- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg104.humanitext-grc2:18-19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
気おくれの弱さを暑さ寒さに弱い体質に例え、称賛や非難に容易に動揺する人々に対し、不当な要求を拒んで恨まれる方が不当に従って正しく非難されるよりましであることを論じる。お世辞にのせられなかった古代の賢者たちの逸話を挙げ、後悔の記憶を留めることでこの弱さを克服するよう促す。
ἀλλʼ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος· ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι θρύπτονται καὶ χαλῶνται, πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς καὶ δειλῶς ἔχουσι. δεῖ δʼ ἀντισχυρίζεσθαι πρὸς ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας. ὁ μὲν οὖν Θουκυδίδης, ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι, καλῶς φησὶ βουλεύεσθαι τὸν ἐπὶ μεγίστοις λαμβάνοντα τὸ ἐπίφθονον· ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν οὐ χαλεπὸν ἡγούμενοι, τὸ δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν χρωμένων ἀδύνατον παντάπασιν ὁρῶντες, ὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν.1 καὶ μὴν ἔπαινόν γε τὸν παρὰ τῶν δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι, καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργαλισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ καταβάλλειν ἑαυτὸν ὑποκατακλινόμενον. οὐδὲν γὰρ διαφέρουσι τῶν τὰ σκέλη τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες, ἀλλʼ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵνʼ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον2 ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδʼ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων. διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις. ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν ἐν τῷ περιπάτῳ περὶ Στίλπωνος τοῦ Μεγαρέως· εἰπόντος δέ τινος τῶν παρόντων ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει, νὴ Δία φάναι· βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ γενναιότατος. ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις ἐγὼ δʼ εἶπεν ἀεὶ ψέγω Ἀλεξῖνον· ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος.3 οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι αὐτούς· τοῦτο δʼ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδʼ ἀντικολακεύειν τοὺς ἐπαινοῦντας. ἀρκεῖ γὰρ οἶμαι τὸ τοῦ Πινδάρου, πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος κἀγώ σοι χάριν ἀποδίδωμι· ποιῶ γάρ σʼ ἀληθεύειν.
しかし、魂の弛緩は、暑さに対しても寒さに対しても弱く生まれついた体の体質に似ているようである。というのも、彼らは自分を気おくれさせる者たちから褒められると、すっかり骨抜きにされ、弛んでしまい、また一方、(頼みを断られたために)目的を達せられなかった者たちの非難や不審の目に直面すると、音に怯えるように臆病になるからである。しかし、どちらに対しても強く抵抗し、脅す者たちにも、へつらう者たちにも屈してはならない。それゆえ、トゥキディデスは、力を有することに嫉妬されることが必然的に伴うものとして、「最も重大な事柄において嫉妬を引き受ける者は、正しい決断をしているのだ」とうまく言っている。一方、私たちは、嫉妬を免れることは困難ではないと考えつつも、付き合いのある人々の非難に遭わないことや、誰にとっても不快な存在にならないことは全く不可能であると見ているので、もし彼ら(道理をわきまえない者たち)に不当に従えば当然の権利として非難してくる者たちの怨恨を被るよりは、道理をわきまえない者たちの怨恨を引き受ける方が、正しく決断することになるだろう。さらに、気おくれさせる者たちからの賞賛は全く偽りのものであるから、厳に警戒せねばならず、痒みやむず痒さのせいで(豚のように)身を委ねて、要求する者に最も容易に扱われ、自ら横たわってひっくり返るという、豚のような醜態をさらしてはならない。というのも、へつらう者たちに耳を貸す者は、足を引っ張る者に足を差し出す者と何ら変わるところがないが、より不名誉な形で転倒し、倒れるのである。ある者たちは、悪人に対する敵意や処罰を免除する、彼らが「慈悲深く、情け深く、同情心がある」と呼ばれるために。また別の者たちは、逆に、不必要で危険な怨恨や非難を引き受けるよう、彼らを「唯一の真の男」「唯一おもねらない者」あるいはゼウスにかけて「口や声」と呼んで称賛する者たちに説得されて、それを受け入れてしまう。それゆえ、ビオンもまた、このような人々を、耳(取っ手)から容易に持ち運ばれる両取っ手付きの壺に例えた。ソフィストのアレクシノスが、散歩の途中でメガラのスチルポンについて多くの悪口を言っていたと伝えられている。そこにいた者の一人が「しかし、あの方は先日、あなたを褒めていましたよ」と言うと、「ゼウスにかけて」と彼は言い、「あの方は実に見事な、最も高貴な人物なのだ」と答えたという。しかしメネデモスは逆に、アレクシノスが自分をしばしば褒めていると聞いたとき、「しかし私は常にアレクシノスを非難している。だから、彼は悪人を褒めている悪人か、あるいは善人に非難されている悪人かのどちらかだ」と言った。このように、彼はこの種の人々によって動揺させられることも屈することもなく、アンティステネスの(描く)ヘラクレスが勧めていた、自らの子供たちに、自分たちを褒める者に対して誰も感謝の念を抱いてはならないと言い聞かせたあの教えを堅持していた。そして、これは、自分を褒める者たちに対して気おくれせず、逆におもねり返さないことにほかならなかった。なぜなら、あらゆる場所で、あらゆる人々に対して自分を褒めていると言う者に対し、ピンダロスが「私もあなたに感謝しましょう。なぜなら、あなたを嘘つきにしないようにしているからだ」と言ったことで十分だと思うからである。
ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, τούτου δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ, πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν, καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυλάττειν ἐπὶ πλεῖστον χρόνον, ὡς γὰρ οἱ λίθῳ προσπταίσαντες ὁδοιπόροι ἢ περὶ ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσόμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετανοοῦντι καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑποφερομένους.
それゆえ、あらゆる情念に対して有益なあのことを、気おくれしやすい者たちは、情念によって無理強いされ、本意に反して過ちを犯し挫折したときに、特に強く記憶しておくべきである。そして、良心の呵責と後悔のしるしを自らの内に刻み、それを思い起こし、非常に長い間保持しておくべきである。というのも、石につまずいた旅人や、岬の近くで覆された舵手たちが、もし記憶しているなら、それらの場所だけでなく、それに類する場所をも恐れ、常に警戒し続けるように、そのように、気おくれがもたらす恥ずべき害悪を、後悔し苦しんでいる自らの前に絶えず提示する人々は、同様の状況において再び自分自身を取り戻し、容易に押し流されるままに自らを放棄することはないだろう。
- 535eὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν.
比較構造を含む複雑な条件文。ἐκείνοις は、自分を気おくれさせる者(すなわち不当な請願者 δυσωπούντων)を指す。もし我々が彼らの要求に不当に従う(μὴ δικαίως ὑπουργῶμεν)なら、我々は自分たちを「正当に非難する人々の怨恨(τὰς τῶν δικαίως ἐγκαλούντων)」を被ることになる。したがって、不当な要求を拒否することで「道理をわきまえない者たちの怨恨(τὰς τῶν ἀγνωμόνων ἀπεχθείας)」を引き受ける(ἐκδεχόμενοι)方を選ぶことこそが、「正しい判断である(ὀρθῶς βουλευσόμεθα)」という論理構成になっている。
- 536aοἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς ... οἱ δὲ τοὐναντίον ...
直前の οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες(おもねる者に耳を貸す人々)を、οἱ μὲν と οἱ δὲ を用いて二つのタイプに分類し、具体的に説明している。前者は、悪人の罪や敵意を免除することで「慈悲深い」という評判を得ようとする者であり、後者は逆にお世辞に乗せられて、不必要で危険な怨恨や非難を引き受けてしまう者である。
- 536bὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος.
メネデモスの機知に富んだ論理的背理法(二者択一による論証)。アレクシノスが自分を褒める(ἐπαινεῖ)一方で、自分は常にアレクシノスを非難している(ψέγω)という前提から、「アレクシノスは悪人である」という結論を導く。その論拠は、(1) アレクシノスが褒めている対象(=メネデモス自身)が悪人である(=したがって悪人を褒めるアレクシノスも悪人である)か、あるいは (2) アレクシノスを非難している主体(=メネデモス自身)が善人である(=したがって善人に非難されるアレクシノスは悪人である)かのいずれかだからである。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 原文 3 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
