§3ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος.
因此,那些为了被称赞而显得在自我称赞的人,其称赞是虚妄的,并且最受人蔑视,因为这显得是出于虚荣和追求不合时宜的名望。
ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν.
正如缺乏食物的人被迫违背自然地从自己的身体中获取营养,而这就是饥饿的结局;同样,那些饥求称赞的人,如果得不到他人的称赞,就会显得想因虚荣而从自己那里获得一些满足并自行补充,其行为是不体面的。
ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι.
而当他们不仅是单纯地和就自己而言寻求被称赞,而是通过与他人的称赞竞争,将自己的功绩和行为与他人进行对比,企图黯淡他人的光芒时,他们在虚妄之外,还做出了嫉妒和怀有恶意的举动。
τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας.
因为俗话说,插足他人舞池的人是多事且可笑的;而在他人的称赞中,由于嫉妒和眼红而被推到中间的自我称赞,必须非常小心地加以防范。 甚至在他人被称赞时,自己也不应忍受插话,而是应该让位给那些受到尊敬的人,如果他们是配得上的;但如果他们显得不配且卑劣,我们不应该用自己的称赞来夺走他们的称赞,而应该直接进行反驳,并指出他们并非理所当然地享有盛名。
ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον.
显然,这些事情是必须加以防范的。
§4αὑτὸν δʼ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναὶ τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.
然而,在没有指责的情况下自我称赞,首先是在面对中伤或指控进行辩护时,正如伯里克利所做的那样: “然而,你们却对我这样的人发怒,我认为自己在认识必需的事物并解释这些事物上不亚于任何人,我热爱城邦,且不为金钱所动。
οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον.
” 因为在这样的时刻谈论关于自己的崇高之事,不仅摆脱了自夸、虚荣和虚荣心,而且通过不屈服,以及屈服并制服嫉妒,展现了气魄和美德的伟大。
οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλʼ ἐπαίρονται καὶ γάνυνται καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα.
因为人们甚至不再认为有必要去审判这样的人,反而只要这大言不惭是确凿且真实的,他们就会被其鼓舞、感到欣喜并共同热狂,正如实际发生的事情所证明的那样。
Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν· Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπʼ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. ·
例如底比斯人,在他们的将军们因波奥塔尔赫官职期满后未立即返回,而是侵入拉科尼亚并处理美塞尼亚事务而被指控时,底比斯人勉强释放了平身低头、苦苦哀求的佩洛皮达斯;但在伊帕密浓达对其功绩大加赞颂,并最终表示,如果他们同意他违背其意愿重建美塞尼亚、蹂躏拉科尼亚并联合阿卡迪亚,他就准备好受死时,底比斯人甚至无法忍受对他进行投票,而是怀着对他的景仰、喜悦和笑声一同离去。
ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ
"ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι,"
μεμνημένους τοῦ
"
ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο,
τί πτώσσεις;
因此,即使是荷马史诗中斯塞内洛斯所说的: “我们自誓比父辈要优秀得多,” 当我们记起以下诗句时,也绝不能完全责怪他: “哀哉,英勇且善于驯马的狄丢斯之子,你为何退缩?
τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
你为何窥伺战场的通道?
"
οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλʼ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης.
” 因为他自己并没有在听到坏话后进行自我辩护,而是为了被辱骂的朋友进行反驳,其自我称赞因其起因得到了可以谅解的直言不讳。
ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δʼ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, διʼ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον καὶ συνέθυσαν.
确实,罗马人也对西塞罗屡次歌颂自己平定喀提林叛乱的功绩感到不快,但当西庇阿说他们不配审判西庇阿,因为正是通过他,他们才拥有了审判所有人的权力时,他们却戴上花冠,与他一同登上卡皮托林山,并一同献祭。
ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλʼ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δʼ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος.
因为前者并非出于必要,而是为了名望而使用称赞,而对后者来说,危险则消除了嫉妒。