Humanitext Reader

プルタルコス · 妬まれずに自分をほめることについて §20-22

他者の非難に伴う自己称賛の戒めと自制

8 / 8 箇所 · ギリシア語

要旨

非難や告発の際に生じる自己称賛の危険性と、他者から称賛されたり挑発されたりした時の自己節制の重要性を述べ、自己称賛が他者に与える不快感と不名誉な結末を警告する。

§20ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν.
しかしまた、非難や告発にまつわる部類もまた、危険であり、名声という病を患う人々に逸脱の機会を与えるものである。
ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους.
これに最も陥りやすいのは老人たちであり、他者を諫め、悪しき習慣や過った行いを非難することへと駆り立てられる際、自分自身を、それらの点に関して何か驚くべき優れた人物であったかのように誇張するのである。
τούτοις μὲν οὖν, ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον·
したがって、彼らに対しては、彼らが年齢だけでなく、名声と徳をも備えているならば、多めに見るべきである。
οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλον ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις.
なぜなら、そうして懲らしめられる者たちに、無益であるどころか、大きな熱意と同時に一種の名誉心を吹き込むからである。
οἱ δʼ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν.
しかし、それ以外の私たちは、この逸脱を大いに用心し、恐れなければならない。
ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ διʼ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,ʼ ἐπαχθὴς παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.
なぜなら、ただでさえ他者の弾劾は苦痛であり、かろうじて耐えうるものであり、多大の慎重さを要するものであるのに、他者の非難に自己の称賛を交え、他者の不名誉を通じて自分自身に名声を追い求める者は、完全に鼻持ちならず、煩わしいものであり、他者がみっともない振る舞いをしているのを利用して自分が高評価を得ようと望んでいるかのようだからである。
§21ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος·
さらにまた、生まれつき笑いに傾きやすく、容易にそれを行う人々は、くすぐりや身体を撫でられることを避けて警戒することが最も相応しい。 そこでは、身体の最も滑らかな部分が滑り込み、合流して、情動を動かし、ともに刺激するからである。
ὅσοι δὲ πρὸς δόξαν ἐμπαθέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέσειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπʼ ἄλλων ἐπαινῶνται.
これに対して、名声に対してより情熱的に流されている人々は、他者から称賛されるときに、自分自身を称賛することから遠ざかるように、誰かが極めて強く勧告すべきである。
δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας, οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦντας·
なぜなら、称賛されるときには、恥じらいを持つべきであって、恥知らずになるべきではなく、自分自身について大言壮語する人々を諫めるべきであって、彼らが不十分に称賛していると難詰するべきではないからである。
ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι ἂν τῷ περὶ αὑτῶν καὶ τὸν παρʼ ἑτέρων ἔπαινον διαφθείρωσιν.
多くの人々がこれを行っており、自分たち自身で他のいくつかの行為や手柄を思い出させ、追加して注ぎ込み、ついに自分自身についての称賛によって、他者からの称賛をも台無しにしてしまう。
ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαργαλίζουσι καὶ φυσῶσιν· ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ μικρὸν εὐλογίας ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτολογίαν·
一部の人々は彼らを阿諛追従して、くすぐり膨らませるかのようであり、別の人々は悪意を持って、お世辞という小さな餌のようなものを投げ込み、自己称賛を誘い出す。
οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ τὸν στρατιώτην, ἵνα γελάσωσι, "πρὸς τεῖχος ἀναβαίνων.
さらに別の人々は、メナンドロスにおける兵士のように、笑いものにするために質問を浴びせ、問い詰める。
ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν. " §22ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον.
"壁を登りながら。私は真剣な様子を見せるが、彼らはまた鼻で笑った。 "それゆえ、これらすべてにおいて、称賛に巻き込まれたり、質問に対して自分を曝け出したりしないよう、できる限り慎重でなければならない。
ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι, καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς, οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅτι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων, ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσκαρτέρητον ἑαυτὸν ἐγκωμιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς·
これらに対する最も完全な慎重さと警戒は、他者が自分を称賛しているのを注意深く見て、そのことがすべての人にとって不快で痛ましいことであること、また、これほどまでに鼻持ちならず重苦しい言葉は他にないことを記憶にとどめることである。 なぜなら、自分を称賛する者たちによって他にいかなる害を被っていると言うこともできないのに、私たちは自然とそのことに重苦しさを感じ、逃れて免れ、一息つくために急ぐからである。 そこでは、お世辞を言う者や居候、あるいは窮状にあって支援を必要としている者にとっても、富める者、あるいは太守、あるいは王が、自画自賛するのは耐え難く、我慢しがたいものである。
καὶ συμβολὰς ταύτας ἀποτίνειν μεγίστας λέγουσιν, ὡς ὁ παρὰ Μενάνδρῳ " σφάττει με, λεπτὸς γίνομʼ εὐωχούμενος, τὰ σκώμμαθʼ οἷα τὰ σοφὰ καὶ στρατηγικά, οἷος δʼ ἀλαζών ἐστιν ἁλιτήριος. " ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας, ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμένους ἐφʼ ἑαυτοῖς καὶ μεγαληγοροῦντας, εἰωθότες πάσχειν καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλλότριος ἕπεται ψόγος ἀεὶ καὶ γίγνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης, καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ Δημοσθένης φησί, περίεστιν οὐ τὸ δοκεῖν εἶναι τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τινα μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας.
そして、これらを最大の会費として支払っているのだと彼らは言う。 メナンドロスにおける者が言うように。 "彼は私を殺す、ご馳走になりながら私は痩せていく、その何と知的で将軍らしい冗談、そして何と忌々しい大言壮語する奴なのだろう! "なぜなら、私たちは、兵士や成金たちが華やかで傲慢な話をやり遂げるのに対してだけでなく、自ら誇り、大口を叩くソフィスト、哲学者、将軍たちに対しても、このような不快感を抱き、またそう語るのが常だからである。 もし私たちが、自己の称賛には常に他者の非難が伴い、この虚栄の終わりは不名誉となり、デモステネスが言うように、聴き手を不快にさせることが残るだけで、そのような者であると思われるようにはならない、ということを記憶にとどめるならば、私たちは、自分自身や聴き手に何か大きな益をもたらすのでない限り、自分について語ることを控えるだろう。

語釈・文法注

  1. 547aὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους — 接続詞 ὡς は分詞 γενομένους とともに主観的理由または虚構の根拠(「〜であるかのように」)を表す。ταὐτά は τὰ αὐτά の縮約形で、ここでは直前の「悪しき習慣や誤った行い」を指し、「それら(を避けること)に関して」の意味である。
  2. 547aτοῖς οὕτω κολαζομένοις — 与格の分詞句であり、動詞 ἐμποιοῦν(「吹き込む、引き起こす」)の間接目的語として機能している。οὕτω(このように)は老人たちの「説教や非難」によって懲らしめられる状態を指す。
  3. 547bἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ — 関係代名詞 αἷς の先行詞は直前の γαργαλισμούς(くすぐり)と ψηλαφήσεις(愛撫)。身体の比喩を用いて、名声への感受性が容易に刺激されて自己称賛の情動(πάθος)を呼び起こす様子を説明している。
  4. 547eσυμβολὰς ταύτας ἀποτίνειν μεγίστας — 間接話法の対格不定詞構文(λέγουσιν の目的語)。συμβολάς は「割り当ての費用、会食の分担金」を意味し、お世辞を言う者たちが主人の自己称賛を聞かされることを、高価な食事の「最大の代償」に例えている。

この箇所を引用する

プルタルコス, 妬まれずに自分をほめることについて §20-22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:20-22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。