§4ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα,
ψυχικὴ νόσος
ἔφη καὶ ἀπῆλθεν οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ ἀνιαροῦ φειδόμενον, οἰκίας δʼ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν;
当医生走进一个躺在小床上呻吟且不愿进食的人,抚摸并诊察他,发现他并未发烧时,便说:“这是心灵的疾病,” 然后离去。 那么,当我们看到一个人因聚敛财富而消瘦,因支出而呻吟,只要能赚钱,无论多么可耻或痛苦的事情都毫不避讳,而他明明拥有房屋、土地、牲畜、奴隶以及衣物,我们将如何称呼这个人的病症,难道不是心灵的贫困吗?
ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος, εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες.
因为,正如米南德所说,金钱上的贫困,一个朋友通过施予恩惠就能予以消除;但那心灵的贫困,即使是所有活着或死去的人合力也无法填满。
ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος
"πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν.
因此,梭伦针对这些人说得很对:“对人类而言,财富没有显而易见的界限。
"
ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον.
” 然而,对于有理智的人来说,自然界的财富是有限度的,需要的边界就在眼前,就像用圆心和半径画出的圆一样被界定。
ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν·
然而,这也是贪财所特有的:因为它是一种与其自身的满足相抗衡的欲望;而其他的欲望甚至是相互协作的。
αἱ δʼ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως ὄψου διὰ φιλοψίαν οὐδʼ οἴνου διʼ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν.
无论如何,没有人会因为好美食而不吃好菜,也不会因为嗜酒而不饮美酒,就像人们因为贪财而不用钱那样。
καίτοι πῶς οὐ μανικὸν οὐδʼ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδʼ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν;
然而,如果有人因为寒冷而不穿衣服,因为饥饿而不吃面包,因为贪财而不使用财富,这种病症怎能不说是疯狂和可怜的呢?
ἀλλʼ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν· "
παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι
καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα
ἐρῶν τις, οὐ ποιῶ δέ·
相反,他正处于色拉索尼德斯的痛苦之中: “因为物品就在我屋里,我也被允许,并且我像最疯狂的恋爱者一样渴望它,但我却不去做。
"
κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας·
”在锁上并封存了所有东西,并将其计算好借给高利贷者和商人之后,我还在聚集并追求其他东西;我与仆人、农民、债务人争吵不休。
"
Ἄπολλον, ἀνθρώπων τινʼ ἀθλιώτερον
ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον; "
“阿波罗啊,你曾见过比这更悲惨的人,或者比这更不幸的恋爱者吗?
§5ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ δύναται γυναικὶ πλησιάζειν,
εὐφήμει, ἄνθρωπε
εἶπεν
ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών.
” 索福克勒斯被问及是否还能与女人亲近时,说道:“别胡说,朋友! 我已经获得了自由,因为年老而逃离了那些狂暴而野蛮的主人。
χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος; διαφυγεῖν μήτε γυναῖκα.
”因为,欲望与享乐一同消失是一件令人高兴的事,而阿尔凯奥斯曾说,无论男人还是女人都无法逃避这些欲望。
τοῦτο δʼ οὐκ ἔστιν ἐπὶ τῆς φιλοπλουτίας· ἀλλʼ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δʼ ἡδονὴν ἀφαιρεῖται.
但这并不适用于贪财;相反,它就像一个沉重而严酷的女主人,强迫人去获取却阻止人去使用,它激起欲望却夺走享乐。
τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δʼ ὡς ὀλιγοχρονίους οἱ δὲ φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δʼ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δʼ ἡδονὰς οὐκ ἔχουσιν.
因此,斯特拉托尼科斯曾嘲笑罗得斯人的奢侈,说他们建造房屋仿佛自己是不朽的,而购买食材却仿佛自己是短命的;而贪财者获取财富时仿佛自己极尽奢华,使用时却如同没有自由的奴隶,他们默默承受劳苦却无法享受享乐。
ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν,
θαυμάζω σʼ ὦ Φωκίων
εἶπεν
ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ
αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτʼ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα·
无论如何,德马德斯有一次站在正在吃午饭的福基翁身旁,看到他的餐桌既朴素又简单,便说:“福基翁,我真佩服你,你既然能吃这样的饭,怎么还去参政呢? ”因为他自己是为了肚子而煽动民众,并且认为雅典只是他挥霍的微薄旅费,因此从马其顿获取补给;正因如此,安提帕特在看到他变老时说道:“就像一头被宰杀的祭牲,除了舌头和肚子,什么都没剩下。
καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν
σὲ δʼ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν;
”而你,可怜的人,如果能活得如此没有自由、毫无人性、不愿施舍,并且对朋友冷酷无情、对公民毫无荣誉感,那么,你明明拥有如此巨大的、免于俗务的旅费——即你的吝啬——却还要默默忍受痛苦、夜不能寐、承包劳役、谋求遗产、屈从于人,谁又不会对你感到惊异呢?
Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντʼ εἰπεῖν,
ὦ ταλαίπωρε, τίς ἀνάγκη;
据说,一个拜占庭人在发现有人与他丑陋的妻子通奸时说道: “可怜的人啊,有什么必要呢?
σαπραγόρα προῖξ.
烂藜芦就是她的嫁妆。
ἄγε σὺ κυκᾷς ὑφάπτεις, ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας· ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσι δῶρα πέμπουσι, στρατεύματα τρέφουσι μονομάχους ὠνουμένοις·
”喂,你这恶棍,你究竟在煽动什么、点燃什么? 需要获取财富的,是国王的代理人,以及那些希望在城市中居于首位并进行统治的人;那些人因为虚荣、自大以及空虚的名声,必须宴请他人、施予恩惠、雇佣卫队、送礼、养活军队、购买角斗士。
σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ
"στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶν"
διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθʼ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδʼ ἀλέας μηδὲ καθαρειότητος.
而你却因为吝啬,混淆并搅乱了这么多事情,“像蜗牛一样生活,把自己转得团团转”,默默忍受着一切困难却得不到任何好处,就像澡堂老板的驴子运送木柴和柴火,总是落得满身烟灰,却享受不到沐浴、温暖和整洁。