§4ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα,
ψυχικὴ νόσος
ἔφη καὶ ἀπῆλθεν οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ ἀνιαροῦ φειδόμενον, οἰκίας δʼ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν;
医師がある人のもとに入っていき、その人が小さな寝台の上に身を投げ出して呻き、食事をとろうとしないので、彼に触れて診察し、熱がないことを確かめたとき、「精神の病だ」と言って立ち去る。 それなら私たちもまた、ある男が蓄財に執着し、出費に呻き、金儲けに役立つことなら、どんなに卑劣なこともどんなに苦痛なことも厭わず、その一方で家や土地、家畜の群れ、奴隷、衣服まで持っているのを見るとき、その男の病を「精神の貧困」以外の何であると言うだろうか。
ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος, εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες.
なぜなら、金銭的な貧困であれば、メナンドロスが言うように、たった一人の友人が恩恵を施すことで解決してくれるだろうが、あの精神の貧困は、生者であれ死者であれ、すべての人々が力を合わせても満たすことはできないからである。
ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος
"πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν.
それゆえ、このような人々に対して、ソロンによって次のようにうまく言われている。 「富には、人間に対して明らかにされた限界など何もない。
"
ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον.
」だが、理性を備えた人々にとっては、自然の富は限定されており、必要という限界は、あたかも中心点と半径によって描き出される円のように、目の前に存在している。
ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον·
しかしまた、このことは金銭欲に特有のことである。
ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν·
というのも、それは自分自身を満たすことと戦う欲望だからである。
αἱ δʼ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως ὄψου διὰ φιλοψίαν οὐδʼ οἴνου διʼ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν.
これに対して、他の欲望はむしろ満たすことを助ける。 例えば、美食家が魚を食べることを、あるいは酒飲みがワインを飲むことを、金銭欲のために金銭を遠ざけるように、遠ざけることは誰もいない。
καίτοι πῶς οὐ μανικὸν οὐδʼ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδʼ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν;
それにしても、もしある人が、凍えているという理由で衣服を使わず、飢えているという理由でパンを使わず、富を愛するという理由で富を使わないなら、その状態はどうして狂気であり、また哀れなものでないと言えるだろうか。
ἀλλʼ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν·
むしろ、彼はトラソーニデースの不幸の中にあるのだ。
"
παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι
καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα
ἐρῶν τις, οὐ ποιῶ δέ·
「私のもとには家の中にそれがあり、私にはそれが許されており、狂おしいほどに愛する者のようにそれを望んでいる。 しかし、私はそれを実行しない。
"
κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας·
」そして、すべてのものを閉じ込め、封印を施し、高利貸しや商人たちに計算して貸し出した上で、私はさらに他のものをかき集めて追い求め、召使いたちや、小作農たち、債務者たちと激しく争う。
"
Ἄπολλον, ἀνθρώπων τινʼ ἀθλιώτερον
ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον;
「アポロンよ、これほど悲惨な人間を、あるいはこれほど不運な恋人を見たことがあるか。
"
」ソポクレスは、まだ女性と交わることができるかと尋ねられたとき、「滅相もないことを言うな、友よ」と言った。
§5ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ δύναται γυναικὶ πλησιάζειν,
εὐφήμει, ἄνθρωπε
εἶπεν
ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών.
「私は老いによって、狂暴で野蛮な主人たちから逃れて、自由の身となったのだ。
χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος; διαφυγεῖν μήτε γυναῖκα.
」快楽と同時に、アルカイオスが男も女も逃れることはできないと言うあの欲望が消え去るというのは、喜ばしいことだからである。
τοῦτο δʼ οὐκ ἔστιν ἐπὶ τῆς φιλοπλουτίας·
しかし、このことは金銭欲には当てはまらない。
ἀλλʼ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δʼ ἡδονὴν ἀφαιρεῖται.
それどころか、それは重く過酷な女主人のように、獲得することを強制しながら使用することを禁じ、欲求をかき立てる一方で快楽を奪い去る。
τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δʼ ὡς ὀλιγοχρονίους οἱ δὲ φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δʼ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δʼ ἡδονὰς οὐκ ἔχουσιν.
かつてストラトニコスは、ロドスの人々が贅沢であることをからかって、彼らはまるで不死であるかのように家を建て、まるで短命であるかのように食料を買う、と言った。 しかし、吝嗇家たちは、贅沢な人々であるかのように獲得し、不自由な奴隷であるかのように使い、苦労には耐えるものの、快楽を得ることはない。
ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν,
θαυμάζω σʼ ὦ Φωκίων
εἶπεν
ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ
αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο·
現にデマデスは、かつてフォキオンが昼食をとっているところに立ち会い、彼の食卓が質素で簡素なものであるのを見て、「フォキオンよ、君には驚かされる」と言った。 「これほどの食事でやっていけるのに、政治に携わっているとは。 」というのも、デマデス自身は自分の腹のために民衆を煽動しており、アテナイを自分の放蕩のためのわずかな旅費にすぎないと考えて、マケドニアから食料を補給していたからである。
καὶ διὰ τοῦτʼ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα·
そしてこのために、アンティパトロスは彼が老人になったのを見たとき、「屠殺されたいけにえのように、舌と胃袋のほかには何一つ残っていない」と言ったのである。
καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν
σὲ δʼ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν;
これに対して、哀れな男よ、お前がこのように不自由で、非人間的で、分け与えることもせず、友人たちに対して冷酷で、市民たちに対して名誉を重んじることもなく生きることができながら、これほど大きな平穏への旅費を持っていながら、どうしてお前が苦労し、眠れぬ夜を過ごし、仕事を請け負い、遺産を狙い、屈従しているのか、その不自由さに誰が驚かずにいられるだろうか。
Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντʼ εἰπεῖν,
ὦ ταλαίπωρε, τίς ἀνάγκη;
ビザンティオンのある男が、醜い妻のところに間男を見つけたとき、次のように言ったと伝えられている。 「哀れな男よ、何の必要があってこれをするのか。
σαπραγόρα προῖξ.
腐ったヘレボルスが持参金なのに。
ἄγε σὺ κυκᾷς ὑφάπτεις, ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας·
」さあ、お前は何をかき乱し、火をつけているのか、愚か者よ。 財を得る必要があるのは、王たちの代理人や、都市の中で第一人者となり、支配することを望む者たちである。
ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσι δῶρα πέμπουσι, στρατεύματα τρέφουσι μονομάχους ὠνουμένοις·
彼らにとっては、名誉欲や大言壮語、空しい評判のために、人々をもてなし、恩恵を与え、護衛を雇い、贈り物を送り、軍隊を養い、剣闘士を買い取ることが必要なのだ。
σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ
"στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶν"
διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθʼ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδʼ ἀλέας μηδὲ καθαρειότητος.
しかし、お前はこれほど多くの物事を混同し、かき乱し、吝嗇のために「カタツムリのような生活を送りながら自分自身を振り回して」おり、いかなる恩恵を受けることもなく、すべての困難に耐え忍んでいる。 それはまるで、風呂屋のロバが薪や柴を運びながら、常に煙と灰まみれになり、風呂にも温もりにも清潔さにもあずかれないのと全く同じである。