§18ἀλλʼ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος· ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι θρύπτονται καὶ χαλῶνται, πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς καὶ δειλῶς ἔχουσι.
然而,灵魂的软弱似乎就像一种天生既不适应炎热也不适应寒冷的体质;因为当他们受到那些让他们碍于面子的人称赞时,他们就会完全被软化和松弛下来;而面对那些未能如愿以偿之人的指责和怀疑,他们又会极其恐惧且胆怯。
δεῖ δʼ ἀντισχυρίζεσθαι πρὸς· ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας.
但是,我们必须对这两者都进行强力抵抗,既不向恐吓者屈服,也不向阿谀者妥协。
ὁ μὲν οὖν Θουκυδίδης, ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι,
καλῶς
φησὶ
βουλεύεσθαι τὸν ἐπὶ· μεγίστοις λαμβάνοντα τὸ ἐπίφθονον·
修昔底德认为,嫉妒是权力的必然伴随物,因此他说,为了最重大的事情而承受嫉妒的人是在做着正确的决定。
ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν οὐ χαλεπὸν ἡγούμενοι, τὸ· δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν χρωμένων ἀδύνατον παντάπασιν ὁρῶντες, ὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν.
但我们认为,避开嫉妒并不困难,而看到完全不遭受指责或不让与我们交往的某些人感到痛苦是不可能的,因此,如果我们不公地顺从了他们,那么比起那些因我们行事不公而有权指责我们的人的怨恨,我们更宁愿接受那些无理者的怨恨,这样我们就是做出了正确的决定。
καὶ μὴν ἔπαινόν γε τὸν παρὰ τῶν δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι, καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργαλισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ καταβάλλειν ἑαυτὸν ὑποκατακλινόμενον.
而且,我们必须完全防范来自那些让我们碍于面子之人的称赞,因为那是虚假的;我们决不能像猪一样,因为被抓挠和抚摩感到舒服,就轻易地顺从请求者,并自己躺倒在地。
οὐδὲν γὰρ διαφέρουσι τῶν τὰ σκέλη τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες, ἀλλʼ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵνʼ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδʼ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων.
因为那些把耳朵借给阿谀奉承者的人,与那些把腿送给绊脚者的人毫无区别;但他们跌倒得更为可耻。 其中一些人对恶人免除敌意和惩罚,只是为了被称为“仁慈、仁爱和富有同情心”;而另一些人则相反,被那些称赞他们为“唯一的真男子”、“唯一不阿谀奉承的人”甚至“真理之口与声”的人所说服,去承担起不必要且非毫无危险的怨恨和指责。
διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις.
因此,比翁也将这类人比作双耳细颈瓶,因为可以通过它们的耳朵(柄)轻易地被拎走。
ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν ἐν τῷ περιπάτῳ περὶ Στίλπωνος τοῦ Μεγαρέως· εἰπόντος δέ τινος τῶν παρόντων
ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει,
νὴ Δία
φάναι·
正如他们记载,诡辩家亚历克西努斯在散步时说了许多关于麦加拉的斯蒂尔波的坏话;但当在场的一个人说:“可他前几天还在称赞你呢,”他便说:“真的吗?
βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ γενναιότατος.
他确实是人中豪杰,最最高尚。
ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις
ἐγὼ δʼ
εἶπεν
ἀεὶ ψέγω Ἀλεξῖνον· ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος.
”然而,门尼德穆却相反,当听到亚历克西努斯经常称赞他时,他说:“但我总是批评亚历克西努斯;所以他是个恶人,要么是在称赞一个恶人,要么是在被一个善人所批评。
οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι αὐτούς· τοῦτο δʼ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδʼ ἀντικολακεύειν τοὺς ἐπαινοῦντας.
”他就这样在面对此类事情时坚定不移、不为所动,并坚守着安提斯泰尼笔下的赫拉克勒斯所给出的训诫——他告诫自己的孩子们不要对任何称赞他们的人表示感谢;而这无非是不要碍于面子,也不要反过来去阿谀奉承那些称赞自己的人。
ἀρκεῖ γὰρ οἶμαι τὸ τοῦ Πινδάρου, πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος
κἀγώ σοι χάριν ἀποδίδωμι·
因为我认为宾达的话就足够了,当有人对他说自己在任何地方、对任何人都在称赞他时,他回答说:“我也向你表示感谢;因为我使你说了实话。
ποιῶ γάρ σʼ ἀληθεύειν.
” 因此,凡是对克服一切情念有用的方法,易于碍于面子的人在被情念强迫、违背心意地犯错和受挫时,尤其必须牢牢记住;并且要把痛苦和悔恨的印记留存在自己心中,并长期保持和守护它。
§19ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, τούτου δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ, πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν, καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυλάττειν ἐπὶ πλεῖστον χρόνον, ὡς γὰρ οἱ λίθῳ προσπταίσαντες ὁδοιπόροι ἢ περὶ ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσόμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετανοοῦντι καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑποφερομένους.
因为正如绊在石头上的旅人,或者在岬角附近翻了船的舵手,只要他们记住,就会不仅对那些地方,而且对类似的地方也始终保持恐惧和戒备;同样,那些在后悔和痛苦时不断将碍于面子的可耻和危害呈现在自己面前的人,将在类似的境遇中重新掌握自己,而不会轻易任由自己随波逐流而放弃原则。