§18ἀλλʼ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος·
しかし、魂の弛緩は、暑さに対しても寒さに対しても弱く生まれついた体の体質に似ているようである。
ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι θρύπτονται καὶ χαλῶνται, πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς καὶ δειλῶς ἔχουσι.
というのも、彼らは自分を気おくれさせる者たちから褒められると、すっかり骨抜きにされ、弛んでしまい、また一方、(頼みを断られたために)目的を達せられなかった者たちの非難や不審の目に直面すると、音に怯えるように臆病になるからである。
δεῖ δʼ ἀντισχυρίζεσθαι πρὸς· ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας.
しかし、どちらに対しても強く抵抗し、脅す者たちにも、へつらう者たちにも屈してはならない。
ὁ μὲν οὖν Θουκυδίδης, ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι,
καλῶς
φησὶ
βουλεύεσθαι τὸν ἐπὶ· μεγίστοις λαμβάνοντα τὸ ἐπίφθονον·
それゆえ、トゥキディデスは、力を有することに嫉妬されることが必然的に伴うものとして、「最も重大な事柄において嫉妬を引き受ける者は、正しい決断をしているのだ」とうまく言っている。
ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν οὐ χαλεπὸν ἡγούμενοι, τὸ· δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν χρωμένων ἀδύνατον παντάπασιν ὁρῶντες, ὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν.
一方、私たちは、嫉妬を免れることは困難ではないと考えつつも、付き合いのある人々の非難に遭わないことや、誰にとっても不快な存在にならないことは全く不可能であると見ているので、もし彼ら(不当な要求をする者たち)に不当に従うなら、道理をわきまえない者たちの怨恨を引き受ける方が、当然の権利として非難する者たちの怨恨を引き受けるよりも、正しく決断することになるだろう。
καὶ μὴν ἔπαινόν γε τὸν παρὰ τῶν δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι, καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργαλισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ καταβάλλειν ἑαυτὸν ὑποκατακλινόμενον.
さらに、気おくれさせる者たちからの賞賛は全く偽りのものであるから、厳に警戒せねばならず、痒みやむず痒さのせいで(豚のように)身を委ねて、要求する者に最も容易に扱われ、自ら横たわってひっくり返るという、豚のような醜態をさらしてはならない。
οὐδὲν γὰρ διαφέρουσι τῶν τὰ σκέλη τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες, ἀλλʼ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵνʼ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδʼ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων.
というのも、へつらう者たちに耳を貸す者は、足を引っ張る者に足を差し出す者と何ら変わるところがないが、より不名誉な形で転倒し、倒れるのである。 ある者たちは、悪人に対する敵意や処罰を免除する、彼らが「慈悲深く、情け深く、同情心がある」と呼ばれるために。 また別の者たちは、逆に、不必要で危険な怨恨や非難を引き受けるよう、彼らを「唯一の真の男」「唯一おもねらない者」あるいはゼウスにかけて「口や声」と呼んで称賛する者たちに説得されて、それを受け入れてしまう。
διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις.
それゆえ、ビオンもまた、このような人々を、耳(取っ手)から容易に持ち運ばれる両取っ手付きの壺に例えた。
ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν ἐν τῷ περιπάτῳ περὶ Στίλπωνος τοῦ Μεγαρέως·
ソフィストのアレクシノスが、散歩の途中でメガラのスチルポンについて多くの悪口を言っていたと伝えられている。
εἰπόντος δέ τινος τῶν παρόντων
ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει,
νὴ Δία
φάναι· βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ γενναιότατος.
そこにいた者の一人が「しかし、あの方は先日、あなたを褒めていましたよ」と言うと、「ゼウスにかけて」と彼は言い、「あの方は実に見事な、最も高貴な人物なのだ」と答えたという。
ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις
ἐγὼ δʼ
εἶπεν
ἀεὶ ψέγω Ἀλεξῖνον·
しかしメネデモスは逆に、アレクシノスが自分をしばしば褒めていると聞いたとき、「しかし私は常にアレクシノスを非難している。
ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος.
だから、彼は悪人を褒めている悪人か、あるいは善人に非難されている悪人かのどちらかだ」と言った。
οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι αὐτούς·
このように、彼はこの種の人々によって動揺させられることも屈することもなく、アンティステネスの(描く)ヘラクレスが勧めていた、自らの子供たちに、自分たちを褒める者に対して誰も感謝の念を抱いてはならないと言い聞かせたあの教えを堅持していた。
τοῦτο δʼ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδʼ ἀντικολακεύειν τοὺς ἐπαινοῦντας.
そして、これは、自分を褒める者たちに対して気おくれせず、逆におもねり返さないことにほかならなかった。
ἀρκεῖ γὰρ οἶμαι τὸ τοῦ Πινδάρου, πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος
κἀγώ σοι χάριν ἀποδίδωμι·
なぜなら、あらゆる場所で、あらゆる人々に対して自分を褒めていると言う者に対し、ピンダロスが「私もあなたに感謝しましょう。
ποιῶ γάρ σʼ ἀληθεύειν.
なぜなら、あなたを嘘つきにしないようにしているからだ」と言ったことで十分だと思うからである。
§19ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, τούτου δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ, πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν, καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυλάττειν ἐπὶ πλεῖστον χρόνον, ὡς γὰρ οἱ λίθῳ προσπταίσαντες ὁδοιπόροι ἢ περὶ ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσόμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετανοοῦντι καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑποφερομένους.
それゆえ、あらゆる情念に対して有益なあのことを、気おくれしやすい者たちは、情念によって無理強いされ、本意に反して過ちを犯し挫折したときに、特に強く記憶しておくべきである。 そして、良心の呵責と後悔のしるしを自らの内に刻み、それを思い起こし、非常に長い間保持しておくべきである。 というのも、石につまずいた旅人や、岬の近くで覆された舵手たちが、もし記憶しているなら、それらの場所だけでなく、それに類する場所をも恐れ、常に警戒し続けるように、そのように、気おくれがもたらす恥ずべき害悪を、後悔し苦しんでいる自らの前に絶えず提示する人々は、同様の状況において再び自分自身を取り戻し、容易に押し流されるままに自らを放棄することはないだろう。