§17ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότερον·
他人の称賛や名声に対して自分を比較することは、極めて政治的ではないということは、以前に述べられた。
οὐ μὴν ἀλλʼ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγμασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δʼ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω, τὴν διαφορὰν ἐνδεικνύμενον.
しかしながら、大いなる事柄において誤った称賛が、くだらない事柄への熱望や悪しき意志を生み出すことによって、害を及ぼし堕落させるようなところでは、違いを示すことによって、聴き手をより優れたものへと押し出し、むしろ方向転換させることは無用ではない。
ἀγαπήσειε γὰρ ἄν τις οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπέχεσθαι τοὺς πολλοὺς ὁρῶν·
なぜなら、悪徳が罵られ非難されるとき、多くの人々が自発的にそれから遠ざかるのを見て、人は満足するであろうと私は思う。
εἰ δὲ προσλάβοι δόξαν ἡ κακία, καὶ τῷ καθʼ ἡδονὰς αὐτῆς καὶ πλεονεξίας ἄγοντι προσγένοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν οὕτως εὐτυχὴς οὐδʼ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε.
しかし、もし悪徳が名声を獲得し、その快楽や貪欲へと導く人に名誉や高評価が加わるならば、これに支配されないほど幸運で強い本性は存在しない。
διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, ἀλλὰ τοῖς τῶν πραγμάτων, ἂν ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν·
それゆえ、政治家は、人間の称賛に対してではなく、事物の称賛に対して、それが悪しきものであるならば、戦わねばならない。
οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται.
なぜなら、これらが人々を歪め、これらに伴って、醜いものを模倣し、それを美しいものとして熱望することが入り込むからである。
μάλιστα δʼ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις·
そして、それらは、真なるものが並置されることによって最もよく論破される。
οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδωρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς οὐ θαυμαστόν ἐστι, τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ δακρύειν καὶ κλαίειν.
たとえば、悲劇俳優テオドロスは、かつて喜劇俳優サテュロスに対して、観客を笑わせることは驚くべきことではなく、涙を流させ泣かせることが驚くべきことなのだと言ったとされる。
ἄμεινον δʼ ἂν οἶμαι πρὸς τοῦτον αὐτὸν εἴποι φιλόσοφος ἀνήρ
ἀλλʼ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν.
しかし、哲学者なら、この男自身に対して次のように言う方がより良いだろうと私は思う。 「いや、優れた友よ、泣き叫ばせることではなく、悲しみ泣いている人々をやめさせることが気高いのだ。
ἐπαινῶν γὰρ ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ μετατίθησι τὴν κρίσιν.
」自らを称賛することによって、聴き手を益し、その判断を転換させるのである。
οὕτω καὶ ὁ Ζήνων πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν
ὁ κείνου χορός
ἔφη
μείζων, οὑμὸς δὲ συμφωνότερος.
このように、ゼノンもテオフラストスの大勢の弟子たちに対して、「あちらの合唱隊はより大きいが、私の合唱隊はより調和している」と言った。
καὶ ὁ Φωκίων, ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος, ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίηκεν,
οὐδέν
εἶπεν
ἀλλʼ ἢ ὑμᾶς, ἐμοῦ στρατηγοῦντος, ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας.
またフォキオンは、レオステネスがまだ成功を収めていた頃、弁論家たちから「お前自身は国家にどんな良いことをしたのか」と問われ、「何もしていない、ただ私が将軍を務めている間、あなた方に追悼演説をさせず、亡くなったすべての者が先祖代々の墓に埋葬されるようにしたこと以外には」と言った。
πάνυ δὲ χαριέντως καὶ ὁ Κράτης πρὸς τὸ
"
ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα ἠδὲ μετʼ ἔρωτος
τέρφθην·
またクラテスも、次の詩句に対して、非常に優美に書き返した。 「私が食べたもの、不遜に振る舞ったもの、そして愛とともに楽しんだもの、これらを私は持っている。
"
ἀντέγραψε τὸ
"
ταῦτʼ ἔχω, ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμνʼ ἐδάην.
」これに対して、「私が学んだもの、考えたもの、そしてミューズたちとともに気高いものとして習得したもの、これらを私は持っている。
"
καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν.
」というのも、このような称賛は美しく、有益であり、空虚で余計なものの代わりに、有用で益となるものを賛美し愛することを教えるからである。
διὸ τοῦτο μὲν συγκατατετάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα.
それゆえ、このことは、提示された問題についてすでに述べられた事柄の中に共に含められるようにしよう。
§18λείπεται ὁ ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν.
議論の展開が求める(要求し、勧める)ところに従って、我々に残されているのは、どのようにすれば各人が不適切に自分自身を称賛することを避けられるか、について語ることである。
μέγα γὰρ ἡ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα, καὶ τοῖς πάνυ δοκοῦσι μετρίως ἔχειν πρὸς δόξαν ἐμφύεται πολλάκις ἐπιτιθεμένη.
というのも、自己愛を出発点とする自己称賛は強力なものであり、名声に対して極めて中庸であると思われる人々にさえ、しばしば襲いかかって根を下ろすからである。
καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν ἢ προσέχειν μᾶλλον αὑτῷ γιγνόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς ἡ περιαυτολογία καιροὺς; καὶ τόπους ὀλισθηροὺς καὶ περιφέροντας εἰς αὐτὴν ἐκ πάσης προφάσεως.
健康に関する勧告の一つが、病を招く場所を完全に避けるか、あるいはそこにいるときには自分自身により注意を払うことであるように、自己称賛にも、あらゆる口実からそれ自体へと滑り込み引きずり込むような、滑りやすく危険な時期と場所がある。
πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται, τὸ φιλότιμον ἐξανθεῖ τὴν περιαυτολογίαν καί τις αὐτὸ καταλαμβάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος ἢ τοῖς ἐλάττοσιν ἐπαινῆται.
第一に、他人の称賛において、すでに述べられたように、名誉を重んじる心が自己称賛を呼び起こし、まるで痒みによってチクチクされたり、むず痒くされたりするように、名声に対する耐え難い欲望と衝動が人を襲う。 他人が自分と同等、あるいはそれ以下の事柄で称賛されているときには、なおさらである。
καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν οὕτως ὁ τῶν πλησίον ἔπαινος ἐκκάει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν ἀκρατῶς ἔχοντας.
飢えている人々が、他人が食べているのを目にするときに、より刺激され食欲を掻き立てられるように、近隣の者への称賛は、名声に対して自制心のない人々を嫉妬によって燃え上がらせるのである。
§19δεύτερον αἱ τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον·
第二に、幸運にも、また思う通りに成し遂げられた事柄の語りは、喜びによって多くの人々をいつの間にか傲慢や大言壮語へと連れ去ってしまう。
ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρʼ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας, οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν.
というのも、自分自身の何らかの勝利や、政治における成功、あるいは支配者たちのもとでの評判の良い行動や言葉について語り始めると、自らをコントロールすることも、中庸に留めることもできなくなるからである。
ᾧ γένει μάλιστα τῆς περιαυτολογίας τὸ ναυτικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον, συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς·
この種の自己称賛に囚われているのは、特に海軍や陸軍の軍人たちに見られることである。 しかし、支配者たちとの酒宴や、大いなる任務から帰ってきた人々も、一般にこのような目に見舞われがちである。
μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπʼ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλʼ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους.
著名な人物や王たちを思い出す中で、彼らはその人々から自分について語られた何らかの誉め言葉を織り交ぜ、自分自身を称賛しているのではなく、自分についてなされた他人の称賛を語っているのだと思い込むのである。
οἱ δʼ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες.
またある人々は、王や皇帝たちの歓迎や挨拶、親切な態度を報告するとき、それが自分たちの称賛ではなく、彼らの寛大さや人間愛の証明を詳しく述べているのだから、聴き手には全く気づかれていないと思い込んでいる。
ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας καὶ περιαυτολογίας ὦσι, καὶ μὴ δοκῶμεν
Πάτροκλον πρόφασιν
σφᾶς δʼ αὐτοὺς διʼ ἐκείνων ἐπαινεῖν.
それゆえ、他人の称賛を行う際には、自己愛や自己称賛から清らかで疑われないものであるように、自分自身に非常によく注意を払わなければならない。 そして、「パトロクロスを口実にして」、彼らを通じて自分自身を称賛していると思われることがないようにしなければならない。