§1Ἱππόμαχος ὁ ἀλείπτης, ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικόν,
εἴπερ
ἔφη
καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον
τοῦτʼ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας,
εἴ γʼ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν
καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες ἀργύριον, ἀλλʼ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία, μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια·
体育教師のヒッポマコスは、ある人々が背が高く長い腕を持つ男をボクサーとして優れていると称賛したとき、「確かに、もし吊るされた冠を引き下ろすことが求められているのならね」と言った。 これと同じことが、美しい土地や大きな邸宅、多額の金銭にひどく心を奪われてそれらを幸運とみなしている人々に対しても言えるだろう。 「確かに、もし幸福が売りに出されていて買い取ることができるのならね」と。 しかし、多くの人々は、金を払って惨めな状態のままであっても幸運になりたい、むしろ富んでいたいと願っている、と言うこともできるかもしれない。 しかし、苦痛のないこと、気高さ、安定、勇気、自足は、決して金銭で買えるものではない。
τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν περιττῶν.
富むことの中に、富を軽蔑することは含まれておらず、余計なものを所有することの中に、余計なものを必要としないことは含まれていない。
§2τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας;
富は、富への愛着からさえも私たちを解放しないのであれば、一体他のどのような悪から私たちを解放してくれるのだろうか。
ἀλλὰ ποτῷ μὲν ἔσβεσαν τὴν τοῦ ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τῆς τροφῆς ἐπιθυμίαν ἠκέσαντο·
人々は飲み物によって飲み物への欲求を消し、食べ物は食べ物への欲望を癒やす。
κἀκεῖνος ὁ λέγων
"δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ,"
πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται·
そして、「ヒッポナクスに外套をくれ、ひどく凍えているから」と言うあの詩人さえも、さらに多くの衣服が運ばれてくれば不機嫌になり、それらを押し退ける。
φιλαργυρίαν δʼ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον.
しかし、銀や金は金銭欲を消し去ることはなく、強欲はより多くを手に入れても止まることはない。
ἀλλʼ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὥσπερ ἰατρὸν ἀλαζόνα
"τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ·
むしろ、富に対しては、大言壮語する医者に向かって言うように、次のように言うことができるだろう。 「お前の薬は病をいっそう重くする。
"
ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων τὴν ὄρεξιν.
」パンや家、適度な覆い、そしてありきたりのおかずを必要としている人々を、富は引き受けると、金や銀、象牙、エメラルド、犬、馬への欲望で満たし、必要不可欠なものから、困難で、稀少で、手に入れがたく、無用なものへとその欲求を移し替えてしまう。
ἐπεὶ τῶν γʼ ἀρκούντων οὐδεὶς πένης ἐστίν·
なぜなら、十分なものを持っている限り、誰も貧しくはないからである。
οὐδὲ δεδάνεισται πώποτʼ ἄνθρωπος ἀργύριον, ἵνʼ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας·
大麦粉やチーズ、パン、オリーブを買うために、これまでお金を借りた人間は一人もいない。
ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε, τὸν δʼ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαὶ, ἄλλον ἵπποι ζυγοφόροι
"κείνʼ ὄχεα κροτέοντες"
ἐνσεσείκασιν εἰς βάραθρον συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν.
しかし、ある者は贅沢な邸宅のせいで債務者となり、別の者は隣接するオリーブ園のせいで、また別の者は穀物畑やぶどう園のせいで、またある者はガラティアのラバのせいで、さらに別の者は、「あの戦車をガタガタと鳴らしながら」軛に繋がれた馬たちのせいで、契約、利子、抵当という奈落の底へと投げ込まれてしまったのである。
εἶθʼ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν.
そして、渇いていないのに飲む者や、空腹でないのに食べる者が、渇いているときや空腹なときに胃に入れたものまで吐き出してしまうように、無用なものや余計なものを追い求める人々は、必要不可欠なものさえも維持することができなくなる。
οὗτοι μὲν οὖν τοιοῦτοι.
このような人々は、実にこのような者たちなのである。
§3τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ πλειόνων δʼ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος ἐκεῖνος γὰρ εἰώθει λέγειν, ὅτι πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε, πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καί τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη·
何一つ失うことはないのに多くのものを所有し、常にさらに多くのものを必要としている人々について、アリスティッポスの言葉を思い出すなら、人はさらにいっそう不思議に思うだろう。 なぜなら、彼はいつも次のように言っていたからである。 もしある人が、多くを食べ、多くを飲みながらも決して満たされることがなく、医師たちのもとに行って、自分の病気は何なのか、どのような状態なのか、どうすればそれから解放されるのかを尋ねるとしよう。
εἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου, οὐ γίγνεται μεστὸς ἀλλʼ ἐπʼ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι.
しかし、もしある人が五つの寝台を持っているのに十の寝台を求め、十のテーブルを所有しているのにさらに同数のテーブルを買い足し、多くの土地や金銭が手元にあるのに満ち足りることがなく、他のものへと向かい、眠れぬ夜を過ごし、すべてのものにおいて満たされないままであるとする。
πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος καὶ δείξοντος ἀφʼ ἧς αἰτίας τοῦτο πέπονθε.
この人は、自分を治療し、どのような原因から自分がこのような状態に陥っているのかを示してくれる者を必要としているとは考えない。
καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι·
しかしながら、渇いている人々の中で、まだ飲んでいない者は、飲むことによってその渇きから解放されるだろうと期待できるが、絶えず飲み続け、止めることのない者は、満たされることではなく、浄化されることを必要としていると私たちは考える。
καὶ κελεύομεν ἐμεῖν, ὡς οὐχ ὑπʼ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης·
そして、欠乏によって悩まされているのではなく、何か自然に反した辛辣なものや熱が彼の中にあるのだとして、私たちは彼に吐き出すように勧める。
οὐκοῦν καὶ τῶν ποριζόντων ὁ μὲν ἐνδεὴς· καὶ ἄπορος παύσεται ἴσως ἑστίαν κτησάμενος ἢ θησαυρὸν εὑρὼν, ἢ φίλου βοηθήσαντος ἐκτίσας καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ·
したがって、富を手に入れようとする人々の中でも、欠乏し困窮している者は、おそらく家を手に入れたり、宝を見つけたり、あるいは友人の助けによって借金を返済して債権者から解放されたりすれば、欲望を止めるだろう。
τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδʼ ἀργύριον τὸ θεραπεῦον οὐδʼ ἵπποι καὶ πρόβατα καὶ βόες, ἀλλʼ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ.
しかし、十分な量を超えて所有し、さらに多くのものを切望している者にとっては、金や銀、あるいは馬や羊や牛が彼を治療するのではなく、彼は吐き出すことと浄化を必要としている。
πενία γὰρ οὐκ ἔστιν ἀλλʼ ἀπληστία τὸ πάθος αὐτοῦ καὶ φιλοπλουτία, διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα·
なぜなら、彼の病は貧困ではなく、不合理で思慮を欠いた判断によって彼の中に生じている不飽和と富への執着だからである。
ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς ὥσπερ ἕλμιγγα πλατεῖαν, οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται.
もしこれを、平たい真田虫のように魂から取り除かないならば、彼らは余計なものを必要とのこと、すなわち、必要のないものを切望することを決して止めないだろう。