- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg103.humanitext-grc2:4-5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
財を貪ることを肉体の病と比較し、富への愛着を「精神の貧困」として非難する。デマデスやソポクレスらの逸話を挙げ、富を使用せず蓄積するだけの吝嗇家の虚しさを描く。
ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα, ψυχικὴ νόσος ἔφη καὶ ἀπῆλθεν1 οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ ἀνιαροῦ φειδόμενον,2 οἰκίας δʼ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος, εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες. ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος "πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν. " ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον. ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν· αἱ δʼ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως ὄψου διὰ φιλοψίαν οὐδʼ οἴνου διʼ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν. καίτοι πῶς οὐ μανικὸν οὐδʼ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδʼ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν; ἀλλʼ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν· "παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα ἐρῶν τις, οὐ ποιῶ δέ·" κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας· "Ἄπολλον, ἀνθρώπων τινʼ ἀθλιώτερον ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον;"
医師がある人のもとに入っていき、その人が小さな寝台の上に身を投げ出して呻き、食事をとろうとしないので、彼に触れて診察し、熱がないことを確かめたとき、「精神の病だ」と言って立ち去る。それなら私たちもまた、ある男が蓄財に執着し、出費に呻き、金儲けに役立つことなら、どんなに卑劣なこともどんなに苦痛なことも厭わず、その一方で家や土地、家畜の群れ、奴隷、衣服まで持っているのを見るとき、その男の病を「精神の貧困」以外の何であると言うだろうか。なぜなら、金銭的な貧困であれば、メナンドロスが言うように、たった一人の友人が恩恵を施すことで解決してくれるだろうが、あの精神の貧困は、生者であれ死者であれ、すべての人々が力を合わせても満たすことはできないからである。それゆえ、このような人々に対して、ソロンによって次のようにうまく言われている。「富には、人間に対して明らかにされた限界など何もない。」だが、理性を備えた人々にとっては、自然の富は限定されており、必要という限界は、あたかも中心点と半径によって描き出される円のように、目の前に存在している。しかしまた、このことは金銭欲に特有のことである。というのも、それは自分自身を満たすことと戦う欲望だからである。これに対して、他の欲望はむしろ満たすことを助ける。例えば、美食家が魚を食べることを、あるいは酒飲みがワインを飲むことを、金銭欲のために金銭を遠ざけるように、遠ざけることは誰もいない。それにしても、もしある人が、凍えているという理由で衣服を使わず、飢えているという理由でパンを使わず、富を愛するという理由で富を使わないなら、その状態はどうして狂気であり、また哀れなものでないと言えるだろうか。むしろ、彼はトラソーニデースの不幸の中にあるのだ。「私のもとには家の中にそれがあり、私にはそれが許されており、狂おしいほどに愛する者のようにそれを望んでいる。しかし、私はそれを実行しない。」そして、すべてのものを閉じ込め、封印を施し、高利貸しや商人たちに計算して貸し出した上で、私はさらに他のものをかき集めて追い求め、召使いたちや、小作農たち、債務者たちと激しく争う。「アポロンよ、これほど悲惨な人間を、あるいはこれほど不運な恋人を見たことがあるか。」
ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ δύναται γυναικὶ πλησιάζειν, εὐφήμει, ἄνθρωπε εἶπεν ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών. χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος διαφυγεῖν μήτε γυναῖκα. τοῦτο δʼ οὐκ ἔστιν ἐπὶ τῆς φιλοπλουτίας· ἀλλʼ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δʼ ἡδονὴν ἀφαιρεῖται. τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δʼ ὡς ὀλιγοχρονίους οἱ δὲ φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δʼ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δʼ ἡδονὰς οὐκ ἔχουσιν. ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, θαυμάζω σʼ ὦ Φωκίων εἶπεν ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτʼ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα· καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν σὲ δʼ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν;3 Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντʼ εἰπεῖν, ὦ ταλαίπωρε, τίς ἀνάγκη; σαπραγόρα προῖξ. ἄγε σὺ κυκᾷς ὑφάπτεις, ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας· ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσι δῶρα πέμπουσι, στρατεύματα τρέφουσι μονομάχους ὠνουμένοις· σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ "στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶν" διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθʼ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδʼ ἀλέας μηδὲ καθαρειότητος.
ソポクレスは、まだ女性と交わることができるかと尋ねられたとき、「滅相もないことを言うな、友よ」と言った。「私は老いによって、狂暴で野蛮な主人たちから逃れて、自由の身となったのだ。」快楽と同時に、アルカイオスが男も女も逃れることはできないと言うあの欲望が消え去るというのは、喜ばしいことだからである。しかし、このことは金銭欲には当てはまらない。それどころか、それは重く過酷な女主人のように、獲得することを強制しながら使用することを禁じ、欲求をかき立てる一方で快楽を奪い去る。かつてストラトニコスは、ロドスの人々が贅沢であることをからかって、彼らはまるで不死であるかのように家を建て、まるで短命であるかのように食料を買う、と言った。しかし、吝嗇家たちは、贅沢な人々であるかのように獲得し、不自由な奴隷であるかのように使い、苦労には耐えるものの、快楽を得ることはない。現にデマデスは、かつてフォキオンが昼食をとっているところに立ち会い、彼の食卓が質素で簡素なものであるのを見て、「フォキオンよ、君には驚かされる」と言った。「これほどの食事でやっていけるのに、政治に携わっているとは。」というのも、デマデス自身は自分の腹のために民衆を煽動しており、アテナイを自分の放蕩のためのわずかな旅費にすぎないと考えて、マケドニアから食料を補給していたからである。そしてこのために、アンティパトロスは彼が老人になったのを見たとき、「屠殺されたいけにえのように、舌と胃袋のほかには何一つ残っていない」と言ったのである。これに対して、哀れな男よ、お前がこのように不自由で、非人間的で、分け与えることもせず、友人たちに対して冷酷で、市民たちに対して名誉を重んじることもなく生きることができながら、これほど大きな平穏への旅費を持っていながら、どうしてお前が苦労し、眠れぬ夜を過ごし、仕事を請け負い、遺産を狙い、屈従しているのか、その不自由さに誰が驚かずにいられるだろうか。ビザンティオンのある男が、醜い妻のところに間男を見つけたとき、次のように言ったと伝えられている。「哀れな男よ、何の必要があってこれをするのか。腐ったヘレボルスが持参金なのに。」さあ、お前は何をかき乱し、火をつけているのか、愚か者よ。財を得る必要があるのは、王たちや王たちの代理人、都市の中で第一人者となり、支配することを望む者たちである。彼らにとっては、名誉欲や大言壮語、空しい評判のために、人々をもてなし、恩恵を与え、護衛を雇い、贈り物を送り、軍隊を養い、剣闘士を買い取ることが必要なのだ。しかし、お前はこれほど多くの物事を混同し、かき乱し、吝嗇のために「カタツムリのような生活を送りながら自分自身を振り回して」おり、いかなる恩恵を受けることもなく、すべての困難に耐え忍んでいる。それはまるで、風呂屋のロバが薪や柴を運びながら、常に煙と灰まみれになり、風呂にも温もりにも清潔さにもあずかれないのと全く同じである。
- 4ψυχικὴ νόσος ἔφη καὶ ἀπῆλθεν
条件節 ὅταν ἰατρὸς... に続く主節で、医師の直接話法 ψυχικὴ νόσος と、経験的アオリスト(gnomic aorist)の三人称動詞 ἔφη(言う)、ἀπῆλθεν(去る)が用いられる構造である。主節の主語は条件節と同じ ἰατρός(医師)である。
- 524eμηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ ἀνιαροῦ φειδόμενον
動詞 φειδόμενον(惜しむ、控える)は属格を支配する。その属格補語である μηδενὸς ... αἰσχροῦ μηδʼ ἀνιαροῦ(いかなる卑劣なことも、苦痛なことも)の間に、分詞句 εἰς χρηματισμὸν συντελοῦντος(金儲けに寄与する)が挟み込まれたハイパーバトン(語順倒置)の構造。全体として「金儲けに役立つことなら、どんなに卑劣なことでも苦痛なことでも厭わない」という意味になる。
- 525dτὴν ἀνελευθερίαν
文末の τὴν ἀνελευθερίαν(不自由さ、卑しさ)は、文頭の主節の動詞 θαυμάσειεν の直接目的語(σέ)と同格、もしくは εἰ 節内の対格名詞 τηλικοῦτον ἔχων... ἐφόδιον(これほど大きな旅費を持っているのに)と直接同格関係にある。長い譲歩的条件節の末尾に、非難の核心となる概念(貪欲の本質たる心の不自由さ)を対格で補足的に添える、強調の配置である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 原文 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
