§5τίς οὖν ἡ φυγή;
那么,避开的方法是什么呢?
περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν.
正如已经说过的,这是多管闲事的转移和引开,尤其是通过将灵魂转向更好和更愉快的事物。
τὰ ἐν οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ.
去探究天空中的事物、大地上的事物、空气中的事物、海洋中的事物吧。
μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι·
你天生是喜欢看小事物的景象,还是大事物的景象?
ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς
"
ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα
πρόσωπα καλλύνουσα καὶ πληρουμένη· χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ,
πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται.
如果是大事物,就去探究太阳——它落向何处,又从何处升起;探求月亮如同在人身上那样的变化:它在哪里消耗了如此多的光,又从哪里再次获得,以及它是如何「最初从隐秘处现出新身,美化着面容并逐渐充盈;而每当她展现出自己最美的一面时,又再次消逝,归于虚无。
"
καὶ ταῦτʼ ἀπόρρητʼ ἐστὶ φύσεως, ἀλλʼ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν.
」这些也是大自然的秘密,但她并不会对探究它们的人感到不快。
ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας;
但你放弃了大事物吗?
πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δʼ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντʼ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται· διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς.
那就去探究较小的事物:植物中为何有些总是繁茂青翠,在任何季节都欣欣向荣,展示着它们自身的财富,而另一些有时像这些一样,有时却像个不善理财的人,一下子挥霍光了所有财产,变得赤裸和贫穷;又为何有些结出细长的果实,有些结出多角的果实,有些结出圆圆的、球形的果实。
ἴσως δὲ ταῦτʼ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν.
但也许你不会去探究这些,因为其中并无恶事。
ἀλλʼ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν· ἐνταῦθα γὰρ ἔνεισι
"πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίων· "
φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγιʼ οἴκων, ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.
但是,如果好奇心非得像致命森林中的爬行动物一样,总是要在某些卑劣的事物中觅食和度日,那我们就把它引导到历史中,并提供给它极其丰盛的恶事;因为其中包含着「人们的坠落与生命的踢开」、女性的堕落、奴仆的背叛、朋友的诽谤、毒药的配制、嫉妒、猜忌、家庭的破产、政权的垮台。 去填满并娱乐你自己吧,这既不会打扰,也不会伤害与你相处的人中的任何一个。
§6ἀλλʼ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις· καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν.
但多管闲事似乎不乐于陈旧的恶事,而乐于滚烫而新鲜的恶事;它乐于观看新的悲剧,却不太热衷于接触喜剧和更愉快的事物。
διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δʼ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτʼ ἀσχολεῖται,
"ἄλλα τε δίζηται ἐπέων παρὰ τʼ οὔατα βάλλει.
因此,当有人详细叙述某人的婚礼、祭祀或送行行列时,多管闲事的人是个心不在焉、懒散的听众,并声称大部分早就听过了,吩咐叙述者缩短内容、略过这些;但如果坐在旁边的人叙述一个处女被诱奸,或是一个妻子的通奸,或是一场诉讼的筹划,或是兄弟之间的内讧,他既不打瞌睡,也不说自己忙碌,而是「寻求更多的话语,并竖起耳朵倾听」。
"
καὶ τὸ
"
οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας
ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν
"
ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον.
而且那句「哀哉,恶事比起幸事,怎会更容易传入凡人的耳中! 」确实是针对多管闲事的人而说的。
ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται· μᾶλλον δʼ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, διʼ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δʼ οὐδὲν οὐδʼ ἱερὸν εἴσεισι οὐδʼ ἔξεισι διʼ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδʼ ἀστεῖον ἀλλʼ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες· "
ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς
κωκυτὸς ἐμπέπτωκεν· "
αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθʼ ἥδιστον ἀκουσμάτων αὐτοῖς.
因为正如吸角从肉体中吸出最坏的汁液一样,多管闲事之人的耳朵也把最下流的话语吸引过去;或者更确切地说,正如城市拥有某些不祥而阴郁的城门,通过这些门,他们带出被处死的人,并扔掉污物和净化祭品的残余,而没有任何洁净或神圣的东西通过它们出入;同样,通过多管闲事之人的耳朵,也没有任何有益或雅致的东西通过,只有那些充满血腥的话语穿过并磨砺着,带来可憎而污秽的叙述;「在我的屋宇内,歌谣之中,唯有哀号坠落;」这就是多管闲事者的缪斯和唯一的塞壬,这是对他们而言最悦耳的声音。
ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δʼ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται.
因为多管闲事是对隐藏和潜伏之事的探究欲;但拥有好东西的人,谁都不会把它藏起来,甚至连没有的东西人们都会假装拥有。
κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ.
因此,由于渴望恶事的故事,多管闲事的人被幸灾乐祸的情感所控制,这是嫉妒和怨恨的兄弟。
φθόνος μὲν γάρ ἐστι; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δʼ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δʼ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας.
因为嫉妒是对他人好事(幸事)的痛苦,而幸灾乐祸是对他人坏事(不幸)的快乐;两者都源于一种野蛮而兽性的情感,即恶毒的本性。