Humanitext Reader

プルタルコス · 富への愛好について §6-7

有害な金銭欲と吝嗇な親による子の破滅

3 / 4 箇所 · ギリシア語

要旨

著者は、他人を害しながらも自らは富を全く楽しまない野獣のような金銭欲を非難し、吝嗇な親が子供を歪んだ価値観で教育し、結果として親子の間に憎しみを生み、自由と余暇を失わせる悲惨さを論じる。

§6καὶ ταῦτα πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγω ταύτην φιλοπλουτίαν.
そして、これらのことを私は、あのロバのようでアリのような金銭欲に対して言っているのである。
ἑτέρα δʼ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων.
もう一つは野獣のような金銭欲であり、これは誣告し、遺産を狙い、騙し、お節介を焼き、心配し、友人のうちまだ何人が生きているかを数え、その上で、あらゆる方角から手に入るものを何一つ楽しまないのである。
ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπʼ αὐτῶν· οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν διʼ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς·
それゆえ、マムシやツチハンミョウや毒グモを、私たちが熊やライオンよりも忌み嫌い避けるのは、それらが自分に殺されたものを何一つ利用しないのに人を殺し滅ぼすからであるが、同様に、放蕩による悪人よりも、吝嗇や不自由な奴隷根性による悪人をこそ、より忌み嫌うべきである。
ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν.
なぜなら、彼らは他人のものを奪うが、それらを自分自身が使うこともできず、また使うような性質でもないからである。
ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες·
それゆえ、前者の人々は、豊富に物があり、十分な資力がある時には休戦状態にある。
ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, νῦν γὰρ ἔφη μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας·
デモステネスが、デマデスは悪事をやめたと思っている人々に対して言ったように。 「いま、彼が満ち足りているのを、あなたがたはライオンのように見ているのだ。
τοῖς δʼ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδʼ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων.
」しかし、何一つ愉快なことや有益なことのために国政に関わらない者たちにとっては、貪欲を休むことはなく、常に空っぽで、すべてのものを必要としているために、多忙が止むことはない。
§7ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι.
しかし、ゼウスにかけて、誰かが言うだろう、彼らは子供や相続人のために守り、蓄えているのだと。
πῶς;
どうやってか。
οἷς ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλʼ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται τοῦ χρυσίου μεταλαβεῖν, εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων.
彼らが生きている間は彼らに何一つ分け与えず、鉱山の中にいて金を食べるネズミのように、死んで解剖されなければその金にあずかることができないような者たちに対してか。
παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν;
子供や相続人に、なぜ多くの金や大きな財産を残したがるのか。
ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν παισίν·
明らかに、彼らもまた他人のために守り、その人々もまた子供のために守るようにするためだ。
ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλʼ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατεάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον· ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων·
ちょうど陶器の水道管が、自分自身には何も取り込まず、それぞれが自分から他へと流し、ついに外から告発者か僭主が、守り手を打ち倒し、管を壊して、その富を他の方向へそらすか、または引き入れるまで、あるいは、言われるように、一族の中で最も邪悪な一人が現れて、すべてのものを食い尽くすまで、それを続けるのと同じである。
οὐ γὰρ μόνον γίγνεται δούλων τέκνα "ἀκόλασθʼ ὁμιλεῖν γίνεται δούλων τέκνα" ἀλλὰ καὶ μικρολόγων ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν Μεγαρέως ἀνδρὸς βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι.
なぜなら、奴隷の子供たちだけが「放縦に交わるのは奴隷の子供たちである」のではなく、吝嗇家の子供たちもそうなるからであり、ディオゲネスも次のように皮肉を言っている。 「メガラ人の男の息子になるよりは、牡羊になる方がマシだ。
καὶ γὰρ οὓς δοκοῦσι παιδεύειν ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ τὴν μικρολογίαν, ὥσπερ φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς κληρονόμοις.
」なぜなら、彼らは教育していると思っている子供たちを、自分たちの金銭欲と吝嗇を植え付けることで破滅させ、さらに歪ませており、相続財産の砦を相続人の中に築き上げているかのようである。
ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε σαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς.
というのも、彼らが勧め教えるのは次のようなことだからである。 「儲けよ、そして惜しめ。 そして、自分が持っている分だけ、自分に価値があると思え。
τοῦτο δʼ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται.
」しかし、これは教育することではなく、財布のようにすぼめて縫い合わせ、投げ入れられたものを漏らさずに守ることができるようにすることである。
καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες; οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπʼ αὐτῶν τῶν πατέρων.
けれども、財布は銀貨を入れられると汚れて臭くなるが、吝嗇家の子供たちは、富を受け取る前に、父親たち自身から金銭欲を吹き込まれる。
καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι·
さらに、その教えに対して彼らは父親たちにふさわしい報酬を支払う。 将来多くを受け取るからといって愛するのではなく、まだ受け取れないからといって憎むのである。
μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδʼ ἐπʼ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι, κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι.
なぜなら、富を崇拝すること以外何も学ばず、多くを所有すること以外に生きる目的を持たないため、彼らは父親たちの命を自分の生活の妨げとみなし、父親たちに付け加えられる時間を、自分たちから奪われる時間だと思うからである。
διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων μεταδιδόντες φίλοις, ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι ἀκούοντες ἔτι μανθάνοντες.
それゆえ、父親たちがまだ生きているうちは、隠れてどうにか快楽を盗み出し、他人のものであるかのように友人に分け与えて楽しみ、まだ教えを聞き、学んでいるうちから欲望のために浪費するのである。
ὅταν δʼ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμα αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια οὐ Λύκειον, ἀλλʼ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον "γυμνάσια δʼ οἷσιν ἐνετράφη Δίρκης θʼ ὕδωρ παρώδευται·
しかし、父親たちが死んで、鍵と印章を受け取ると、彼らには別の生き方が現れ、笑わない、厳格で、近づきがたい顔つきになり、独楽も、鞠も、首取り相撲も、アカデメイアも、リュケイオンもなく、ただ奴隷の尋問、帳簿の検査、管理人や債務者との計算、そして最良のものを奪い、夜に浴場へと追い立てる多忙と心配ばかりになる。 「彼らが育った体育場も、ディルケーの水も、通り過ぎ去ってしまった。
" κἂν εἴπῃ τις οὐκ ἀκούσῃ τοῦ φιλοσόφου;
」そして、誰かが「哲学者の話を聞かないのか」と言えば、「どうしてそんな余裕があろうか。
ʼ πόθεν ἐμοί; ʼ φησίν· οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος.
父が亡くなったので忙しいのだ」と言う。
ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν;
哀れな者よ、お前の父親はお前に奪われたもの、すなわち余暇と自由のような、どんなものを残したというのか。
μᾶλλον δʼ οὐκ ἐκεῖνος ἀλλʼ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρʼ Ἡσιόδῳ γυνὴ "εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ γήραϊ θῆκεν;
むしろ、彼ではなく、富が注ぎ込まれて支配し、ヘシオドスの言う女のように、「炭火なしにあぶり、生の老いへと追いやる」かのようである。
" ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφʼ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον.
金銭欲と多忙から魂に早すぎる皺や白髪のような心配事をもたらし、それらによって、誇りと、名誉心と、人間愛が枯れ果ててしまうのだ。

語釈・文法注

  1. 525fἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν — 分詞 `ἀριθμοῦσα` の目的語として間接疑問節 `ἔτι πόσοι ζῶσιν` が置かれている。友人たちの生存数を数えるという行為は、彼らの遺産相続や利益を期待する貪欲な態度を端的に示している。
  2. 526bοἷς ζῶντες οὐδὲν μεταδιδόασιν — 関係代名詞 `οἷς` は先行詞 `παισὶ καὶ κληρονόμοις` を指す。先行する反問 `πῶς;`(どのようにしてか)に対する対比的な修飾関係を形成しており、「生きている間は彼らに何も与えないのに(その子供たちのために蓄えているというのか)」という強い矛盾を際立たせる。
  3. 526eζώντων μὲν ἔτι τῶν πατέρων — 属格独立構文(genitive absolute)であり、`τῶν πατέρων` が意味上の主語、`ζώντων` が現在分詞。「父親たちがまだ生きているうちに」という時間的条件を表す。後続の `λανθάνοντες`(主格分詞)と結びつき、親の目を盗んで快楽を貪る子供たちの姿を描写している。
  4. 527aεὔει ἄτερ δαλοῦ — ヘシオドス『仕事と日々』705行の引用。「燃えさし(松明)なしに(夫を)あぶり、生の老いへと追いやる」の意。ここでは `ὁ πλοῦτος`(富)を主語として、金銭欲が人を肉体的・精神的に早く消耗させる様を、火を使わずに焦がす女性の比喩によって表現している。

この箇所を引用する

プルタルコス, 富への愛好について §6-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg103.humanitext-grc2:6-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。