- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. III. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg102.humanitext-grc2:5-6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
お節介の悪い習慣を避けるため、魂の関心を自然界の探究や、あるいは歴史における人間社会の悪事に向け直すことを勧める。また、お節介な者が他人の不幸を喜ぶ「幸災楽禍」の感情、すなわち嫉妬の兄弟である悪意に支配されていることを分析する。
τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν.1 τὰ ἐν οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς "ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη· χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται." καὶ ταῦτʼ ἀπόρρητʼ ἐστὶ φύσεως, ἀλλʼ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δʼ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντʼ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται· διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς. ἴσως δὲ ταῦτʼ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν. ἀλλʼ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι2 καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν· ἐνταῦθα γὰρ ἔνεισι "πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίων·" φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγιʼ οἴκων, ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.
それでは、避ける方法は何だろうか。言われたように、お節介を他へ逸らし、引き戻すことである。それは特に、魂をより良くより心地よいものへと向け直すことによってなされる。天にあるもの、地にあるもの、空気の中にあるもの、海の中にあるものを詮索するがよい。君は小さなものの見物好きなのか、それとも大きなものの見物好きなのか。もし大きなものであるなら、太陽をお節介に詮索し、それがどこへ沈み、どこから昇るのかを調べるがよい。人間における変化と同じように、月における変化を詮索するがよい。どこでそれほど多くの光を消費し、どこから再び光を獲得したのか、いかにして「見えないところから、最初は若くして現れ、その顔を美しく整え、満ちていき、そして自分自身が最も美しく見えるとき、再び流れ去って何もない状態へと至る」のかを。そしてこれらも自然の秘密であるが、自然は探究する者たちに対して怒りはしない。しかし、大きなものを諦めたのか。ならば、より小さなものを詮索せよ。いかにして植物のうちあるものは常に茂り、青々として、あらゆる季節に喜び、自分たちの富を誇示しているのか。またあるものは、ある時はこれらに似ているが、ある時はまるで家政のやりくりが下手な人間が財産を一気に使い果たしてしまったかのように、裸で貧しく取り残されるのか。そして、なぜあるものは細長く、あるものは角張り、あるものは丸くて球形の実を結ぶのか。しかし、おそらく君はこれらをお節介に詮索しないだろう、なぜならこれらには何も悪いことがないからである。しかし、もし詮索癖が、まるで毒の森の中の這う生き物のように、常に何らかの卑俗なものの中で住まい、過ごさなければならないのなら、それを歴史へと導き、悪の豊富さと過剰を提供しようではないか。そこには「人々の転落と、生の蹴り倒され」があるからである。女性たちの堕落、奴隷たちの反乱、友人たちの誹謗中傷、毒薬の調合、嫉妬、不和、家々の崩壊、支配権の転覆など、それらで自分を満たし、楽しむがよい。一緒に暮らす人々の誰も煩わせず、悲しませることなしに。
ἀλλʼ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις· καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος3 ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δʼ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτʼ ἀσχολεῖται, "ἄλλα τε δίζηται ἐπέων παρὰ τʼ οὔατα βάλλει." καὶ τὸ "οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν " ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται· μᾶλλον δʼ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, διʼ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δʼ οὐδὲν οὐδʼ ἱερὸν εἴσεισι οὐδʼ ἔξεισι διʼ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα4 χρηστὸν οὐδὲν οὐδʼ ἀστεῖον ἀλλʼ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες· "ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς κωκυτὸς ἐμπέπτωκεν·" αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθʼ ἥδιστον ἀκουσμάτων αὐτοῖς. ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δʼ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται.5 κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δʼ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δʼ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας.
しかし、お節介というものは、古い悪事には喜ばず、熱くて新鮮な悪事を喜ぶようである。そして新しい悲劇を喜んで見物するが、喜劇的でより愉快な事柄には、あまり熱心に関わろうとしない。それゆえ、誰かの結婚式や犠牲祭や送り出しの行列を詳しく語る人に対して、お節介な者は不注意で怠惰な聞き手となり、その大部分はすでに聞き及んでいると言い、語り手に対して、それらを要約して先へ進むように要求する。しかし、もし誰かが隣に座って、処女の誘惑や妻の不倫、裁判の準備、あるいは兄弟の反目について語るなら、居眠りもしなければ、忙しい振る舞いもしない。「そして彼は他の言葉を追い求め、耳を傾ける」のである。そして「ああ、不運は、幸運よりもなんと強く死すべき者の耳へと運ばれることか」という言葉は、お節介な人々に関して本当に語られたことである。なぜなら、吸角が肉から最も悪いものを吸い出すように、そのようにお節介な者たちの耳は、最も下劣な話を惹きつけるからである。いやむしろ、都市がいくつかの不吉で陰鬱な門を持っており、それらを通って死刑囚を連れ出し、汚物や浄化のゴミを投げ捨てるが、清らかなものも神聖なものもそれらを通って入ることも出ることもないように、そのようにお節介な者たちの耳も、有益なものや上品なものは何も通らず、ただ殺伐とした言葉が通り抜け、摩擦し、忌まわしく汚らわしい物語を運び込むのである。「そして常に、私の屋根の下には、詩人たちの歌のうち哀悼の叫びだけが舞い込んでいる。」これがお節介な者たちにとってのミューズであり、唯一のセイレンであり、これが彼らにとって最も心地よい聞きものである。なぜなら、お節介とは隠され潜んでいる事柄に対する詮索好きであるが、良いものを持っている人でそれを隠す人は誰もいないからである、存在しないものさえ装うというのに。したがって、お節介な者は悪の物語を切望することによって、他人の不幸を喜ぶという感情、すなわち嫉妬や羨望の兄弟である感情に囚われている。なぜなら、嫉妬とは他人の善に対する苦痛であり、他人の不幸を喜ぶこととは他人の悪に対する快楽だからである。そして両者ともに、野蛮で獣のような感情、すなわち悪意から生じているのである。
- 517dτρέψαντι τὴν ψυχήν
与格分詞 τρέψαντι は、直前の名詞 περισπασμός および μεθολκὴ に伴う、暗黙の行為者を示す与格(「自分の魂を〜へと向け直した人にとって」)として機能している。
- 517eεἰ δεῖ πάντως τὸ περίεργον ... νέμεσθαι
非人称動詞 δεῖ に導かれる対格不定詞(AcI)構文。τὸ περίεργον(詮索癖)が不定詞 νέμεσθαι(活動する、住まう)の意味上の主語。
- 518aδιὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος
属格独立構文(genitive absolute)であり、現在分詞 διεξιόντος(詳しく語る時)の主語は省略された「誰か」である。
- 518bὥσπερ αἱ πόλεις ... οὕτω καὶ τὰ ... ὦτα
ὥσπερ(〜のように)で始まる長大な従属節が、οὕτω καί(そのように〜もまた)で始まる主節と対比される、高度に均衡の取れた比較構文である。
- 518cὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται
接続詞 ὅπου は、ここでは物理的な場所ではなく、譲歩・因果的な前提状況(「〜という状況においては」「〜であるからこそ」)を示し、存在しない良い品質さえも人々が装う理由を説明している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-30)
- 2026-09-30 表記の統一 — 訳文 2 件
