Humanitext Reader

プルタルコス · 詮索好きについて §5-6

詮索の対象の自然や歴史への転換と他人の不幸を喜ぶ悪意

3 / 7 箇所 · ギリシア語

要旨

お節介の悪い習慣を避けるため、魂の関心を自然界の探究や、あるいは歴史における人間社会の悪事に向け直すことを勧める。また、お節介な者が他人の不幸を喜ぶ「幸災楽禍」の感情、すなわち嫉妬の兄弟である悪意に支配されていることを分析する。

§5τίς οὖν ἡ φυγή;
それでは、避ける方法は何だろうか。
περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν.
言われたように、お節介を他へ逸らし、引き戻すことである。 それは特に、魂をより良くより心地よいものへと向け直すことによってなされる。
τὰ ἐν οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ.
天にあるもの、地にあるもの、空気の中にあるもの、海の中にあるものを詮索するがよい。
μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι·
君は小さなものの見物好きなのか、それとも大きなものの見物好きなのか。 もし大きなものであるなら、太陽をお節介に詮索し、それがどこへ沈み、どこから昇るのかを調べるがよい。
ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς " ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη· χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται.
人間における変化と同じように、月における変化を詮索するがよい。 どこでそれほど多くの光を消費し、どこから再び光を獲得したのか、いかにして「見えないところから、最初は若くして現れ、その顔を美しく整え、満ちていき、そして自分自身が最も美しく見えるとき、再び流れ去って何もない状態へと至る」のかを。
" καὶ ταῦτʼ ἀπόρρητʼ ἐστὶ φύσεως, ἀλλʼ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν.
そしてこれらも自然の秘密であるが、自然は探究する者たちに対して怒りはしない。
ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας;
しかし、大きなものを諦めたのか。
πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δʼ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντʼ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται·
ならば、より小さなものを詮索せよ。 いかにして植物のうちあるものは常に茂り、青々として、あらゆる季節に喜び、自分たちの富を誇示しているのか。 またあるものは、ある時はこれらに似ているが、ある時はまるで家政のやりくりが下手な人間が財産を一気に使い果たしてしまったかのように、裸で貧しく取り残されるのか。
διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς.
そして、なぜあるものは細長く、あるものは角張り、あるものは丸くて球形の実を結ぶのか。
ἴσως δὲ ταῦτʼ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν.
しかし、おそらく君はこれらをお節介に詮索しないだろう、なぜならこれらには何も悪いことがないからである。
ἀλλʼ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν·
しかし、もし詮索癖が、まるで毒の森の中の這う生き物のように、常に何らかの卑俗なものの中で住まい、過ごさなければならないのなら、それを歴史へと導き、悪の豊富さと過剰を提供しようではないか。
ἐνταῦθα γὰρ ἔνεισι "πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίων·
そこには「人々の転落と、生の蹴り倒され」があるからである。
" φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγιʼ οἴκων, ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.
女性たちの堕落、奴隷たちの反乱、友人たちの誹謗中傷、毒薬の調合、嫉妬、不和、家々の崩壊、支配権の転覆など、それらで自分を満たし、楽しむがよい。 一緒に暮らす人々の誰も煩わせず、悲しませることなしに。
§6ἀλλʼ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις·
しかし、お節介というものは、古い悪事には喜ばず、熱くて新鮮な悪事を喜ぶようである。
καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν.
そして新しい悲劇を喜んで見物するが、喜劇的でより愉快な事柄には、あまり熱心に関わろうとしない。
διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον·
それゆえ、誰かの結婚式や犠牲祭や送り出しの行列を詳しく語る人に対して、お節介な者は不注意で怠惰な聞き手となり、その大部分はすでに聞き及んでいると言い、語り手に対して、それらを要約して先へ進むように要求する。
ἂν δʼ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτʼ ἀσχολεῖται, "ἄλλα τε δίζηται ἐπέων παρὰ τʼ οὔατα βάλλει.
しかし、もし誰かが隣に座って、処女の誘惑や妻の不倫、裁判の準備、あるいは兄弟の反目について語るなら、居眠りもしなければ、忙しい振る舞いもしない。 「そして彼は他の言葉を追い求め、耳を傾ける」のである。
" καὶ τὸ " οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν " ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον.
そして「ああ、不運は、幸運よりもなんと強く死すべき者の耳へと運ばれることか」という言葉は、お節介な人々に関して本当に語られたことである。
ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται·
なぜなら、吸角が肉から最も悪いものを吸い出すように、そのようにお節介な者たちの耳は、最も下劣な話を惹きつけるからである。
μᾶλλον δʼ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, διʼ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δʼ οὐδὲν οὐδʼ ἱερὸν εἴσεισι οὐδʼ ἔξεισι διʼ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδʼ ἀστεῖον ἀλλʼ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες·
いやむしろ、都市がいくつかの不吉で陰鬱な門を持っており、それらを通って死刑囚を連れ出し、汚物や浄化のゴミを投げ捨てるが、清らかなものも神聖なものもそれらを通って入ることも出ることもないように、そのようにお節介な者たちの耳も、有益なものや上品なものは何も通らず、ただ殺伐とした言葉が通り抜け、摩擦し、忌まわしく汚らわしい物語を運び込むのである。
" ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς κωκυτὸς ἐμπέπτωκεν·
『そして常に、私の屋根の下には、詩人たちの歌のうち哀悼の叫びだけが舞い込んでいる。
" αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθʼ ἥδιστον ἀκουσμάτων αὐτοῖς.
』これがお節介な者たちにとってのミューズであり、唯一のセイレンであり、これが彼らにとって最も心地よい聞きものである。
ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δʼ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται.
なぜなら、お節介とは隠され潜んでいる事柄に対する詮索好きであるが、良いものを持っている人でそれを隠す人は誰もいないからである、存在しないものさえ装うというのに。
κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ.
したがって、お節介な者は悪の物語を切望することによって、他人の不幸を喜ぶという感情、すなわち嫉妬や羨望の兄弟である感情に囚われている。
φθόνος μὲν γάρ ἐστι; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δʼ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς·
なぜなら、嫉妬とは他人の善に対する苦痛であり、他人の不幸を喜ぶこととは他人の悪に対する快楽だからである。
ἀμφότερα δʼ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας.
そして両者ともに、野蛮で獣のような感情、すなわち悪意から生じているのである。

語釈・文法注

  1. 517dτρέψαντι τὴν ψυχήν — 与格分詞 τρέψαντι は、直前の名詞 περισπασμός および μεθολκὴ に伴う、暗黙の行為者を示す与格(「自分の魂を〜へと向け直した人にとって」)として機能している。
  2. 517fεἰ δεῖ πάντως τὸ περίεργον ... νέμεσθαι — 非人称動詞 δεῖ に導かれる対格不定詞(AcI)構文。τὸ περίεργον(詮索癖)が不定詞 νέμεσθαι(活動する、住まう)の意味上の主語。
  3. 518aδιὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος — 属格独立構文(genitive absolute)であり、現在分詞 διεξιόντος(詳しく語る時)の主語は省略された「誰か」である。
  4. 518bὥσπερ αἱ πόλεις ... οὕτω καὶ τὰ ... ὦτα — ὥσπερ(〜のように)で始まる長大な従属節が、οὕτω καί(そのように〜もまた)で始まる主節と対比される、高度に均衡の取れた比較構文である。
  5. 518cὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται — 接続詞 ὅπου は、ここでは物理的な場所ではなく、譲歩・因果的な前提状況(「〜という状況においては」「〜であるからこそ」)を示し、存在しない良い品質さえも人々が装う理由を説明している。

この箇所を引用する

プルタルコス, 詮索好きについて §5-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg102.humanitext-grc2:5-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。