼らは彼に対する投票を受け付けることすら耐えられず、その男に感嘆し、喜び、また笑いながら退席したのである。
ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ "ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι," μεμνημένους τοῦ " ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, τί πτώσσεις;
それゆえ、ホメロスの描くステネロスの「我らは父たちよりも遥かに優れていると自負する」という言葉も、次の言葉を思い起こすならば、完全に責められるべきではない。 「ああ、心猛き馬慣らしのテュデウスの子よ、なぜ縮こまっているのか。
τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
なぜ戦場の通路をうかがっているのか。
" οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλʼ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης.
」というのも、彼自身が非難されたからではなく、友が罵られたことに対して反論したのであり、この自己称賛には、その原因ゆえに同情すべき率直さが認められるからである。
ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δʼ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, διʼ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλʼ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δʼ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος.
さらに、ローマ人はキケロがカティリナに関する自分自身の功績をしばしば称賛することには不快感を示したが、スキピオが、自分たちにスキピオを裁くのはふさわしくない、なぜなら彼のおかげで自分たちはすべての人々を裁く権限を持っているのだから、と言ったときには、冠を戴いて共にカピトリウムに登り、共に犠牲を捧げたのである。 前者は必要もないのに単に名誉のために称賛を用いたのに対し、後者については、危機が嫉妬を取り除いたからである。

語釈・文法注

  1. 540aἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων — 分詞 δοκούντων(…と見なされる人々)は属格で、冠詞 ὁ と結びついて「…と見なされる人々の称賛(ὁ τῶν ... δοκούντων ἔπαινος)」という名詞句の骨格を作っている。不定詞 ἐπαινεῖν は δοκοῦσι(…と思われる)の構文を引き継ぎ、δοκούντων の補語として機能している。
  2. 540dτῷ μὴ ταπεινοῦσθαι ταπεινούσης καὶ χειρουμένης τὸν φθόνον — 解釈上難解な箇所。分詞 ταπεινούσης(屈服させる)および χειρουμένης(制圧する)は女性単数属格で、直前の ἀρετῆς(美徳)または暗黙の ψυχῆς(魂)を修飾している。τῷ μὴ ταπεινοῦσθαι(屈服しないことによって)という手段の与格句が、嫉妬(τὸν φθόνον)を制圧する美徳の働きを示す入れ子構造になっている。
  3. 540eἀκόντων ἐκείνων — 属格独立句で、「彼ら(テバイ人)の意に反して」を意味する。この句は、文法的には ὅτι 節内の ᾤκισε(再興した), διεπόρθησε(略奪した), συνέστησεν(統合した)というエパメイノンダスの能動的な事績全体に係る。

この箇所を引用する

プルタルコス, 妬まれずに自分をほめることについて §3-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:3-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。