Humanitext Reader

普鲁塔克 · 如何不招人怨地自我赞美 §17-19

纠正错误赞美与避免不合时宜的自我赞扬

第 7 段,共 8 段 · 希腊语

内容简介

文章讨论了如何利用自我赞美来纠正对卑劣事物的错误赞美,并引用了芝诺、福基翁和克拉特斯的例子。随后,作者转入探讨如何避免不合时宜的自我赞美,并开始分析容易诱发自我赞美的具体情境。

§17ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότερον· οὐ μὴν ἀλλʼ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγμασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δʼ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω, τὴν διαφορὰν ἐνδεικνύμενον.
至于在别人的赞美和名声面前拿自己进行对比是极不妥当的,这在前面已经说过;然而,在重大的事务中,如果错误的赞美通过激发对卑劣事物的热衷和邪恶的意图而带来危害和败坏,那么通过展示其间的差异,将听众推向并转向更好的事物,并非毫无益处。
ἀγαπήσειε γὰρ ἄν τις οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπέχεσθαι τοὺς πολλοὺς ὁρῶν· εἰ δὲ προσλάβοι δόξαν ἡ κακία, καὶ τῷ καθʼ ἡδονὰς αὐτῆς καὶ πλεονεξίας ἄγοντι προσγένοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν οὕτως εὐτυχὴς οὐδʼ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε.
因为我想,如果看到大众在恶行受到辱骂和指责时愿意敬而远之,人们就会感到满意;但如果恶行获得了名声,并且那引导人们走向其快乐和贪婪的人得到了荣誉和赞赏,那么就没有什么天性是如此幸运或强大以至于不会被其征服。
διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, ἀλλὰ τοῖς τῶν πραγμάτων, ἂν ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν· οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται.
因此,政治家不应当与对人的赞美作斗争,而应当与对事物的赞美作斗争——如果这些事物是卑劣的话;因为这些赞美会使人歪曲,且伴随着它们,模仿可耻的事物并将其作为美好的事物来追求就会悄然潜入。
μάλιστα δʼ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις·
而当把它们与真实的事物并列时,最能戳穿其虚假。
οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδωρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς οὐ θαυμαστόν ἐστι, τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ δακρύειν καὶ κλαίειν.
例如,据说悲剧演员狄奥多罗斯曾对喜剧演员萨提罗斯说,让观众发笑并不足奇,让观众流泪和哭泣才难能可贵。
ἄμεινον δʼ ἂν οἶμαι πρὸς τοῦτον αὐτὸν εἴποι φιλόσοφος ἀνήρ ἀλλʼ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν.
但我想,一位哲学家对这个人本人会说得更好: “但是,我优秀的朋友,让人哭泣流泪并不高尚,而让悲伤和哭泣的人停止哭泣才是高尚的。
ἐπαινῶν γὰρ ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ μετατίθησι τὴν κρίσιν.
” 因为通过赞美自己,他益于听众并转变了其判断。
οὕτω καὶ ὁ Ζήνων πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν ὁ κείνου χορός ἔφη μείζων, οὑμὸς δὲ συμφωνότερος.
同样,芝诺对泰奥弗拉斯托斯那群众多的弟子说: “他的合唱队更大,而我的更协调。
καὶ ὁ Φωκίων, ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος, ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίηκεν, οὐδέν εἶπεν ἀλλʼ ἢ ὑμᾶς, ἐμοῦ στρατηγοῦντος, ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας.
” 福基翁在利奥斯塞尼斯依然得势时,被修辞学家们问及他自己为城邦做过什么好事,他说: “没有任何事,除了在我担任将军期间,不让你们发表悼词,而是让所有死者都安葬在他们祖先的坟墓里。
πάνυ δὲ χαριέντως καὶ ὁ Κράτης πρὸς τὸ " ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα ἠδὲ μετʼ ἔρωτος τέρφθην· " ἀντέγραψε τὸ " ταῦτʼ ἔχω, ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμνʼ ἐδάην.
” 克拉特斯也非常优雅地针对这句诗: “我所吃掉的、放纵的以及在爱中享受的,这些就是我所拥有的;” 回写道: “我所学到的、思考的以及与缪斯一起习得的高尚事物,这些就是我所拥有的。
" καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν.
” 因为这样的赞美是美好且有益的,它教导人们去赞美和热爱有用和有益的事物,而不是空洞和多余的事物。
διὸ τοῦτο μὲν συγκατατετάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα.
因此,让这件事与关于该问题已讨论过的内容归为一类吧。
§18λείπεται ὁ ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν.
既然论述的发展要求并促使我们继续,那么留给我们的就是探讨每个人如何能避免不合时宜地赞美自己。
μέγα γὰρ ἡ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα, καὶ τοῖς πάνυ δοκοῦσι μετρίως ἔχειν πρὸς δόξαν ἐμφύεται πολλάκις ἐπιτιθεμένη.
因为以自爱为出发点的自我赞美是非常强大的,它经常袭击并植根于那些看似对名声极其温和适度的人身上。
καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν ἢ προσέχειν μᾶλλον αὑτῷ γιγνόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς ἡ περιαυτολογία καιροὺς; καὶ τόπους ὀλισθηροὺς καὶ περιφέροντας εἰς αὐτὴν ἐκ πάσης προφάσεως.
正如健康诫命之一是完全避开易致病的地方,或者在其中时要更加注意自己,自我赞美也有某些易滑的时刻和场合,在任何借口下都会把人卷入其中。
πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται, τὸ φιλότιμον ἐξανθεῖ τὴν περιαυτολογίαν καί τις αὐτὸ καταλαμβάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος ἢ τοῖς ἐλάττοσιν ἐπαινῆται.
首先,如前所述,在对他人的赞美中,荣誉感会使自我赞美萌发,一种对名声难以抵挡的欲望和冲动会抓住一个人,就像被奇痒叮咬和逗弄一样,尤其是当别人因同等或更差的事情受到赞美时。
καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν οὕτως ὁ τῶν πλησίον ἔπαινος ἐκκάει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν ἀκρατῶς ἔχοντας.
因为正如饥饿的人在看到别人吃东西时更容易受到刺激并激发起食欲一样,邻人的赞美也会因嫉妒而点燃那些对名声缺乏自制的人。
§19δεύτερον αἱ τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον· ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρʼ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας, οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν.
其次,关于成功和顺心完成之事的叙述,会在不知不觉中因喜悦而把许多人带入自夸和大话中;因为一旦开始谈论起自己的某些胜利、政务上的成功、或者在统治者面前受到好评的事迹和言论,他们就无法自控,也无法保持适度。
ᾧ γένει μάλιστα τῆς περιαυτολογίας τὸ ναυτικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον, συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς· μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπʼ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλʼ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους.
在这类自我赞美中,最常看到海军和陆军的人中招,同样,从统治者的酒宴和重大事务中回来的人也普遍会遭遇这种情况;因为在回忆起显赫人物和君王时,他们会把那些人对自己说过的一些赞美话编织进去,并认为自己不是在赞美自己,而是在讲述别人对自己的赞美。
οἱ δʼ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες.
还有人完全以为听众察觉不到,当他们转述国王和皇帝们的接见、致意和亲切态度时,仿佛他们阐述的不是对自己的赞美,而是那些统治者宽厚和仁爱的证明。
ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας καὶ περιαυτολογίας ὦσι, καὶ μὴ δοκῶμεν Πάτροκλον πρόφασιν σφᾶς δʼ αὐτοὺς διʼ ἐκείνων ἐπαινεῖν.
因此,在赞美他人时,我们必须非常仔细地注意自己,使这些赞美纯洁且不被怀疑有自爱和自我赞美,免得我们看起来是在以帕特罗克洛斯为借口,通过他们来赞美我们自己。

词汇与语法注释

  1. 545dἡμαρτημένος ἔπαινος — 完成时被动分词 ἡμαρτημένος(源自 ἁμαρτάνω,“犯错”)修饰名词 ἔπαινος(“赞美”),意为“错误的赞美”或“失当的赞美”。整个短语在 ὅπου 从句中担任主语(ὅπου βλάπτει καὶ διαφθείρει...)。
  2. 546aἀλλʼ ἢ — 惯用表达 οὐδὲν... ἀλλʼ ἤ 意为“除了……之外什么也没有”。紧接在否定代词 οὐδέν 之后,构成了福基翁机智回答的核心结构:“除了在我担任将军期间,没有让你们发表悼词之外,什么也没有”。
  3. 546fΠάτροκλον πρόφασιν — 呼应荷马《伊利亚特》(19.302)的副词性同位语表达(原本指“以帕特罗克洛斯为借口,其实各自都在为自己的痛苦哭泣”)。此处用作惯用语,警示不要把对别人的赞美仅仅作为自我赞美的幌子(掩护)。

引用这一段

普鲁塔克, 如何不招人怨地自我赞美 §17-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg106.humanitext-grc2:17-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。